Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 1

ἄνθρωπος ἠ̃ν ἐξ Αρμαθαιμ Σιφα ἐξ ὄρους Εφραιμ καὶ ὄνομα αὐτω̨̃ Ελκανα υἱὸς Ιερεμεηλ υἱου̃ Ηλιου υἱου̃ Θοκε ἐν Νασιβ Εφραιμ
καὶ τούτω̨ δύο γυναι̃κες ὄνομα τη̨̃ μια̨̃ Αννα καὶ ὄνομα τη̨̃ δευτέρα̨ Φεννανα καὶ ἠ̃ν τη̨̃ Φεννανα παιδία καὶ τη̨̃ Αννα οὐκ ἠ̃ν παιδίον
καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερω̃ν εἰς ἡμέρας ἐκ πόλεως αὐτου̃ ἐξ Αρμαθαιμ προσκυνει̃ν καὶ θύειν τω̨̃ κυρίω̨ θεω̨̃ σαβαωθ εἰς Σηλω καὶ ἐκει̃ Ηλι καὶ οἱ δύο υἱοὶ αὐτου̃ Οφνι καὶ Φινεες ἱερει̃ς του̃ κυρίου
καὶ ἐγενήθη ἡμέρα̨ καὶ ἔθυσεν Ελκανα καὶ ἔδωκεν τη̨̃ Φεννανα γυναικὶ αὐτου̃ καὶ τοι̃ς υἱοι̃ς αὐτη̃ς καὶ ται̃ς θυγατράσιν αὐτη̃ς μερίδας
καὶ τη̨̃ Αννα ἔδωκεν μερίδα μίαν ὅτι οὐκ ἠ̃ν αὐτη̨̃ παιδίον πλὴν ὅτι τὴν Ανναν ἠγάπα Ελκανα ὑπὲρ ταύτην καὶ κύριος ἀπέκλεισεν τὰ περὶ τὴν μήτραν αὐτη̃ς
ὅτι οὐκ ἔδωκεν αὐτη̨̃ κύριος παιδίον κατὰ τὴν θλι̃ψιν αὐτη̃ς καὶ κατὰ τὴν ἀθυμίαν τη̃ς θλίψεως αὐτη̃ς καὶ ἠθύμει διὰ του̃το ὅτι συνέκλεισεν κύριος τὰ περὶ τὴν μήτραν αὐτη̃ς του̃ μὴ δου̃ναι αὐτη̨̃ παιδίον
οὕτως ἐποίει ἐνιαυτὸν κατ' ἐνιαυτὸν ἐν τω̨̃ ἀναβαίνειν αὐτὴν εἰς οἰ̃κον κυρίου καὶ ἠθύμει καὶ ἔκλαιεν καὶ οὐκ ἤσθιεν
καὶ εἰ̃πεν αὐτη̨̃ Ελκανα ὁ ἀνὴρ αὐτη̃ς Αννα καὶ εἰ̃πεν αὐτω̨̃ ἰδοὺ ἐγώ κύριε καὶ εἰ̃πεν αὐτη̨̃ τί ἐστίν σοι ὅτι κλαίεις καὶ ἵνα τί οὐκ ἐσθίεις καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα
καὶ ἀνέστη Αννα μετὰ τὸ φαγει̃ν αὐτοὺς ἐν Σηλω καὶ κατέστη ἐνώπιον κυρίου καὶ Ηλι ὁ ἱερεὺς ἐκάθητο ἐπὶ του̃ δίφρου ἐπὶ τω̃ν φλιω̃ν ναου̃ κυρίου
10 καὶ αὐτὴ κατώδυνος ψυχη̨̃ καὶ προσηύξατο πρὸς κύριον καὶ κλαίουσα ἔκλαυσεν
11 καὶ ηὔξατο εὐχὴν κυρίω̨ λέγουσα Αδωναι κύριε ελωαι σαβαωθ ἐὰν ἐπιβλέπων ἐπιβλέψη̨ς ἐπὶ τὴν ταπείνωσιν τη̃ς δούλης σου καὶ μνησθη̨̃ς μου καὶ δω̨̃ς τη̨̃ δούλη̨ σου σπέρμα ἀνδρω̃ν καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτου̃ καὶ οἰ̃νον καὶ μέθυσμα οὐ πίεται καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτου̃
12 καὶ ἐγενήθη ὅτε ἐπλήθυνεν προσευχομένη ἐνώπιον κυρίου καὶ Ηλι ὁ ἱερεὺς ἐφύλαξεν τὸ στόμα αὐτη̃ς
13 καὶ αὐτὴ ἐλάλει ἐν τη̨̃ καρδία̨ αὐτη̃ς καὶ τὰ χείλη αὐτη̃ς ἐκινει̃το καὶ φωνὴ αὐτη̃ς οὐκ ἠκούετο καὶ ἐλογίσατο αὐτὴν Ηλι εἰς μεθύουσαν
14 καὶ εἰ̃πεν αὐτη̨̃ τὸ παιδάριον Ηλι ἕως πότε μεθυσθήση̨ περιελου̃ τὸν οἰ̃νόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου
15 καὶ ἀπεκρίθη Αννα καὶ εἰ̃πεν οὐχί κύριε γυνή ἡ̨̃ σκληρὰ ἡμέρα ἐγώ εἰμι καὶ οἰ̃νον καὶ μέθυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον κυρίου
16 μὴ δω̨̃ς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νυ̃ν
17 καὶ ἀπεκρίθη Ηλι καὶ εἰ̃πεν αὐτη̨̃ πορεύου εἰς εἰρήνην ὁ θεὸς Ισραηλ δώ̨η σοι πα̃ν αἴτημά σου ὃ ἠ̨τήσω παρ' αὐτου̃
18 καὶ εἰ̃πεν εὑ̃ρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοι̃ς σου καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτη̃ς καὶ εἰση̃λθεν εἰς τὸ κατάλυμα αὐτη̃ς καὶ ἔφαγεν μετὰ του̃ ἀνδρὸς αὐτη̃ς καὶ ἔπιεν καὶ τὸ πρόσωπον αὐτη̃ς οὐ συνέπεσεν ἔτι
19 καὶ ὀρθρίζουσιν τὸ πρωὶ καὶ προσκυνου̃σιν τω̨̃ κυρίω̨ καὶ πορεύονται τὴν ὁδὸν αὐτω̃ν καὶ εἰση̃λθεν Ελκανα εἰς τὸν οἰ̃κον αὐτου̃ Αρμαθαιμ καὶ ἔγνω τὴν Ανναν γυναι̃κα αὐτου̃ καὶ ἐμνήσθη αὐτη̃ς κύριος
20 καὶ συνέλαβεν καὶ ἐγενήθη τω̨̃ καιρω̨̃ τω̃ν ἡμερω̃ν καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Σαμουηλ καὶ εἰ̃πεν ὅτι παρὰ κυρίου θεου̃ σαβαωθ ἠ̨τησάμην αὐτόν
