Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 2

ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Ισραηλ Ρουβην Συμεων Λευι Ιουδα Ισσαχαρ Ζαβουλων
Δαν Ιωσηφ Βενιαμιν Νεφθαλι Γαδ Ασηρ
υἱοὶ Ιουδα Ηρ Αυναν Σηλων τρει̃ς ἐγεννήθησαν αὐτω̨̃ ἐκ τη̃ς θυγατρὸς Σαυας τη̃ς Χαναανίτιδος καὶ ἠ̃ν Ηρ ὁ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου καὶ ἀπέκτεινεν αὐτόν
καὶ Θαμαρ ἡ νύμφη αὐτου̃ ἔτεκεν αὐτω̨̃ τὸν Φαρες καὶ τὸν Ζαρα πάντες υἱοὶ Ιουδα πέντε
υἱοὶ Φαρες Αρσων καὶ Ιεμουηλ
καὶ υἱοὶ Ζαρα Ζαμβρι καὶ Αιθαν καὶ Αιμαν καὶ Χαλχαλ καὶ Δαρα πάντες πέντε
καὶ υἱοὶ Χαρμι Αχαρ ὁ ἐμποδοστάτης Ισραηλ ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα
καὶ υἱοὶ Αιθαν Αζαρια
καὶ υἱοὶ Εσερων οἳ ἐτέχθησαν αὐτω̨̃ ὁ Ιραμεηλ καὶ ὁ Ραμ καὶ ὁ Χαλεβ καὶ Αραμ
10 καὶ Αραμ ἐγέννησεν τὸν Αμιναδαβ καὶ Αμιναδαβ ἐγέννησεν τὸν Ναασσων ἄρχοντα του̃ οἴκου Ιουδα
11 καὶ Ναασσων ἐγέννησεν τὸν Σαλμων καὶ Σαλμων ἐγέννησεν τὸν Βοος
12 καὶ Βοος ἐγέννησεν τὸν Ωβηδ καὶ Ωβηδ ἐγέννησεν τὸν Ιεσσαι
13 καὶ Ιεσσαι ἐγέννησεν τὸν πρωτότοκον αὐτου̃ Ελιαβ Αμιναδαβ ὁ δεύτερος Σαμαα ὁ τρίτος
14 Ναθαναηλ ὁ τέταρτος Ραδδαι ὁ πέμπτος
15 Ασομ ὁ ἕκτος Δαυιδ ὁ ἕβδομος
16 καὶ ἀδελφὴ αὐτω̃ν Σαρουια καὶ Αβιγαια καὶ υἱοὶ Σαρουια Αβεσσα καὶ Ιωαβ καὶ Ασαηλ τρει̃ς
17 καὶ Αβιγαια ἐγέννησεν τὸν Αμεσσα καὶ πατὴρ Αμεσσα Ιοθορ ὁ Ισμαηλίτης
18 καὶ Χαλεβ υἱὸς Εσερων ἐγέννησεν τὴν Γαζουβα γυναι̃κα καὶ τὴν Ιεριωθ καὶ οὑ̃τοι υἱοὶ αὐτη̃ς Ιωασαρ καὶ Σωβαβ καὶ Ορνα
19 καὶ ἀπέθανεν Γαζουβα καὶ ἔλαβεν ἑαυτω̨̃ Χαλεβ τὴν Εφραθ καὶ ἔτεκεν αὐτω̨̃ τὸν Ωρ
20 καὶ Ωρ ἐγέννησεν τὸν Ουρι καὶ Ουρι ἐγέννησεν τὸν Βεσελεηλ
21 καὶ μετὰ ταυ̃τα εἰση̃λθεν Εσερων πρὸς τὴν θυγατέρα Μαχιρ πατρὸς Γαλααδ καὶ οὑ̃τος ἔλαβεν αὐτήν καὶ αὐτὸς ἑξήκοντα ἠ̃ν ἐτω̃ν καὶ ἔτεκεν αὐτω̨̃ τὸν Σεγουβ
22 καὶ Σεγουβ ἐγέννησεν τὸν Ιαϊρ καὶ ἠ̃σαν αὐτω̨̃ εἴκοσι τρει̃ς πόλεις ἐν τη̨̃ Γαλααδ
23 καὶ ἔλαβεν Γεδσουρ καὶ Αραμ τὰς κώμας Ιαϊρ ἐξ αὐτω̃ν τὴν Καναθ καὶ τὰς κώμας αὐτη̃ς ἑξήκοντα πόλεις πα̃σαι αὑ̃ται υἱω̃ν Μαχιρ πατρὸς Γαλααδ
24 καὶ μετὰ τὸ ἀποθανει̃ν Εσερων ἠ̃λθεν Χαλεβ εἰς Εφραθα καὶ ἡ γυνὴ Εσερων Αβια καὶ ἔτεκεν αὐτω̨̃ τὸν Ασχωδ πατέρα Θεκωε
25 καὶ ἠ̃σαν υἱοὶ Ιερεμεηλ πρωτοτόκου Εσερων ὁ πρωτότοκος Ραμ καὶ Βαανα καὶ Αραν καὶ Ασομ ἀδελφὸς αὐτου̃
26 καὶ ἠ̃ν γυνὴ ἑτέρα τω̨̃ Ιερεμεηλ καὶ ὄνομα αὐτη̨̃ Αταρα αὕτη ἐστὶν μήτηρ Οζομ
