Bible-Center

Catholic lectionary for 12 June 2009

Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β, κεφαλίς 4,  στἰχοι 7-15

ἔχομεν δὲ τòν θησαυρòν του̃τον ἐν ὀστρακίνοις σκεύεσιν ἵνα ἡ ὑπερβολὴ τη̃ς δυνάμεως ἠ̨̃ του̃ θεου̃ καὶ μὴ ἐξ ἡμω̃ν
ἐν παντὶ θλιβόμενοι ἀλλ' οὐ στενοχωρούμενοι ἀπορούμενοι ἀλλ' οὐκ ἐξαπορούμενοι
διωκόμενοι ἀλλ' οὐκ ἐγκαταλειπόμενοι καταβαλλόμενοι ἀλλ' οὐκ ἀπολλύμενοι
10 πάντοτε τὴν νέκρωσιν του̃ ’Ιησου̃ ἐν τω̨̃ σώματι περιφέροντες ἵνα καὶ ἡ ζωὴ του̃ ’Ιησου̃ ἐν τω̨̃ σώματι ἡμω̃ν φανερωθη̨̃
11 ἀεὶ γὰρ ἡμει̃ς οἱ ζω̃ντες εἰς θάνατον παραδιδόμεθα διὰ ’Ιησου̃ν ἵνα καὶ ἡ ζωὴ του̃ ’Ιησου̃ φανερωθη̨̃ ἐν τη̨̃ θνητη̨̃ σαρκὶ ἡμω̃ν
12 ὥστε ὁ θάνατος ἐν ἡμι̃ν ἐνεργει̃ται ἡ δὲ ζωὴ ἐν ὑμι̃ν
13 ἔχοντες δὲ τò αὐτò πνευ̃μα τη̃ς πίστεως κατὰ τò γεγραμμένον ἐπίστευσα διò ἐλάλησα καὶ ἡμει̃ς πιστεύομεν διò καὶ λαλου̃μεν
14 εἰδότες ὅτι ὁ ἐγείρας τòν κύριον ’Ιησου̃ν καὶ ἡμα̃ς σὺν ’Ιησου̃ ἐγερει̃ καὶ παραστήσει σὺν ὑμι̃ν
15 τὰ γὰρ πάντα δι' ὑμα̃ς ἵνα ἡ χάρις πλεονάσασα διὰ τω̃ν πλειόνων τὴν εὐχαριστίαν περισσεύση̨ εἰς τὴν δόξαν του̃ θεου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 5,  στἰχοι 27-32

27 ἠκούσατε ὅτι ἐρρέθη οὐ μοιχεύσεις
28 ἐγὼ δὲ λέγω ὑμι̃ν ὅτι πα̃ς ὁ βλέπων γυναι̃κα πρòς τò ἐπιθυμη̃σαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τη̨̃ καρδία̨ αὐτου̃
29 εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιòς σκανδαλίζει σε ἔξελε αὐτòν καὶ βάλε ἀπò σου̃ συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τω̃ν μελω̃ν σου καὶ μὴ ὅλον τò σω̃μά σου βληθη̨̃ εἰς γέενναν
30 καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε ἔκκοψον αὐτὴν καὶ βάλε ἀπò σου̃ συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τω̃ν μελω̃ν σου καὶ μὴ ὅλον τò σω̃μά σου εἰς γέενναν ἀπέλθη̨
31 ἐρρέθη δέ ὃς ἂν ἀπολύση̨ τὴν γυναι̃κα αὐτου̃ δότω αὐτη̨̃ ἀποστάσιον
32 ἐγὼ δὲ λέγω ὑμι̃ν ὅτι πα̃ς ὁ ἀπολύων τὴν γυναι̃κα αὐτου̃ παρεκτòς λόγου πορνείας ποιει̃ αὐτὴν μοιχευθη̃ναι καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήση̨ μοιχα̃ται
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.