1 καὶ τοι̃ς υἱοι̃ς Ααρων διαιρέσεις υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ Ελεαζαρ καὶ Ιθαμαρ |
2 καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐναντίον του̃ πατρὸς αὐτω̃ν καὶ υἱοὶ οὐκ ἠ̃σαν αὐτοι̃ς καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ υἱοὶ Ααρων |
3 καὶ διει̃λεν αὐτοὺς Δαυιδ καὶ Σαδωκ ἐκ τω̃ν υἱω̃ν Ελεαζαρ καὶ Αχιμελεχ ἐκ τω̃ν υἱω̃ν Ιθαμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτω̃ν κατὰ τὴν λειτουργίαν αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν |
4 καὶ εὑρέθησαν υἱοὶ Ελεαζαρ πλείους εἰς ἄρχοντας τω̃ν δυνατω̃ν παρὰ τοὺς υἱοὺς Ιθαμαρ καὶ διει̃λεν αὐτούς τοι̃ς υἱοι̃ς Ελεαζαρ ἄρχοντας εἰς οἴκους πατριω̃ν ἓξ καὶ δέκα καὶ τοι̃ς υἱοι̃ς Ιθαμαρ ὀκτὼ κατ' οἴκους πατριω̃ν |
5 καὶ διει̃λεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους ὅτι ἠ̃σαν ἄρχοντες τω̃ν ἁγίων καὶ ἄρχοντες κυρίου ἐν τοι̃ς υἱοι̃ς Ελεαζαρ καὶ ἐν τοι̃ς υἱοι̃ς Ιθαμαρ |
6 καὶ ἔγραψεν αὐτοὺς Σαμαιας υἱὸς Ναθαναηλ ὁ γραμματεὺς ἐκ του̃ Λευι κατέναντι του̃ βασιλέως καὶ τω̃ν ἀρχόντων καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ καὶ ἄρχοντες τω̃ν πατριω̃ν τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν οἴκου πατρια̃ς εἱ̃ς εἱ̃ς τω̨̃ Ελεαζαρ καὶ εἱ̃ς εἱ̃ς τω̨̃ Ιθαμαρ |
7 καὶ ἐξη̃λθεν ὁ κλη̃ρος ὁ πρω̃τος τω̨̃ Ιαριβ τω̨̃ Ιδεϊα ὁ δεύτερος |
8 τω̨̃ Χαρημ ὁ τρίτος τω̨̃ Σεωριμ ὁ τέταρτος |
9 τω̨̃ Μελχια ὁ πέμπτος τω̨̃ Μιαμιν ὁ ἕκτος |
10 τω̨̃ Κως ὁ ἕβδομος τω̨̃ Αβια ὁ ὄγδοος |
11 τω̨̃ 'Ιησου̃ ὁ ἔνατος τω̨̃ Σεχενια ὁ δέκατος |
12 τω̨̃ Ελιασιβ ὁ ἑνδέκατος τω̨̃ Ιακιμ ὁ δωδέκατος |
13 τω̨̃ Οχχοφφα ὁ τρισκαιδέκατος τω̨̃ Ισβααλ ὁ τεσσαρεσκαιδέκατος |
14 τω̨̃ Βελγα ὁ πεντεκαιδέκατος τω̨̃ Εμμηρ ὁ ἑκκαιδέκατος |
15 τω̨̃ Χηζιρ ὁ ἑπτακαιδέκατος τω̨̃ Αφεσση ὁ ὀκτωκαιδέκατος |
16 τω̨̃ Φεταια ὁ ἐννεακαιδέκατος τω̨̃ Εζεκηλ ὁ εἰκοστός |
17 τω̨̃ Ιαχιν ὁ εἱ̃ς καὶ εἰκοστός τω̨̃ Γαμουλ ὁ δεύτερος καὶ εἰκοστός |
18 τω̨̃ Δαλαια ὁ τρίτος καὶ εἰκοστός τω̨̃ Μαασαι ὁ τέταρτος καὶ εἰκοστός |
19 αὕτη ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ τὴν λειτουργίαν αὐτω̃ν του̃ εἰσπορεύεσθαι εἰς οἰ̃κον κυρίου κατὰ τὴν κρίσιν αὐτω̃ν διὰ χειρὸς Ααρων πατρὸς αὐτω̃ν ὡς ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ |
20 καὶ τοι̃ς υἱοι̃ς Λευι τοι̃ς καταλοίποις τοι̃ς υἱοι̃ς Αμβραμ Σουβαηλ τοι̃ς υἱοι̃ς Σουβαηλ Ιαδια |
21 τω̨̃ Ρααβια ὁ ἄρχων Ιεσιας |
22 καὶ τω̨̃ Ισσαρι Σαλωμωθ τοι̃ς υἱοι̃ς Σαλωμωθ Ιαθ |
23 υἱοὶ Ιεδιου Αμαδια ὁ δεύτερος Ιαζιηλ ὁ τρίτος Ιοκομ ὁ τέταρτος |
24 υἱοὶ Οζιηλ Μιχα υἱοὶ Μιχα Σαμηρ |
25 ἀδελφὸς Μιχα Ισια υἱοὶ Ισια Ζαχαρια |
26 υἱοὶ Μεραρι Μοολι καὶ Μουσι υἱοὶ Οζια υἱοὶ Βοννι |
27 υἱοὶ Μεραρι τω̨̃ Οζια υἱοὶ αὐτου̃ Ισοαμ καὶ Ζακχουρ καὶ Αβδι |
28 τω̨̃ Μοολι Ελεαζαρ καὶ Ιθαμαρ καὶ ἀπέθανεν Ελεαζαρ καὶ οὐκ ἠ̃σαν αὐτω̨̃ υἱοί |
29 τω̨̃ Κις υἱοὶ του̃ Κις Ιραμαηλ |
30 καὶ υἱοὶ του̃ Μουσι Μοολι καὶ Εδερ καὶ Ιαριμωθ οὑ̃τοι υἱοὶ τω̃ν Λευιτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν |
31 καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτω̃ν υἱοὶ Ααρων ἐναντίον του̃ βασιλέως καὶ Σαδωκ καὶ Αχιμελεχ καὶ ἀρχόντων πατριω̃ν τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν πατριάρχαι αρααβ καθὼς οἱ ἀδελφοὶ αὐτου̃ οἱ νεώτεροι |