21 καὶ ἀνέβη ὁ ἄνθρωπος Ελκανα καὶ πα̃ς ὁ οἰ̃κος αὐτου̃ θυ̃σαι ἐν Σηλωμ τὴν θυσίαν τω̃ν ἡμερω̃ν καὶ τὰς εὐχὰς αὐτου̃ καὶ πάσας τὰς δεκάτας τη̃ς γη̃ς αὐτου̃
22 καὶ Αννα οὐκ ἀνέβη μετ' αὐτου̃ ὅτι εἰ̃πεν τω̨̃ ἀνδρὶ αὐτη̃ς ἕως του̃ ἀναβη̃ναι τὸ παιδάριον ἐὰν ἀπογαλακτίσω αὐτό καὶ ὀφθήσεται τω̨̃ προσώπω̨ κυρίου καὶ καθήσεται ἐκει̃ ἕως αἰω̃νος
23 καὶ εἰ̃πεν αὐτη̨̃ Ελκανα ὁ ἀνὴρ αὐτη̃ς ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου κάθου ἕως ἂν ἀπογαλακτίση̨ς αὐτό ἀλλὰ στήσαι κύριος τὸ ἐξελθὸν ἐκ του̃ στόματός σου καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασεν τὸν υἱὸν αὐτη̃ς ἕως ἂν ἀπογαλακτίση̨ αὐτόν
24 καὶ ἀνέβη μετ' αὐτου̃ εἰς Σηλωμ ἐν μόσχω̨ τριετίζοντι καὶ ἄρτοις καὶ οιφι σεμιδάλεως καὶ νεβελ οἴνου καὶ εἰση̃λθεν εἰς οἰ̃κον κυρίου ἐν Σηλωμ καὶ τὸ παιδάριον μετ' αὐτω̃ν
25 καὶ προσήγαγον ἐνώπιον κυρίου καὶ ἔσφαξεν ὁ πατὴρ αὐτου̃ τὴν θυσίαν ἣν ἐποίει ἐξ ἡμερω̃ν εἰς ἡμέρας τω̨̃ κυρίω̨ καὶ προσήγαγεν τὸ παιδάριον καὶ ἔσφαξεν τὸν μόσχον καὶ προσήγαγεν Αννα ἡ μήτηρ του̃ παιδαρίου πρὸς Ηλι
26 καὶ εἰ̃πεν ἐν ἐμοί κύριε ζη̨̃ ἡ ψυχή σου ἐγὼ ἡ γυνὴ ἡ καταστα̃σα ἐνώπιόν σου ἐν τω̨̃ προσεύξασθαι πρὸς κύριον
27 ὑπὲρ του̃ παιδαρίου τούτου προσηυξάμην καὶ ἔδωκέν μοι κύριος τὸ αἴτημά μου ὃ ἠ̨τησάμην παρ' αὐτου̃
28 κἀγὼ κιχρω̃ αὐτὸν τω̨̃ κυρίω̨ πάσας τὰς ἡμέρας ἃς ζη̨̃ αὐτός χρη̃σιν τω̨̃ κυρίω̨

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 2

καὶ εἰ̃πεν ἐστερεώθη ἡ καρδία μου ἐν κυρίω̨ ὑψώθη κέρας μου ἐν θεω̨̃ μου ἐπλατύνθη ἐπὶ ἐχθροὺς τὸ στόμα μου εὐφράνθην ἐν σωτηρία̨ σου
ὅτι οὐκ ἔστιν ἅγιος ὡς κύριος καὶ οὐκ ἔστιν δίκαιος ὡς ὁ θεὸς ἡμω̃ν οὐκ ἔστιν ἅγιος πλὴν σου̃
μὴ καυχα̃σθε καὶ μὴ λαλει̃τε ὑψηλά μὴ ἐξελθάτω μεγαλορρημοσύνη ἐκ του̃ στόματος ὑμω̃ν ὅτι θεὸς γνώσεων κύριος καὶ θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτου̃
τόξον δυνατω̃ν ἠσθένησεν καὶ ἀσθενου̃ντες περιεζώσαντο δύναμιν
πλήρεις ἄρτων ἠλαττώθησαν καὶ οἱ πεινω̃ντες παρη̃καν γη̃ν ὅτι στει̃ρα ἔτεκεν ἑπτά καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν
κύριος θανατοι̃ καὶ ζωογονει̃ κατάγει εἰς ἅ̨δου καὶ ἀνάγει
κύριος πτωχίζει καὶ πλουτίζει ταπεινοι̃ καὶ ἀνυψοι̃
ἀνιστα̨̃ ἀπὸ γη̃ς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν καθίσαι μετὰ δυναστω̃ν λαω̃ν καὶ θρόνον δόξης κατακληρονομω̃ν αὐτοι̃ς
διδοὺς εὐχὴν τω̨̃ εὐχομένω̨ καὶ εὐλόγησεν ἔτη δικαίου ὅτι οὐκ ἐν ἰσχύι δυνατὸς ἀνήρ
10 κύριος ἀσθενη̃ ποιήσει ἀντίδικον αὐτου̃ κύριος ἅγιος μὴ καυχάσθω ὁ φρόνιμος ἐν τη̨̃ φρονήσει αὐτου̃ καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τη̨̃ δυνάμει αὐτου̃ καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τω̨̃ πλούτω̨ αὐτου̃ ἀλλ' ἢ ἐν τούτω̨ καυχάσθω ὁ καυχώμενος συνίειν καὶ γινώσκειν τὸν κύριον καὶ ποιει̃ν κρίμα καὶ δικαιοσύνην ἐν μέσω̨ τη̃ς γη̃ς κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν αὐτὸς κρινει̃ ἄκρα γη̃ς καὶ δίδωσιν ἰσχὺν τοι̃ς βασιλευ̃σιν ἡμω̃ν καὶ ὑψώσει κέρας χριστου̃ αὐτου̃
11 καὶ κατέλιπον αὐτὸν ἐκει̃ ἐνώπιον κυρίου καὶ ἀπη̃λθον εἰς Αρμαθαιμ καὶ τὸ παιδάριον ἠ̃ν λειτουργω̃ν τω̨̃ προσώπω̨ κυρίου ἐνώπιον Ηλι του̃ ἱερέως
12 καὶ οἱ υἱοὶ Ηλι του̃ ἱερέως υἱοὶ λοιμοὶ οὐκ εἰδότες τὸν κύριον
13 καὶ τὸ δικαίωμα του̃ ἱερέως παρὰ του̃ λαου̃ παντὸς του̃ θύοντος καὶ ἤρχετο τὸ παιδάριον του̃ ἱερέως ὡς ἂν ἡψήθη τὸ κρέας καὶ κρεάγρα τριόδους ἐν τη̨̃ χειρὶ αὐτου̃
14 καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν μέγαν ἢ εἰς τὸ χαλκίον ἢ εἰς τὴν κύθραν πα̃ν ὃ ἐὰν ἀνέβη ἐν τη̨̃ κρεάγρα̨ ἐλάμβανεν ἑαυτω̨̃ ὁ ἱερεύς κατὰ τάδε ἐποίουν παντὶ Ισραηλ τοι̃ς ἐρχομένοις θυ̃σαι κυρίω̨ ἐν Σηλωμ
