1 καὶ ἐξεκκλησίασεν Δαυιδ πάντας τοὺς ἄρχοντας Ισραηλ ἄρχοντας τω̃ν κριτω̃ν καὶ τοὺς ἄρχοντας τω̃ν ἐφημεριω̃ν τω̃ν περὶ τὸ σω̃μα του̃ βασιλέως καὶ ἄρχοντας τω̃ν χιλιάδων καὶ τω̃ν ἑκατοντάδων καὶ τοὺς γαζοφύλακας καὶ τοὺς ἐπὶ τω̃ν ὑπαρχόντων αὐτου̃ καὶ τοὺς δυνάστας καὶ τοὺς μαχητὰς τη̃ς στρατια̃ς ἐν Ιερουσαλημ |
2 καὶ ἔστη Δαυιδ ἐν μέσω̨ τη̃ς ἐκκλησίας καὶ εἰ̃πεν ἀκούσατέ μου ἀδελφοὶ καὶ λαός μου ἐμοὶ ἐγένετο ἐπὶ καρδίαν οἰκοδομη̃σαι οἰ̃κον ἀναπαύσεως τη̃ς κιβωτου̃ διαθήκης κυρίου καὶ στάσιν ποδω̃ν κυρίου ἡμω̃ν καὶ ἡτοίμασα τὰ εἰς τὴν κατασκήνωσιν ἐπιτήδεια |
3 καὶ ὁ θεὸς εἰ̃πεν οὐκ οἰκοδομήσεις ἐμοὶ οἰ̃κον του̃ ἐπονομάσαι τὸ ὄνομά μου ἐπ' αὐτω̨̃ ὅτι ἄνθρωπος πολεμιστὴς εἰ̃ σὺ καὶ αἵματα ἐξέχεας |
4 καὶ ἐξελέξατο κύριος ὁ θεὸς Ισραηλ ἐν ἐμοὶ ἀπὸ παντὸς οἴκου πατρός μου εἰ̃ναι βασιλέα ἐπὶ Ισραηλ εἰς τὸν αἰω̃να καὶ ἐν Ιουδα ἡ̨ρέτικεν τὸ βασίλειον καὶ ἐξ οἴκου Ιουδα τὸν οἰ̃κον του̃ πατρός μου καὶ ἐν τοι̃ς υἱοι̃ς του̃ πατρός μου ἐν ἐμοὶ ἠθέλησεν του̃ γενέσθαι με βασιλέα ἐπὶ τω̨̃ παντὶ Ισραηλ |
5 καὶ ἀπὸ πάντων τω̃ν υἱω̃ν μου ὅτι πολλοὺς υἱοὺς ἔδωκέν μοι κύριος ἐξελέξατο ἐν Σαλωμων τω̨̃ υἱω̨̃ μου καθίσαι αὐτὸν ἐπὶ θρόνου βασιλείας κυρίου ἐπὶ τὸν Ισραηλ |
6 καὶ εἰ̃πέν μοι ὁ θεός Σαλωμων ὁ υἱός σου οἰκοδομήσει τὸν οἰ̃κόν μου καὶ τὴν αὐλήν μου ὅτι ἡ̨ρέτικα ἐν αὐτω̨̃ εἰ̃ναί μου υἱόν κἀγὼ ἔσομαι αὐτω̨̃ εἰς πατέρα |
7 καὶ κατορθώσω τὴν βασιλείαν αὐτου̃ ἕως αἰω̃νος ἐὰν ἰσχύση̨ του̃ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ κρίματά μου ὡς ἡ ἡμέρα αὕτη |
8 καὶ νυ̃ν κατὰ πρόσωπον πάσης ἐκκλησίας κυρίου καὶ ἐν ὠσὶν θεου̃ ἡμω̃ν φυλάξασθε καὶ ζητήσατε πάσας τὰς ἐντολὰς κυρίου του̃ θεου̃ ἡμω̃ν ἵνα κληρονομήσητε τὴν γη̃ν τὴν ἀγαθὴν καὶ κατακληρονομήσητε τοι̃ς υἱοι̃ς ὑμω̃ν μεθ' ὑμα̃ς ἕως αἰω̃νος |
9 καὶ νυ̃ν Σαλωμων υἱέ μου γνω̃θι τὸν θεὸν τω̃ν πατέρων σου καὶ δούλευε αὐτω̨̃ ἐν καρδία̨ τελεία̨ καὶ ψυχη̨̃ θελούση̨ ὅτι πάσας καρδίας ἐτάζει κύριος καὶ πα̃ν ἐνθύμημα γιγνώσκει ἐὰν ζητήση̨ς αὐτόν εὑρεθήσεταί σοι καὶ ἐὰν καταλείψη̨ς αὐτόν καταλείψει σε εἰς τέλος |
