1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων |
2 λαβὲ τὸ κεφάλαιον τω̃ν υἱω̃ν Κααθ ἐκ μέσου υἱω̃ν Λευι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν |
3 ἀπὸ εἴκοσι καὶ πέντε ἐτω̃ν καὶ ἐπάνω καὶ ἕως πεντήκοντα ἐτω̃ν πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν ποιη̃σαι πάντα τὰ ἔργα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου |
4 καὶ ταυ̃τα τὰ ἔργα τω̃ν υἱω̃ν Κααθ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἅγιον τω̃ν ἁγίων |
5 καὶ εἰσελεύσεται Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ ὅταν ἐξαίρη̨ ἡ παρεμβολή καὶ καθελου̃σιν τὸ καταπέτασμα τὸ συσκιάζον καὶ κατακαλύψουσιν ἐν αὐτω̨̃ τὴν κιβωτὸν του̃ μαρτυρίου |
6 καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ κατακάλυμμα δέρμα ὑακίνθινον καὶ ἐπιβαλου̃σιν ἐπ' αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν καὶ διεμβαλου̃σιν τοὺς ἀναφορει̃ς |
7 καὶ ἐπὶ τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλου̃σιν ἐπ' αὐτὴν ἱμάτιον ὁλοπόρφυρον καὶ τὰ τρυβλία καὶ τὰς θυίσκας καὶ τοὺς κυάθους καὶ τὰ σπονδει̃α ἐν οἱ̃ς σπένδει καὶ οἱ ἄρτοι οἱ διὰ παντὸς ἐπ' αὐτη̃ς ἔσονται |
8 καὶ ἐπιβαλου̃σιν ἐπ' αὐτὴν ἱμάτιον κόκκινον καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνω̨ ὑακινθίνω̨ καὶ διεμβαλου̃σιν δι' αὐτη̃ς τοὺς ἀναφορει̃ς |
9 καὶ λήμψονται ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν τὴν λυχνίαν τὴν φωτίζουσαν καὶ τοὺς λύχνους αὐτη̃ς καὶ τὰς λαβίδας αὐτη̃ς καὶ τὰς ἐπαρυστρίδας αὐτη̃ς καὶ πάντα τὰ ἀγγει̃α του̃ ἐλαίου οἱ̃ς λειτουργου̃σιν ἐν αὐτοι̃ς |
10 καὶ ἐμβαλου̃σιν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτη̃ς εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν αὐτὴν ἐπ' ἀναφορέων |
11 καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσου̃ν ἐπικαλύψουσιν ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν αὐτὸ καλύμματι δερματίνω̨ ὑακινθίνω̨ καὶ διεμβαλου̃σιν τοὺς ἀναφορει̃ς αὐτου̃ |
12 καὶ λήμψονται πάντα τὰ σκεύη τὰ λειτουργικά ὅσα λειτουργου̃σιν ἐν αὐτοι̃ς ἐν τοι̃ς ἁγίοις καὶ ἐμβαλου̃σιν εἰς ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνω̨ ὑακινθίνω̨ καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορει̃ς |
13 καὶ τὸν καλυπτη̃ρα ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπικαλύψουσιν ἐπ' αὐτὸ ἱμάτιον ὁλοπόρφυρον |
14 καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ πάντα τὰ σκεύη ὅσοις λειτουργου̃σιν ἐπ' αὐτὸ ἐν αὐτοι̃ς καὶ τὰ πυρει̃α καὶ τὰς κρεάγρας καὶ τὰς φιάλας καὶ τὸν καλυπτη̃ρα καὶ πάντα τὰ σκεύη του̃ θυσιαστηρίου καὶ ἐπιβαλου̃σιν ἐπ' αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον καὶ διεμβαλου̃σιν τοὺς ἀναφορει̃ς αὐτου̃ καὶ λήμψονται ἱμάτιον πορφυρου̃ν καὶ συγκαλύψουσιν τὸν λουτη̃ρα καὶ τὴν βάσιν αὐτου̃ καὶ ἐμβαλου̃σιν αὐτὰ εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορει̃ς |