15 καὶ πρὶν θυμιαθη̃ναι τὸ στέαρ ἤρχετο τὸ παιδάριον του̃ ἱερέως καὶ ἔλεγεν τω̨̃ ἀνδρὶ τω̨̃ θύοντι δὸς κρέας ὀπτη̃σαι τω̨̃ ἱερει̃ καὶ οὐ μὴ λάβω παρὰ σου̃ ἑφθὸν ἐκ του̃ λέβητος
16 καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων θυμιαθήτω πρω̃τον ὡς καθήκει τὸ στέαρ καὶ λαβὲ σεαυτω̨̃ ἐκ πάντων ὡ̃ν ἐπιθυμει̃ ἡ ψυχή σου καὶ εἰ̃πεν οὐχί ὅτι νυ̃ν δώσεις καὶ ἐὰν μή λήμψομαι κραταιω̃ς
17 καὶ ἠ̃ν ἡ ἁμαρτία τω̃ν παιδαρίων ἐνώπιον κυρίου μεγάλη σφόδρα ὅτι ἠθέτουν τὴν θυσίαν κυρίου
18 καὶ Σαμουηλ ἠ̃ν λειτουργω̃ν ἐνώπιον κυρίου παιδάριον περιεζωσμένον εφουδ βαρ
19 καὶ διπλοΐδα μικρὰν ἐποίησεν αὐτω̨̃ ἡ μήτηρ αὐτου̃ καὶ ἀνέφερεν αὐτω̨̃ ἐξ ἡμερω̃ν εἰς ἡμέρας ἐν τω̨̃ ἀναβαίνειν αὐτὴν μετὰ του̃ ἀνδρὸς αὐτη̃ς θυ̃σαι τὴν θυσίαν τω̃ν ἡμερω̃ν
20 καὶ εὐλόγησεν Ηλι τὸν Ελκανα καὶ τὴν γυναι̃κα αὐτου̃ λέγων ἀποτείσαι σοι κύριος σπέρμα ἐκ τη̃ς γυναικὸς ταύτης ἀντὶ του̃ χρέους οὑ̃ ἔχρησας τω̨̃ κυρίω̨ καὶ ἀπη̃λθεν ὁ ἄνθρωπος εἰς τὸν τόπον αὐτου̃
21 καὶ ἐπεσκέψατο κύριος τὴν Ανναν καὶ ἔτεκεν ἔτι τρει̃ς υἱοὺς καὶ δύο θυγατέρας καὶ ἐμεγαλύνθη τὸ παιδάριον Σαμουηλ ἐνώπιον κυρίου
22 καὶ Ηλι πρεσβύτης σφόδρα καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτου̃ τοι̃ς υἱοι̃ς Ισραηλ
23 καὶ εἰ̃πεν αὐτοι̃ς ἵνα τί ποιει̃τε κατὰ τὸ ῥη̃μα του̃το ὃ ἐγὼ ἀκούω ἐκ στόματος παντὸς του̃ λαου̃ κυρίου
24 μή τέκνα ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοή ἣν ἐγὼ ἀκούω μὴ ποιει̃τε οὕτως ὅτι οὐκ ἀγαθαὶ αἱ ἀκοαί ἃς ἐγὼ ἀκούω του̃ μὴ δουλεύειν λαὸν θεω̨̃
25 ἐὰν ἁμαρτάνων ἁμάρτη̨ ἀνὴρ εἰς ἄνδρα καὶ προσεύξονται ὑπὲρ αὐτου̃ πρὸς κύριον καὶ ἐὰν τω̨̃ κυρίω̨ ἁμάρτη̨ τίς προσεύξεται ὑπὲρ αὐτου̃ καὶ οὐκ ἤκουον τη̃ς φωνη̃ς του̃ πατρὸς αὐτω̃ν ὅτι βουλόμενος ἐβούλετο κύριος διαφθει̃ραι αὐτούς
26 καὶ τὸ παιδάριον Σαμουηλ ἐπορεύετο καὶ ἐμεγαλύνετο καὶ ἀγαθὸν καὶ μετὰ κυρίου καὶ μετὰ ἀνθρώπων
27 καὶ ἠ̃λθεν ἄνθρωπος θεου̃ πρὸς Ηλι καὶ εἰ̃πεν τάδε λέγει κύριος ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς οἰ̃κον πατρός σου ὄντων αὐτω̃ν ἐν γη̨̃ Αἰγύπτω̨ δούλων τω̨̃ οἴκω̨ Φαραω
28 καὶ ἐξελεξάμην τὸν οἰ̃κον του̃ πατρός σου ἐκ πάντων τω̃ν σκήπτρων Ισραηλ ἐμοὶ ἱερατεύειν καὶ ἀναβαίνειν ἐπὶ θυσιαστήριόν μου καὶ θυμια̃ν θυμίαμα καὶ αἴρειν εφουδ καὶ ἔδωκα τω̨̃ οἴκω̨ του̃ πατρός σου τὰ πάντα του̃ πυρὸς υἱω̃ν Ισραηλ εἰς βρω̃σιν
29 καὶ ἵνα τί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδει̃ ὀφθαλμω̨̃ καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογει̃σθαι ἀπαρχη̃ς πάσης θυσίας Ισραηλ ἔμπροσθέν μου
30 διὰ του̃το τάδε εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ εἰ̃πα ὁ οἰ̃κός σου καὶ ὁ οἰ̃κος του̃ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰω̃νος καὶ νυ̃ν φησιν κύριος μηδαμω̃ς ἐμοί ὅτι ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω καὶ ὁ ἐξουθενω̃ν με ἀτιμωθήσεται
31 ἰδοὺ ἡμέραι ἔρχονται καὶ ἐξολεθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου
32 καὶ οὐκ ἔσται σου πρεσβύτης ἐν οἴκω̨ μου πάσας τὰς ἡμέρας
33 καὶ ἄνδρα οὐκ ἐξολεθρεύσω σοι ἀπὸ του̃ θυσιαστηρίου μου ἐκλιπει̃ν τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ καταρρει̃ν τὴν ψυχὴν αὐτου̃ καὶ πα̃ς περισσεύων οἴκου σου πεσου̃νται ἐν ῥομφαία̨ ἀνδρω̃ν
34 καὶ του̃τό σοι τὸ σημει̃ον ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου τούτους Οφνι καὶ Φινεες ἐν ἡμέρα̨ μια̨̃ ἀποθανου̃νται ἀμφότεροι