27 καὶ ἠ̃σαν υἱοὶ Ραμ πρωτοτόκου Ιερεμεηλ Μαας καὶ Ιαμιν καὶ Ακορ
28 καὶ ἠ̃σαν υἱοὶ Οζομ Σαμαι καὶ Ιαδαε καὶ υἱοὶ Σαμαι Ναδαβ καὶ Αβισουρ
29 καὶ ὄνομα τη̃ς γυναικὸς Αβισουρ Αβιχαιλ καὶ ἔτεκεν αὐτω̨̃ τὸν Αχαβαρ καὶ τὸν Μωλιδ
30 υἱοὶ Ναδαβ Σαλαδ καὶ Αφφαιμ καὶ ἀπέθανεν Σαλαδ οὐκ ἔχων τέκνα
31 καὶ υἱοὶ Αφφαιμ Ισεμιηλ καὶ υἱοὶ Ισεμιηλ Σωσαν καὶ υἱοὶ Σωσαν Αχλαι
32 καὶ υἱοὶ Ιαδαε Αχισαμαι Ιεθερ Ιωναθαν καὶ ἀπέθανεν Ιεθερ οὐκ ἔχων τέκνα
33 καὶ υἱοὶ Ιωναθαν Φαλεθ καὶ Οζαζα οὑ̃τοι ἠ̃σαν υἱοὶ Ιερεμεηλ
34 καὶ οὐκ ἠ̃σαν τω̨̃ Σωσαν υἱοί ἀλλ' ἢ θυγατέρες καὶ τω̨̃ Σωσαν παι̃ς Αἰγύπτιος καὶ ὄνομα αὐτω̨̃ Ιωχηλ
35 καὶ ἔδωκεν Σωσαν τὴν θυγατέρα αὐτου̃ τω̨̃ Ιωχηλ παιδὶ αὐτου̃ εἰς γυναι̃κα καὶ ἔτεκεν αὐτω̨̃ τὸν Εθθι
36 καὶ Εθθι ἐγέννησεν τὸν Ναθαν καὶ Ναθαν ἐγέννησεν τὸν Ζαβεδ
37 καὶ Ζαβεδ ἐγέννησεν τὸν Αφαληλ καὶ Αφαληλ ἐγέννησεν τὸν Ωβηδ
38 καὶ Ωβηδ ἐγέννησεν τὸν Ιηου καὶ Ιηου ἐγέννησεν τὸν Αζαριαν
39 καὶ Αζαριας ἐγέννησεν τὸν Χελλης καὶ Χελλης ἐγέννησεν τὸν Ελεασα
40 καὶ Ελεασα ἐγέννησεν τὸν Σοσομαι καὶ Σοσομαι ἐγέννησεν τὸν Σαλουμ
41 καὶ Σαλουμ ἐγέννησεν τὸν Ιεχεμιαν καὶ Ιεχεμιας ἐγέννησεν τὸν Ελισαμα
42 καὶ υἱοὶ Χαλεβ ἀδελφου̃ Ιερεμεηλ Μαρισα ὁ πρωτότοκος αὐτου̃ οὑ̃τος πατὴρ Ζιφ καὶ υἱοὶ Μαρισα πατρὸς Χεβρων
43 καὶ υἱοὶ Χεβρων Κορε καὶ Θαπους καὶ Ρεκομ καὶ Σεμαα
44 καὶ Σεμαα ἐγέννησεν τὸν Ραεμ πατέρα Ιερκααν καὶ Ιερκααν ἐγέννησεν τὸν Σαμαι
45 καὶ υἱὸς αὐτου̃ Μαων καὶ Μαων πατὴρ Βαιθσουρ
46 καὶ Γαιφα ἡ παλλακὴ Χαλεβ ἐγέννησεν τὸν Αρραν καὶ τὸν Μωσα καὶ τὸν Γεζουε καὶ Αρραν ἐγέννησεν τὸν Γεζουε
47 καὶ υἱοὶ Ιαδαι Ραγεμ καὶ Ιωαθαμ καὶ Γηρσωμ καὶ Φαλετ καὶ Γαιφα καὶ Σαγαφ
48 καὶ ἡ παλλακὴ Χαλεβ Μωχα ἐγέννησεν τὸν Σαβερ καὶ τὸν Θαρχνα
49 καὶ ἐγέννησεν Σαγαφ πατέρα Μαρμηνα καὶ τὸν Σαου πατέρα Μαχαβηνα καὶ πατέρα Γαιβαα καὶ θυγάτηρ Χαλεβ Ασχα
50 οὑ̃τοι ἠ̃σαν υἱοὶ Χαλεβ υἱοὶ Ωρ πρωτοτόκου Εφραθα Σωβαλ πατὴρ Καριαθιαριμ
51 Σαλωμων πατὴρ Βαιθλαεμ Αριμ πατὴρ Βαιθγεδωρ
52 καὶ ἠ̃σαν υἱοὶ τω̨̃ Σωβαλ πατρὶ Καριαθιαριμ Αραα Εσι Αμμανιθ
53 Εμοσφεως πόλις Ιαϊρ Αιθαλιμ καὶ Μιφιθιμ καὶ Ησαμαθιμ καὶ Ημασαραϊμ ἐκ τούτων ἐξήλθοσαν οἱ Σαραθαι̃οι καὶ οἱ Εσθαωλαι̃οι
54 υἱοὶ Σαλωμων Βαιθλαεμ Νετωφαθι Αταρωθ οἴκου Ιωαβ καὶ ἥμισυ τη̃ς Μαναθι Ησαρεϊ
55 πατριαὶ γραμματέων κατοικου̃ντες Ιαβες Θαργαθιιμ Σαμαθιιμ Σωκαθιιμ οὑ̃τοι οἱ Κιναι̃οι οἱ ἐλθόντες ἐκ Μεσημα πατρὸς οἴκου Ρηχαβ
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.