15 καὶ συντελέσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ καλύπτοντες τὰ ἅγια καὶ πάντα τὰ σκεύη τὰ ἅγια ἐν τω̨̃ ἐξαίρειν τὴν παρεμβολήν καὶ μετὰ ταυ̃τα εἰσελεύσονται υἱοὶ Κααθ αἴρειν καὶ οὐχ ἅψονται τω̃ν ἁγίων ἵνα μὴ ἀποθάνωσιν ταυ̃τα ἀρου̃σιν οἱ υἱοὶ Κααθ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου |
16 ἐπίσκοπος Ελεαζαρ υἱὸς Ααρων του̃ ἱερέως τὸ ἔλαιον του̃ φωτὸς καὶ τὸ θυμίαμα τη̃ς συνθέσεως καὶ ἡ θυσία ἡ καθ' ἡμέραν καὶ τὸ ἔλαιον τη̃ς χρίσεως ἡ ἐπισκοπὴ ὅλης τη̃ς σκηνη̃ς καὶ ὅσα ἐστὶν ἐν αὐτη̨̃ ἐν τω̨̃ ἁγίω̨ ἐν πα̃σι τοι̃ς ἔργοις |
17 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων |
18 μὴ ὀλεθρεύσητε τη̃ς φυλη̃ς τὸν δη̃μον τὸν Κααθ ἐκ μέσου τω̃ν Λευιτω̃ν |
19 του̃το ποιήσατε αὐτοι̃ς καὶ ζήσονται καὶ οὐ μὴ ἀποθάνωσιν προσπορευομένων αὐτω̃ν πρὸς τὰ ἅγια τω̃ν ἁγίων Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ προσπορευέσθωσαν καὶ καταστήσουσιν αὐτοὺς ἕκαστον κατὰ τὴν ἀναφορὰν αὐτου̃ |
20 καὶ οὐ μὴ εἰσέλθωσιν ἰδει̃ν ἐξάπινα τὰ ἅγια καὶ ἀποθανου̃νται |
21 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
22 λαβὲ τὴν ἀρχὴν τω̃ν υἱω̃ν Γεδσων καὶ τούτους κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ δήμους αὐτω̃ν |
23 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς ἐπίσκεψαι αὐτούς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν καὶ ποιει̃ν τὰ ἔργα αὐτου̃ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου |
24 αὕτη ἡ λειτουργία του̃ δήμου του̃ Γεδσων λειτουργει̃ν καὶ αἴρειν |
25 καὶ ἀρει̃ τὰς δέρρεις τη̃ς σκηνη̃ς καὶ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ τὸ κάλυμμα αὐτη̃ς καὶ τὸ κάλυμμα τὸ ὑακίνθινον τὸ ὂν ἐπ' αὐτη̃ς ἄνωθεν καὶ τὸ κάλυμμα τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου |
26 καὶ τὰ ἱστία τη̃ς αὐλη̃ς ὅσα ἐπὶ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ τὰ περισσὰ καὶ πάντα τὰ σκεύη τὰ λειτουργικά ὅσα λειτουργου̃σιν ἐν αὐτοι̃ς ποιήσουσιν |
27 κατὰ στόμα Ααρων καὶ τω̃ν υἱω̃ν αὐτου̃ ἔσται ἡ λειτουργία τω̃ν υἱω̃ν Γεδσων κατὰ πάσας τὰς λειτουργίας αὐτω̃ν καὶ κατὰ πάντα τὰ ἀρτὰ δι' αὐτω̃ν καὶ ἐπισκέψη̨ αὐτοὺς ἐξ ὀνομάτων πάντα τὰ ἀρτὰ ὑπ' αὐτω̃ν |
28 αὕτη ἡ λειτουργία τω̃ν υἱω̃ν Γεδσων ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καὶ ἡ φυλακὴ αὐτω̃ν ἐν χειρὶ Ιθαμαρ του̃ υἱου̃ Ααρων του̃ ἱερέως |
29 υἱοὶ Μεραρι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν ἐπισκέψασθε αὐτούς |
30 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς ἐπισκέψασθε αὐτούς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν τὰ ἔργα τη̃ς σκηνη̃ς του̃ μαρτυρίου |
31 καὶ ταυ̃τα τὰ φυλάγματα τω̃ν αἰρομένων ὑπ' αὐτω̃ν κατὰ πάντα τὰ ἔργα αὐτω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου τὰς κεφαλίδας τη̃ς σκηνη̃ς καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους αὐτη̃ς καὶ τὰς βάσεις αὐτη̃ς καὶ τὸ κατακάλυμμα καὶ αἱ βάσεις αὐτω̃ν καὶ οἱ στύλοι αὐτω̃ν καὶ τὸ κατακάλυμμα τη̃ς θύρας τη̃ς σκηνη̃ς |