35 καὶ ἀναστήσω ἐμαυτω̨̃ ἱερέα πιστόν ὃς πάντα τὰ ἐν τη̨̃ καρδία̨ μου καὶ τὰ ἐν τη̨̃ ψυχη̨̃ μου ποιήσει καὶ οἰκοδομήσω αὐτω̨̃ οἰ̃κον πιστόν καὶ διελεύσεται ἐνώπιον χριστου̃ μου πάσας τὰς ἡμέρας
36 καὶ ἔσται ὁ περισσεύων ἐν οἴκω̨ σου ἥξει προσκυνει̃ν αὐτω̨̃ ὀβολου̃ ἀργυρίου λέγων παράρριψόν με ἐπὶ μίαν τω̃ν ἱερατειω̃ν σου φαγει̃ν ἄρτον

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 3

καὶ τὸ παιδάριον Σαμουηλ ἠ̃ν λειτουργω̃ν τω̨̃ κυρίω̨ ἐνώπιον Ηλι του̃ ἱερέως καὶ ῥη̃μα κυρίου ἠ̃ν τίμιον ἐν ται̃ς ἡμέραις ἐκείναις οὐκ ἠ̃ν ὅρασις διαστέλλουσα
καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ Ηλι ἐκάθευδεν ἐν τω̨̃ τόπω̨ αὐτου̃ καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ ἤρξαντο βαρύνεσθαι καὶ οὐκ ἠδύνατο βλέπειν
καὶ ὁ λύχνος του̃ θεου̃ πρὶν ἐπισκευασθη̃ναι καὶ Σαμουηλ ἐκάθευδεν ἐν τω̨̃ ναω̨̃ οὑ̃ ἡ κιβωτὸς του̃ θεου̃
καὶ ἐκάλεσεν κύριος Σαμουηλ Σαμουηλ καὶ εἰ̃πεν ἰδοὺ ἐγώ
καὶ ἔδραμεν πρὸς Ηλι καὶ εἰ̃πεν ἰδοὺ ἐγώ ὅτι κέκληκάς με καὶ εἰ̃πεν οὐ κέκληκά σε ἀνάστρεφε κάθευδε καὶ ἀνέστρεψεν καὶ ἐκάθευδεν
καὶ προσέθετο κύριος καὶ ἐκάλεσεν Σαμουηλ Σαμουηλ καὶ ἐπορεύθη πρὸς Ηλι τὸ δεύτερον καὶ εἰ̃πεν ἰδοὺ ἐγώ ὅτι κέκληκάς με καὶ εἰ̃πεν οὐ κέκληκά σε ἀνάστρεφε κάθευδε
καὶ Σαμουηλ πρὶν ἢ γνω̃ναι θεὸν καὶ ἀποκαλυφθη̃ναι αὐτω̨̃ ῥη̃μα κυρίου
καὶ προσέθετο κύριος καλέσαι Σαμουηλ ἐν τρίτω̨ καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ηλι καὶ εἰ̃πεν ἰδοὺ ἐγώ ὅτι κέκληκάς με καὶ ἐσοφίσατο Ηλι ὅτι κύριος κέκληκεν τὸ παιδάριον
καὶ εἰ̃πεν ἀνάστρεφε κάθευδε τέκνον καὶ ἔσται ἐὰν καλέση̨ σε καὶ ἐρει̃ς λάλει κύριε ὅτι ἀκούει ὁ δου̃λός σου καὶ ἐπορεύθη Σαμουηλ καὶ ἐκοιμήθη ἐν τω̨̃ τόπω̨ αὐτου̃
10 καὶ ἠ̃λθεν κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ καὶ εἰ̃πεν Σαμουηλ λάλει ὅτι ἀκούει ὁ δου̃λός σου
11 καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ ἰδοὺ ἐγὼ ποιω̃ τὰ ῥήματά μου ἐν Ισραηλ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὠ̃τα αὐτου̃
12 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐπεγερω̃ ἐπὶ Ηλι πάντα ὅσα ἐλάλησα εἰς τὸν οἰ̃κον αὐτου̃ ἄρξομαι καὶ ἐπιτελέσω
13 καὶ ἀνήγγελκα αὐτω̨̃ ὅτι ἐκδικω̃ ἐγὼ τὸν οἰ̃κον αὐτου̃ ἕως αἰω̃νος ἐν ἀδικίαις υἱω̃ν αὐτου̃ ὅτι κακολογου̃ντες θεὸν υἱοὶ αὐτου̃ καὶ οὐκ ἐνουθέτει αὐτοὺς καὶ οὐδ' οὕτως
14 ὤμοσα τω̨̃ οἴκω̨ Ηλι εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ηλι ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰω̃νος
15 καὶ κοιμα̃ται Σαμουηλ ἕως πρωὶ καὶ ὤρθρισεν τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας οἴκου κυρίου καὶ Σαμουηλ ἐφοβήθη ἀπαγγει̃λαι τὴν ὅρασιν τω̨̃ Ηλι
16 καὶ εἰ̃πεν Ηλι πρὸς Σαμουηλ Σαμουηλ τέκνον καὶ εἰ̃πεν ἰδοὺ ἐγώ
17 καὶ εἰ̃πεν τί τὸ ῥη̃μα τὸ λαληθὲν πρὸς σέ μὴ δὴ κρύψη̨ς ἀπ' ἐμου̃ τάδε ποιήσαι σοι ὁ θεὸς καὶ τάδε προσθείη ἐὰν κρύψη̨ς ἀπ' ἐμου̃ ῥη̃μα ἐκ πάντων τω̃ν λόγων τω̃ν λαληθέντων σοι ἐν τοι̃ς ὠσίν σου
18 καὶ ἀπήγγειλεν Σαμουηλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ' αὐτου̃ καὶ εἰ̃πεν Ηλι κύριος αὐτός τὸ ἀγαθὸν ἐνώπιον αὐτου̃ ποιήσει
19 καὶ ἐμεγαλύνθη Σαμουηλ καὶ ἠ̃ν κύριος μετ' αὐτου̃ καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τω̃ν λόγων αὐτου̃ ἐπὶ τὴν γη̃ν
20 καὶ ἔγνωσαν πα̃ς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὅτι πιστὸς Σαμουηλ εἰς προφήτην τω̨̃ κυρίω̨
