ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α,
κεφαλίς 5,
στἰχοι 9-13
9 ἔγραψα ὑμι̃ν ἐν τη̨̃ ἐπιστολη̨̃ μὴ συναναμίγνυσθαι πόρνοις |
10 οὐ πάντως τοι̃ς πόρνοις του̃ κόσμου τούτου ἢ τοι̃ς πλεονέκταις καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις ἐπεὶ ὠφείλετε ἄρα ἐκ του̃ κόσμου ἐξελθει̃ν |
11 νυ̃ν δὲ ἔγραψα ὑμι̃ν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφòς ὀνομαζόμενος ἠ̨̃ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ τω̨̃ τοιούτω̨ μηδὲ συνεσθίειν |
12 τί γάρ μοι τοὺς ἔξω κρίνειν οὐχὶ τοὺς ἔσω ὑμει̃ς κρίνετε |
13 τοὺς δὲ ἔξω ὁ θεòς κρινει̃ ἐξάρατε τòν πονηρòν ἐξ ὑμω̃ν αὐτω̃ν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.