32 καὶ τοὺς στύλους τη̃ς αὐλη̃ς κύκλω̨ καὶ αἱ βάσεις αὐτω̃ν καὶ τοὺς στύλους του̃ καταπετάσματος τη̃ς πύλης τη̃ς αὐλη̃ς καὶ τὰς βάσεις αὐτω̃ν καὶ τοὺς πασσάλους αὐτω̃ν καὶ τοὺς κάλους αὐτω̃ν καὶ πάντα τὰ σκεύη αὐτω̃ν καὶ πάντα τὰ λειτουργήματα αὐτω̃ν ἐξ ὀνομάτων ἐπισκέψασθε αὐτοὺς καὶ πάντα τὰ σκεύη τη̃ς φυλακη̃ς τω̃ν αἰρομένων ὑπ' αὐτω̃ν |
33 αὕτη ἡ λειτουργία δήμου υἱω̃ν Μεραρι ἐν πα̃σιν τοι̃ς ἔργοις αὐτω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἐν χειρὶ Ιθαμαρ υἱου̃ Ααρων του̃ ἱερέως |
34 καὶ ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ τοὺς υἱοὺς Κααθ κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν |
35 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν καὶ ποιει̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου |
36 καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ δήμους αὐτω̃ν δισχίλιοι διακόσιοι πεντήκοντα |
37 αὕτη ἡ ἐπίσκεψις δήμου Κααθ πα̃ς ὁ λειτουργω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καθὰ ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ἐν χειρὶ Μωυση̃ |
38 καὶ ἐπεσκέπησαν υἱοὶ Γεδσων κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν |
39 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν καὶ ποιει̃ν τὰ ἔργα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου |
40 καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν δισχίλιοι ἑξακόσιοι τριάκοντα |
41 αὕτη ἡ ἐπίσκεψις δήμου υἱω̃ν Γεδσων πα̃ς ὁ λειτουργω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ἐν χειρὶ Μωυση̃ |
42 ἐπεσκέπησαν δὲ καὶ δη̃μος υἱω̃ν Μεραρι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν |
43 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν πρὸς τὰ ἔργα τη̃ς σκηνη̃ς του̃ μαρτυρίου |
44 καὶ ἐγενήθη ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν τρισχίλιοι καὶ διακόσιοι |
45 αὕτη ἡ ἐπίσκεψις δήμου υἱω̃ν Μεραρι οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ἐν χειρὶ Μωυση̃ |
46 πάντες οἱ ἐπεσκεμμένοι οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ τοὺς Λευίτας κατὰ δήμους κατ' οἴκους πατριω̃ν αὐτω̃ν |
47 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος πρὸς τὸ ἔργον τω̃ν ἔργων καὶ τὰ ἔργα τὰ αἰρόμενα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου |
48 καὶ ἐγενήθησαν οἱ ἐπισκεπέντες ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα |
49 διὰ φωνη̃ς κυρίου ἐπεσκέψατο αὐτοὺς ἐν χειρὶ Μωυση̃ ἄνδρα κατ' ἄνδρα ἐπὶ τω̃ν ἔργων αὐτω̃ν καὶ ἐπὶ ὡ̃ν αἴρουσιν αὐτοί καὶ ἐπεσκέπησαν ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ |
4 A command to number the Levites from thirty to fifty years old, Числ 4:1-3.
The charge of the Kohathites, Числ 4:4-20.
Of the Gershonites, Числ 4:21-28.
Of the Merarites, Числ 4:29-33.
The number of each, Числ 4:34-45.