21 καὶ προσέθετο κύριος δηλωθη̃ναι ἐν Σηλωμ ὅτι ἀπεκαλύφθη κύριος πρὸς Σαμουηλ καὶ ἐπιστεύθη Σαμουηλ προφήτης γενέσθαι τω̨̃ κυρίω̨ εἰς πάντα Ισραηλ ἀπ' ἄκρων τη̃ς γη̃ς καὶ ἕως ἄκρων καὶ Ηλι πρεσβύτης σφόδρα καὶ οἱ υἱοὶ αὐτου̃ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ἡ ὁδὸς αὐτω̃ν ἐνώπιον κυρίου

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 4

καὶ ἐγενήθη ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἐξη̃λθεν Ισραηλ εἰς ἀπάντησιν αὐτοι̃ς εἰς πόλεμον καὶ παρεμβάλλουσιν ἐπὶ Αβενεζερ καὶ οἱ ἀλλόφυλοι παρεμβάλλουσιν ἐν Αφεκ
καὶ παρατάσσονται οἱ ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἔκλινεν ὁ πόλεμος καὶ ἔπταισεν ἀνὴρ Ισραηλ ἐνώπιον ἀλλοφύλων καὶ ἐπλήγησαν ἐν τη̨̃ παρατάξει ἐν ἀγρω̨̃ τέσσαρες χιλιάδες ἀνδρω̃ν
καὶ ἠ̃λθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν καὶ εἰ̃παν οἱ πρεσβύτεροι Ισραηλ κατὰ τί ἔπταισεν ἡμα̃ς κύριος σήμερον ἐνώπιον ἀλλοφύλων λάβωμεν τὴν κιβωτὸν του̃ θεου̃ ἡμω̃ν ἐκ Σηλωμ καὶ ἐξελθέτω ἐν μέσω̨ ἡμω̃ν καὶ σώσει ἡμα̃ς ἐκ χειρὸς ἐχθρω̃ν ἡμω̃ν
καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλωμ καὶ αἴρουσιν ἐκει̃θεν τὴν κιβωτὸν κυρίου καθημένου χερουβιμ καὶ ἀμφότεροι οἱ υἱοὶ Ηλι μετὰ τη̃ς κιβωτου̃ Οφνι καὶ Φινεες
καὶ ἐγενήθη ὡς ἠ̃λθεν κιβωτὸς κυρίου εἰς τὴν παρεμβολήν καὶ ἀνέκραξεν πα̃ς Ισραηλ φωνη̨̃ μεγάλη̨ καὶ ἤχησεν ἡ γη̃
καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τη̃ς κραυγη̃ς καὶ εἰ̃πον οἱ ἀλλόφυλοι τίς ἡ κραυγὴ ἡ μεγάλη αὕτη ἐν παρεμβολη̨̃ τω̃ν Εβραίων καὶ ἔγνωσαν ὅτι κιβωτὸς κυρίου ἥκει εἰς τὴν παρεμβολήν
καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι καὶ εἰ̃πον οὑ̃τοι οἱ θεοὶ ἥκασιν πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν οὐαὶ ἡμι̃ν ἐξελου̃ ἡμα̃ς κύριε σήμερον ὅτι οὐ γέγονεν τοιαύτη ἐχθὲς καὶ τρίτην
οὐαὶ ἡμι̃ν τίς ἐξελει̃ται ἡμα̃ς ἐκ χειρὸς τω̃ν θεω̃ν τω̃ν στερεω̃ν τούτων οὑ̃τοι οἱ θεοὶ οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάση̨ πληγη̨̃ καὶ ἐν τη̨̃ ἐρήμω̨
κραταιου̃σθε καὶ γίνεσθε εἰς ἄνδρας ἀλλόφυλοι μήποτε δουλεύσητε τοι̃ς Εβραίοις καθὼς ἐδούλευσαν ἡμι̃ν καὶ ἔσεσθε εἰς ἄνδρας καὶ πολεμήσατε αὐτούς
10 καὶ ἐπολέμησαν αὐτούς καὶ πταίει ἀνὴρ Ισραηλ καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτου̃ καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα καὶ ἔπεσαν ἐξ Ισραηλ τριάκοντα χιλιάδες ταγμάτων
11 καὶ κιβωτὸς θεου̃ ἐλήμφθη καὶ ἀμφότεροι υἱοὶ Ηλι ἀπέθανον Οφνι καὶ Φινεες
12 καὶ ἔδραμεν ἀνὴρ Ιεμιναι̃ος ἐκ τη̃ς παρατάξεως καὶ ἠ̃λθεν εἰς Σηλωμ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ τὰ ἱμάτια αὐτου̃ διερρηγότα καὶ γη̃ ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃
13 καὶ ἠ̃λθεν καὶ ἰδοὺ Ηλι ἐκάθητο ἐπὶ του̃ δίφρου παρὰ τὴν πύλην σκοπεύων τὴν ὁδόν ὅτι ἠ̃ν ἡ καρδία αὐτου̃ ἐξεστηκυι̃α περὶ τη̃ς κιβωτου̃ του̃ θεου̃ καὶ ὁ ἄνθρωπος εἰση̃λθεν εἰς τὴν πόλιν ἀπαγγει̃λαι καὶ ἀνεβόησεν ἡ πόλις
14 καὶ ἤκουσεν Ηλι τὴν φωνὴν τη̃ς βοη̃ς καὶ εἰ̃πεν τίς ἡ βοὴ τη̃ς φωνη̃ς ταύτης καὶ ὁ ἄνθρωπος σπεύσας εἰση̃λθεν καὶ ἀπήγγειλεν τω̨̃ Ηλι
15 καὶ Ηλι υἱὸς ἐνενήκοντα ἐτω̃ν καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ ἐπανέστησαν καὶ οὐκ ἔβλεπεν καὶ εἰ̃πεν Ηλὶ τοι̃ς ἀνδράσιν τοι̃ς περιεστηκόσιν αὐτω̨̃ τίς ἡ φωνὴ του̃ ἤχους τούτου
16 καὶ ὁ ἀνὴρ σπεύσας προση̃λθεν πρὸς Ηλι καὶ εἰ̃πεν αὐτω̨̃ ἐγώ εἰμι ὁ ἥκων ἐκ τη̃ς παρεμβολη̃ς κἀγὼ πέφευγα ἐκ τη̃ς παρατάξεως σήμερον καὶ εἰ̃πεν τί τὸ γεγονὸς ῥη̃μα τέκνον