10 ἰδὲ τοίνυν ὅτι κύριος ἡ̨ρέτικέν σε οἰκοδομη̃σαι αὐτω̨̃ οἰ̃κον εἰς ἁγίασμα ἴσχυε καὶ ποίει |
11 καὶ ἔδωκεν Δαυιδ Σαλωμων τω̨̃ υἱω̨̃ αὐτου̃ τὸ παράδειγμα του̃ ναου̃ καὶ τω̃ν οἴκων αὐτου̃ καὶ τω̃ν ζακχω αὐτου̃ καὶ τω̃ν ὑπερώ̨ων καὶ τω̃ν ἀποθηκω̃ν τω̃ν ἐσωτέρων καὶ του̃ οἴκου του̃ ἐξιλασμου̃ |
12 καὶ τὸ παράδειγμα ὃ εἰ̃χεν ἐν πνεύματι αὐτου̃ τω̃ν αὐλω̃ν οἴκου κυρίου καὶ πάντων τω̃ν παστοφορίων τω̃ν κύκλω̨ τω̃ν εἰς τὰς ἀποθήκας οἴκου κυρίου καὶ τω̃ν ἀποθηκω̃ν τω̃ν ἁγίων |
13 καὶ τω̃ν καταλυμάτων τω̃ν ἐφημεριω̃ν τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν εἰς πα̃σαν ἐργασίαν λειτουργίας οἴκου κυρίου καὶ τω̃ν ἀποθηκω̃ν τω̃ν λειτουργησίμων σκευω̃ν τη̃ς λατρείας οἴκου κυρίου |
14 καὶ τὸν σταθμὸν τη̃ς ὁλκη̃ς αὐτω̃ν τω̃ν τε χρυσω̃ν καὶ ἀργυρω̃ν |
15 λυχνιω̃ν τὴν ὁλκὴν ἔδωκεν αὐτω̨̃ καὶ τω̃ν λύχνων |
16 ἔδωκεν αὐτω̨̃ ὁμοίως τὸν σταθμὸν τω̃ν τραπεζω̃ν τη̃ς προθέσεως ἑκάστης τραπέζης χρυση̃ς καὶ ὡσαύτως τω̃ν ἀργυρω̃ν |
17 καὶ τω̃ν κρεαγρω̃ν καὶ σπονδείων καὶ τω̃ν φιαλω̃ν τω̃ν χρυσω̃ν καὶ τὸν σταθμὸν τω̃ν χρυσω̃ν καὶ τω̃ν ἀργυρω̃ν κεφφουρε ἑκάστου σταθμου̃ |
18 καὶ τὸν του̃ θυσιαστηρίου τω̃ν θυμιαμάτων ἐκ χρυσίου δοκίμου σταθμὸν ὑπέδειξεν αὐτω̨̃ καὶ τὸ παράδειγμα του̃ ἅρματος τω̃ν χερουβιν τω̃ν διαπεπετασμένων ται̃ς πτέρυξιν καὶ σκιαζόντων ἐπὶ τη̃ς κιβωτου̃ διαθήκης κυρίου |
19 πάντα ἐν γραφη̨̃ χειρὸς κυρίου ἔδωκεν Δαυιδ Σαλωμων κατὰ τὴν περιγενηθει̃σαν αὐτω̨̃ σύνεσιν τη̃ς κατεργασίας του̃ παραδείγματος |
20 καὶ εἰ̃πεν Δαυιδ Σαλωμων τω̨̃ υἱω̨̃ αὐτου̃ ἴσχυε καὶ ἀνδρίζου καὶ ποίει μὴ φοβου̃ μηδὲ πτοηθη̨̃ς ὅτι κύριος ὁ θεός μου μετὰ σου̃ οὐκ ἀνήσει σε καὶ οὐ μή σε ἐγκαταλίπη̨ ἕως του̃ συντελέσαι σε πα̃σαν ἐργασίαν λειτουργίας οἴκου κυρίου |
21 καὶ ἰδοὺ αἱ ἐφημερίαι τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν εἰς πα̃σαν λειτουργίαν οἴκου του̃ θεου̃ καὶ μετὰ σου̃ ἐν πάση̨ πραγματεία̨ καὶ πα̃ς πρόθυμος ἐν σοφία̨ κατὰ πα̃σαν τέχνην καὶ οἱ ἄρχοντες καὶ πα̃ς ὁ λαὸς εἰς πάντας τοὺς λόγους σου |