Of all in general, Числ 4:46-49.
4:3 From thirty - This age was prescribed, as the age of full strength of body, and therefore most proper for their laborious work of carrying the parts and vessels of the tabernacle, and of maturity of judgment, which is necessary for the right management of holy services. Whence even John and Christ entered not upon their ministry till that age. Indeed their first entrance upon their work was at their 25th year, when they began as learners, and acted under the inspection and direction of their brethren; but in their 30th year they were compleatly admitted to a full discharge of their whole office. But David, being a prophet, and particularly directed by God in the affairs of the temple, made a change in this matter, because the magnificence of the temple, and the great multitude of sacred utensils and sacrifices, required a greater number of attendants than formerly was necessary. Until fifty - When they were exempted from the toilsome work of carrying burdens, but not discharged from the honourable and easy work done within the tabernacle, Числ 8:26.All that enter - That is, that do and may enter, having no defect, nor other impediment.
4:5 They shall take down - For upon this necessary occasion the inferior priests are allowed to come into the holy of holies, which otherwise was peculiar to the high - priest. The covering veil - The second veil, wherewith the ark was covered while the tabernacle stood, Исх 40:3.Cover the ark - Because the Levites, who were to carry the ark, might neither see, nor immediately touch it.
4:6 Badgers - skins - Whereby the ark was secured from the injuries of the weather.
4:7 The dishes - Upon which the shew - bread was put. Continual bread - So called because it was continually to be there, even in the wilderness; where though they had only manna for themselves, yet they reserved corn for the weekly making of these loaves, which they might with no great difficulty procure from some of the people bordering upon the wilderness.
4:11 The golden altar - All covered with plates of gold.
4:12 The instruments of ministry - The sacred garments used by the priests in their holy ministrations. Cover them - All these coverings were designed,
4:13 The altar - Hence we may conclude, that they did offer sacrifices at other times, though not so constantly and diligently, as they did in Canaan. Moreover the taking away of the ashes only doth sufficiently imply that the fire was preserved, which as it came down from heaven, Лев 9:24. So it was by God's command to be continually fed, and keptburning, and therefore doubtless was put into some vessel, which might be either fastened to the altar and put within this covering, or carried by some person appointed thereunto.
4:15 Bear it - Upon their shoulders. Afterward the priests themselves, being multiplied, carried these things, though the Levites also were not excluded. They shall not touch - Before they are covered.
4:16 Eleazar - He himself is to carry these things, and not to commit them to the sons of Kohath. The oversight - The care that all the things above mentioned be carried by the persons and in the manner expressed.
4:18 Cut not off - Do not by your neglect provoke God to cut them off for touching the holy things.
4:19 To his service - To that which is peculiarly allotted to him, the services, and burdens being equally distributed among them.
4:25 The curtains - The curtains or covering of goats - hair. The tabernacle - The ten curtains which covered the boards of the tabernacle; for the boards themselves were carried by the Merarites. His covering - The covering of rams - skins which was put next over those ten curtains.
4:26 Which is round about - Which court compassed both the tabernacle and the altar.
4:28 Under the hand - Under his conduct and direction.
4:31 The sockets - Which were as the feet upon which the pillars stood.
4:32 Ye shall reckon - Every part and parcel shall be put in an inventory; which is required here rather than in the fore - going particulars; because these were much more numerous than the former; because being meaner things, they might otherwise have been neglected; and also to teach us, that God esteems nothing small in his service, and that he expects his will should be observed in the minutest circumstances. The death of the saints is represented us the taking down of the tabernacle. The immortal soul, like the most holy things, is first covered and taken away, carried by angels unseen, and care is taken also of the body, the skin and flesh, which are as the curtains, the bones and sinews, which are as the bars and pillars. None of these shall be lost. Commandment is given concerning the bones, a covenant made with the dust. They are in safe custody, and shall be produced in the great day, when this tabernacle shall be set up again, and these vile bodies made like the glorious body of Jesus Christ.
4:44 Three thousand - Here appears the wisdom of Divine Providence, that whereas in the Kohathites and Gershonites, whose burdens were fewer and easier, there were but about a third part of them fit for service; the Merarites, whose burdens were more and heavier, had above half of them fit for this work.