17 καὶ ἀπεκρίθη τὸ παιδάριον καὶ εἰ̃πεν πέφευγεν ἀνὴρ Ισραηλ ἐκ προσώπου ἀλλοφύλων καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τω̨̃ λαω̨̃ καὶ ἀμφότεροι οἱ υἱοί σου τεθνήκασιν καὶ ἡ κιβωτὸς του̃ θεου̃ ἐλήμφθη
18 καὶ ἐγένετο ὡς ἐμνήσθη τη̃ς κιβωτου̃ του̃ θεου̃ καὶ ἔπεσεν ἀπὸ του̃ δίφρου ὀπισθίως ἐχόμενος τη̃ς πύλης καὶ συνετρίβη ὁ νω̃τος αὐτου̃ καὶ ἀπέθανεν ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη
19 καὶ νύμφη αὐτου̃ γυνὴ Φινεες συνειληφυι̃α του̃ τεκει̃ν καὶ ἤκουσεν τὴν ἀγγελίαν ὅτι ἐλήμφθη ἡ κιβωτὸς του̃ θεου̃ καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτη̃ς καὶ ὁ ἀνὴρ αὐτη̃ς καὶ ὤκλασεν καὶ ἔτεκεν ὅτι ἐπεστράφησαν ἐπ' αὐτὴν ὠδι̃νες αὐτη̃ς
20 καὶ ἐν τω̨̃ καιρω̨̃ αὐτη̃ς ἀποθνή̨σκει καὶ εἰ̃πον αὐτη̨̃ αἱ γυναι̃κες αἱ παρεστηκυι̃αι αὐτη̨̃ μὴ φοβου̃ ὅτι υἱὸν τέτοκας καὶ οὐκ ἀπεκρίθη καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτη̃ς
21 καὶ ἐκάλεσεν τὸ παιδάριον Οὐαὶ βαρχαβωθ ὑπὲρ τη̃ς κιβωτου̃ του̃ θεου̃ καὶ ὑπὲρ του̃ πενθερου̃ αὐτη̃ς καὶ ὑπὲρ του̃ ἀνδρὸς αὐτη̃ς
22 καὶ εἰ̃παν ἀπώ̨κισται δόξα Ισραηλ ἐν τω̨̃ λημφθη̃ναι τὴν κιβωτὸν κυρίου

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 5

καὶ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν του̃ θεου̃ καὶ εἰσήνεγκαν αὐτὴν ἐξ Αβεννεζερ εἰς 'Άζωτον
καὶ ἔλαβον ἀλλόφυλοι τὴν κιβωτὸν κυρίου καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἰ̃κον Δαγων καὶ παρέστησαν αὐτὴν παρὰ Δαγων
καὶ ὤρθρισαν οἱ 'Αζώτιοι καὶ εἰση̃λθον εἰς οἰ̃κον Δαγων καὶ εἰ̃δον καὶ ἰδοὺ Δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτου̃ ἐνώπιον κιβωτου̃ του̃ θεου̃ καὶ ἤγειραν τὸν Δαγων καὶ κατέστησαν εἰς τὸν τόπον αὐτου̃ καὶ ἐβαρύνθη χεὶρ κυρίου ἐπὶ τοὺς 'Αζωτίους καὶ ἐβασάνισεν αὐτοὺς καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτω̃ν τὴν 'Άζωτον καὶ τὰ ὅρια αὐτη̃ς
καὶ ἐγένετο ὅτε ὤρθρισαν τὸ πρωί καὶ ἰδοὺ Δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτου̃ ἐνώπιον κιβωτου̃ διαθήκης κυρίου καὶ ἡ κεφαλὴ Δαγων καὶ ἀμφότερα τὰ ἴχνη χειρω̃ν αὐτου̃ ἀφη̨ρημένα ἐπὶ τὰ ἐμπρόσθια αμαφεθ ἕκαστον καὶ ἀμφότεροι οἱ καρποὶ τω̃ν χειρω̃ν αὐτου̃ πεπτωκότες ἐπὶ τὸ πρόθυρον πλὴν ἡ ῥάχις Δαγων ὑπελείφθη
διὰ του̃το οὐκ ἐπιβαίνουσιν οἱ ἱερει̃ς Δαγων καὶ πα̃ς ὁ εἰσπορευόμενος εἰς οἰ̃κον Δαγων ἐπὶ βαθμὸν οἴκου Δαγων ἐν 'Αζώτω̨ ἕως τη̃ς ἡμέρας ταύτης ὅτι ὑπερβαίνοντες ὑπερβαίνουσιν
καὶ ἐβαρύνθη χεὶρ κυρίου ἐπὶ 'Άζωτον καὶ ἐπήγαγεν αὐτοι̃ς καὶ ἐξέζεσεν αὐτοι̃ς εἰς τὰς ναυ̃ς καὶ μέσον τη̃ς χώρας αὐτη̃ς ἀνεφύησαν μύες καὶ ἐγένετο σύγχυσις θανάτου μεγάλη ἐν τη̨̃ πόλει
καὶ εἰ̃δον οἱ ἄνδρες 'Αζώτου ὅτι οὕτως καὶ λέγουσιν ὅτι οὐ καθήσεται κιβωτὸς του̃ θεου̃ Ισραηλ μεθ' ἡμω̃ν ὅτι σκληρὰ χεὶρ αὐτου̃ ἐφ' ἡμα̃ς καὶ ἐπὶ Δαγων θεὸν ἡμω̃ν
καὶ ἀποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τω̃ν ἀλλοφύλων πρὸς αὐτοὺς καὶ λέγουσιν τί ποιήσωμεν κιβωτω̨̃ θεου̃ Ισραηλ καὶ λέγουσιν οἱ Γεθθαι̃οι μετελθέτω κιβωτὸς του̃ θεου̃ πρὸς ἡμα̃ς καὶ μετη̃λθεν κιβωτὸς του̃ θεου̃ εἰς Γεθθα
καὶ ἐγενήθη μετὰ τὸ μετελθει̃ν αὐτὴν καὶ γίνεται χεὶρ κυρίου ἐν τη̨̃ πόλει τάραχος μέγας σφόδρα καὶ ἐπάταξεν τοὺς ἄνδρας τη̃ς πόλεως ἀπὸ μικρου̃ ἕως μεγάλου καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτω̃ν καὶ ἐποίησαν ἑαυτοι̃ς οἱ Γεθθαι̃οι ἕδρας
10 καὶ ἐξαποστέλλουσιν τὴν κιβωτὸν του̃ θεου̃ εἰς 'Ασκαλω̃να καὶ ἐγενήθη ὡς εἰση̃λθεν κιβωτὸς θεου̃ εἰς 'Ασκαλω̃να καὶ ἐβόησαν οἱ 'Ασκαλωνι̃ται λέγοντες τί ἀπεστρέψατε πρὸς ἡμα̃ς τὴν κιβωτὸν του̃ θεου̃ Ισραηλ θανατω̃σαι ἡμα̃ς καὶ τὸν λαὸν ἡμω̃ν
