1 περὶ δὲ τη̃ς λογείας τη̃ς εἰς τοὺς ἁγίους ὥσπερ διέταξα ται̃ς ἐκκλησίαις τη̃ς Γαλατίας οὕτως καὶ ὑμει̃ς ποιήσατε |
2 κατὰ μίαν σαββάτου ἕκαστος ὑμω̃ν παρ' ἑαυτω̨̃ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδω̃ται ἵνα μὴ ὅταν ἔλθω τότε λογει̃αι γίνωνται |
3 ὅταν δὲ παραγένωμαι οὓς ἐὰν δοκιμάσητε δι' ἐπιστολω̃ν τούτους πέμψω ἀπενεγκει̃ν τὴν χάριν ὑμω̃ν εἰς ’Ιερουσαλήμ |
4 ἐὰν δὲ ἄξιον ἠ̨̃ του̃ κἀμὲ πορεύεσθαι σὺν ἐμοὶ πορεύσονται |
5 ἐλεύσομαι δὲ πρòς ὑμα̃ς ὅταν Μακεδονίαν διέλθω Μακεδονίαν γὰρ διέρχομαι |
6 πρòς ὑμα̃ς δὲ τυχòν παραμενω̃ ἢ καὶ παραχειμάσω ἵνα ὑμει̃ς με προπέμψητε οὑ̃ ἐὰν πορεύωμαι |
7 οὐ θέλω γὰρ ὑμα̃ς ἄρτι ἐν παρόδω̨ ἰδει̃ν ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμει̃ναι πρòς ὑμα̃ς ἐὰν ὁ κύριος ἐπιτρέψη̨ |
8 ἐπιμενω̃ δὲ ἐν ’Εφέσω̨ ἕως τη̃ς πεντηκοστη̃ς |
9 θύρα γάρ μοι ἀνέω̨γεν μεγάλη καὶ ἐνεργής καὶ ἀντικείμενοι πολλοί |
10 ἐὰν δὲ ἔλθη̨ Τιμόθεος βλέπετε ἵνα ἀφόβως γένηται πρòς ὑμα̃ς τò γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ |
11 μή τις οὐ̃ν αὐτòν ἐξουθενήση̨ προπέμψατε δὲ αὐτòν ἐν εἰρήνη̨ ἵνα ἔλθη̨ πρός με ἐκδέχομαι γὰρ αὐτòν μετὰ τω̃ν ἀδελφω̃ν |
12 περὶ δὲ ’Απολλω̃ του̃ ἀδελφου̃ πολλὰ παρεκάλεσα αὐτòν ἵνα ἔλθη̨ πρòς ὑμα̃ς μετὰ τω̃ν ἀδελφω̃ν καὶ πάντως οὐκ ἠ̃ν θέλημα ἵνα νυ̃ν ἔλθη̨ ἐλεύσεται δὲ ὅταν εὐκαιρήση̨ |
13 γρηγορει̃τε στήκετε ἐν τη̨̃ πίστει ἀνδρίζεσθε κραταιου̃σθε |
14 πάντα ὑμω̃ν ἐν ἀγάπη̨ γινέσθω |
15 παρακαλω̃ δὲ ὑμα̃ς ἀδελφοί οἴδατε τὴν οἰκίαν Στεφανα̃ ὅτι ἐστὶν ἀπαρχὴ τη̃ς ’Αχαΐας καὶ εἰς διακονίαν τοι̃ς ἁγίοις ἔταξαν ἑαυτούς |
16 ἵνα καὶ ὑμει̃ς ὑποτάσσησθε τοι̃ς τοιούτοις καὶ παντὶ τω̨̃ συνεργου̃ντι καὶ κοπιω̃ντι |
17 χαίρω δὲ ἐπὶ τη̨̃ παρουσία̨ Στεφανα̃ καὶ Φορτουνάτου καὶ ’Αχαϊκου̃ ὅτι τò ὑμέτερον ὑστέρημα οὑ̃τοι ἀνεπλήρωσαν |
18 ἀνέπαυσαν γὰρ τò ἐμòν πνευ̃μα καὶ τò ὑμω̃ν ἐπιγινώσκετε οὐ̃ν τοὺς τοιούτους |
19 ἀσπάζονται ὑμα̃ς αἱ ἐκκλησίαι τη̃ς ’Ασίας ἀσπάζεται ὑμα̃ς ἐν κυρίω̨ πολλὰ ’Ακύλας καὶ Πρίσκα σὺν τη̨̃ κατ' οἰ̃κον αὐτω̃ν ἐκκλησία̨ |
20 ἀσπάζονται ὑμα̃ς οἱ ἀδελφοὶ πάντες ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίω̨ |
21 ὁ ἀσπασμòς τη̨̃ ἐμη̨̃ χειρὶ Παύλου |
22 εἴ τις οὐ φιλει̃ τòν κύριον ἤτω ἀνάθεμα μαραϜ άθα̃ |
23 ἡ χάρις του̃ κυρίου ’Ιησου̃ μεθ' ὑμω̃ν |
24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμω̃ν ἐν Χριστω̨̃ ’Ιησου̃ |