11 καὶ ἐξαποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τω̃ν ἀλλοφύλων καὶ εἰ̃πον ἐξαποστείλατε τὴν κιβωτὸν του̃ θεου̃ Ισραηλ καὶ καθισάτω εἰς τὸν τόπον αὐτη̃ς καὶ οὐ μὴ θανατώση̨ ἡμα̃ς καὶ τὸν λαὸν ἡμω̃ν ὅτι ἐγενήθη σύγχυσις θανάτου ἐν ὅλη̨ τη̨̃ πόλει βαρει̃α σφόδρα ὡς εἰση̃λθεν κιβωτὸς θεου̃ Ισραηλ ἐκει̃
12 καὶ οἱ ζω̃ντες καὶ οὐκ ἀποθανόντες ἐπλήγησαν εἰς τὰς ἕδρας καὶ ἀνέβη ἡ κραυγὴ τη̃ς πόλεως εἰς τὸν οὐρανόν

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 6

καὶ ἠ̃ν ἡ κιβωτὸς ἐν ἀγρω̨̃ τω̃ν ἀλλοφύλων ἑπτὰ μη̃νας καὶ ἐξέζεσεν ἡ γη̃ αὐτω̃ν μύας
καὶ καλου̃σιν ἀλλόφυλοι τοὺς ἱερει̃ς καὶ τοὺς μάντεις καὶ τοὺς ἐπαοιδοὺς αὐτω̃ν λέγοντες τί ποιήσωμεν τη̨̃ κιβωτω̨̃ κυρίου γνωρίσατε ἡμι̃ν ἐν τίνι ἀποστελου̃μεν αὐτὴν εἰς τὸν τόπον αὐτη̃ς
καὶ εἰ̃παν εἰ ἐξαπεστέλλετε ὑμει̃ς τὴν κιβωτὸν διαθήκης κυρίου θεου̃ Ισραηλ μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν ἀλλὰ ἀποδιδόντες ἀπόδοτε αὐτη̨̃ τη̃ς βασάνου καὶ τότε ἰαθήσεσθε καὶ ἐξιλασθήσεται ὑμι̃ν μὴ οὐκ ἀποστη̨̃ ἡ χεὶρ αὐτου̃ ἀφ' ὑμω̃ν
καὶ λέγουσιν τί τὸ τη̃ς βασάνου ἀποδώσομεν αὐτη̨̃ καὶ εἰ̃παν κατ' ἀριθμὸν τω̃ν σατραπω̃ν τω̃ν ἀλλοφύλων πέντε ἕδρας χρυσα̃ς ὅτι πται̃σμα ἓν ὑμι̃ν καὶ τοι̃ς ἄρχουσιν ὑμω̃ν καὶ τω̨̃ λαω̨̃
καὶ μυ̃ς χρυσου̃ς ὁμοίωμα τω̃ν μυω̃ν ὑμω̃ν τω̃ν διαφθειρόντων τὴν γη̃ν καὶ δώσετε τω̨̃ κυρίω̨ δόξαν ὅπως κουφίση̨ τὴν χει̃ρα αὐτου̃ ἀφ' ὑμω̃ν καὶ ἀπὸ τω̃ν θεω̃ν ὑμω̃ν καὶ ἀπὸ τη̃ς γη̃ς ὑμω̃ν
καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμω̃ν ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραω τὴν καρδίαν αὐτω̃ν οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοι̃ς ἐξαπέστειλαν αὐτούς καὶ ἀπη̃λθον
καὶ νυ̃ν λάβετε καὶ ποιήσατε ἅμαξαν καινὴν καὶ δύο βόας πρωτοτοκούσας ἄνευ τω̃ν τέκνων καὶ ζεύξατε τὰς βόας ἐν τη̨̃ ἁμάξη̨ καὶ ἀπαγάγετε τὰ τέκνα ἀπὸ ὄπισθεν αὐτω̃ν εἰς οἰ̃κον
καὶ λήμψεσθε τὴν κιβωτὸν καὶ θήσετε αὐτὴν ἐπὶ τὴν ἅμαξαν καὶ τὰ σκεύη τὰ χρυσα̃ ἀποδώσετε αὐτη̨̃ τη̃ς βασάνου καὶ θήσετε ἐν θέματι βερσεχθαν ἐκ μέρους αὐτη̃ς καὶ ἐξαποστελει̃τε αὐτὴν καὶ ἀπελάσατε αὐτήν καὶ ἀπελεύσεται
καὶ ὄψεσθε εἰ εἰς ὁδὸν ὁρίων αὐτη̃ς πορεύσεται κατὰ Βαιθσαμυς αὐτὸς πεποίηκεν ἡμι̃ν τὴν κακίαν ταύτην τὴν μεγάλην καὶ ἐὰν μή καὶ γνωσόμεθα ὅτι οὐ χεὶρ αὐτου̃ ἡ̃πται ἡμω̃ν ἀλλὰ σύμπτωμα του̃το γέγονεν ἡμι̃ν
10 καὶ ἐποίησαν οἱ ἀλλόφυλοι οὕτως καὶ ἔλαβον δύο βόας πρωτοτοκούσας καὶ ἔζευξαν αὐτὰς ἐν τη̨̃ ἁμάξη̨ καὶ τὰ τέκνα αὐτω̃ν ἀπεκώλυσαν εἰς οἰ̃κον
11 καὶ ἔθεντο τὴν κιβωτὸν ἐπὶ τὴν ἅμαξαν καὶ τὸ θέμα εργαβ καὶ τοὺς μυ̃ς τοὺς χρυσου̃ς
12 καὶ κατεύθυναν αἱ βόες ἐν τη̨̃ ὁδω̨̃ εἰς ὁδὸν Βαιθσαμυς ἐν τρίβω̨ ἑνὶ ἐπορεύοντο καὶ ἐκοπίων καὶ οὐ μεθίσταντο δεξιὰ οὐδὲ ἀριστερά καὶ οἱ σατράπαι τω̃ν ἀλλοφύλων ἐπορεύοντο ὀπίσω αὐτη̃ς ἕως ὁρίων Βαιθσαμυς
13 καὶ οἱ ἐν Βαιθσαμυς ἐθέριζον θερισμὸν πυρω̃ν ἐν κοιλάδι καὶ ἠ̃ραν ὀφθαλμοὺς αὐτω̃ν καὶ εἰ̃δον κιβωτὸν κυρίου καὶ ηὐφράνθησαν εἰς ἀπάντησιν αὐτη̃ς
14 καὶ ἡ ἅμαξα εἰση̃λθεν εἰς ἀγρὸν Ωσηε τὸν ἐν Βαιθσαμυς καὶ ἔστησαν ἐκει̃ παρ' αὐτη̨̃ λίθον μέγαν καὶ σχίζουσιν τὰ ξύλα τη̃ς ἁμάξης καὶ τὰς βόας ἀνήνεγκαν εἰς ὁλοκαύτωσιν τω̨̃ κυρίω̨
15 καὶ οἱ Λευι̃ται ἀνήνεγκαν τὴν κιβωτὸν του̃ κυρίου καὶ τὸ θέμα εργαβ μετ' αὐτη̃ς καὶ τὰ ἐπ' αὐτη̃ς σκεύη τὰ χρυσα̃ καὶ ἔθεντο ἐπὶ του̃ λίθου του̃ μεγάλου καὶ οἱ ἄνδρες Βαιθσαμυς ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ θυσίας ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τω̨̃ κυρίω̨
16 καὶ οἱ πέντε σατράπαι τω̃ν ἀλλοφύλων ἑώρων καὶ ἀνέστρεψαν εἰς 'Ασκαλω̃να τη̨̃ ἡμέρα̨ ἐκείνη̨
17 καὶ αὑ̃ται αἱ ἕδραι αἱ χρυσαι̃ ἃς ἀπέδωκαν οἱ ἀλλόφυλοι τη̃ς βασάνου τω̨̃ κυρίω̨ τη̃ς 'Αζώτου μίαν τη̃ς Γάζης μίαν τη̃ς 'Ασκαλω̃νος μίαν τη̃ς Γεθ μίαν τη̃ς Ακκαρων μίαν
18 καὶ μυ̃ς οἱ χρυσοι̃ κατ' ἀριθμὸν πασω̃ν πόλεων τω̃ν ἀλλοφύλων τω̃ν πέντε σατραπω̃ν ἐκ πόλεως ἐστερεωμένης καὶ ἕως κώμης του̃ Φερεζαίου καὶ ἕως λίθου του̃ μεγάλου οὑ̃ ἐπέθηκαν ἐπ' αὐτου̃ τὴν κιβωτὸν διαθήκης κυρίου του̃ ἐν ἀγρω̨̃ Ωσηε του̃ Βαιθσαμυσίτου
19 καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ Ιεχονιου ἐν τοι̃ς ἀνδράσιν Βαιθσαμυς ὅτι εἰ̃δαν κιβωτὸν κυρίου καὶ ἐπάταξεν ἐν αὐτοι̃ς ἑβδομήκοντα ἄνδρας καὶ πεντήκοντα χιλιάδας ἀνδρω̃ν καὶ ἐπένθησεν ὁ λαός ὅτι ἐπάταξεν κύριος ἐν τω̨̃ λαω̨̃ πληγὴν μεγάλην σφόδρα
20 καὶ εἰ̃παν οἱ ἄνδρες οἱ ἐκ Βαιθσαμυς τίς δυνήσεται διελθει̃ν ἐνώπιον κυρίου του̃ ἁγίου τούτου καὶ πρὸς τίνα ἀναβήσεται κιβωτὸς κυρίου ἀφ' ἡμω̃ν
21 καὶ ἀποστέλλουσιν ἀγγέλους πρὸς τοὺς κατοικου̃ντας Καριαθιαριμ λέγοντες ἀπεστρόφασιν ἀλλόφυλοι τὴν κιβωτὸν κυρίου κατάβητε καὶ ἀναγάγετε αὐτὴν πρὸς ἑαυτούς

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 7

καὶ ἔρχονται οἱ ἄνδρες Καριαθιαριμ καὶ ἀνάγουσιν τὴν κιβωτὸν διαθήκης κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἰ̃κον Αμιναδαβ τὸν ἐν τω̨̃ βουνω̨̃ καὶ τὸν Ελεαζαρ υἱὸν αὐτου̃ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης κυρίου
καὶ ἐγενήθη ἀφ' ἡ̃ς ἡμέρας ἠ̃ν ἡ κιβωτὸς ἐν Καριαθιαριμ ἐπλήθυναν αἱ ἡμέραι καὶ ἐγένοντο εἴκοσι ἔτη καὶ ἐπέβλεψεν πα̃ς οἰ̃κος Ισραηλ ὀπίσω κυρίου
καὶ εἰ̃πεν Σαμουηλ πρὸς πάντα οἰ̃κον Ισραηλ λέγων εἰ ἐν ὅλη̨ καρδία̨ ὑμω̃ν ὑμει̃ς ἐπιστρέφετε πρὸς κύριον περιέλετε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμω̃ν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμω̃ν πρὸς κύριον καὶ δουλεύσατε αὐτω̨̃ μόνω̨ καὶ ἐξελει̃ται ὑμα̃ς ἐκ χειρὸς ἀλλοφύλων
καὶ περιει̃λον οἱ υἱοὶ Ισραηλ τὰς Βααλιμ καὶ τὰ ἄλση Ασταρωθ καὶ ἐδούλευσαν κυρίω̨ μόνω̨
καὶ εἰ̃πεν Σαμουηλ ἀθροίσατε πάντα Ισραηλ εἰς Μασσηφαθ καὶ προσεύξομαι περὶ ὑμω̃ν πρὸς κύριον
καὶ συνήχθησαν εἰς Μασσηφαθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον κυρίου ἐπὶ τὴν γη̃ν καὶ ἐνήστευσαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ εἰ̃παν ἡμαρτήκαμεν ἐνώπιον κυρίου καὶ ἐδίκαζεν Σαμουηλ τοὺς υἱοὺς Ισραηλ εἰς Μασσηφαθ
καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Μασσηφαθ καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ισραηλ καὶ ἀκούουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων
καὶ εἰ̃παν οἱ υἱοὶ Ισραηλ πρὸς Σαμουηλ μὴ παρασιωπήση̨ς ἀφ' ἡμω̃ν του̃ μὴ βοα̃ν πρὸς κύριον θεόν σου καὶ σώσει ἡμα̃ς ἐκ χειρὸς ἀλλοφύλων
καὶ ἔλαβεν Σαμουηλ ἄρνα γαλαθηνὸν ἕνα καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τω̨̃ λαω̨̃ τω̨̃ κυρίω̨ καὶ ἐβόησεν Σαμουηλ πρὸς κύριον περὶ Ισραηλ καὶ ἐπήκουσεν αὐτου̃ κύριος
10 καὶ ἠ̃ν Σαμουηλ ἀναφέρων τὴν ὁλοκαύτωσιν καὶ ἀλλόφυλοι προση̃γον εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἐβρόντησεν κύριος ἐν φωνη̨̃ μεγάλη̨ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐπὶ τοὺς ἀλλοφύλους καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ισραηλ
11 καὶ ἐξη̃λθαν ἄνδρες Ισραηλ ἐκ Μασσηφαθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω του̃ Βαιθχορ
12 καὶ ἔλαβεν Σαμουηλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφαθ καὶ ἀνὰ μέσον τη̃ς παλαια̃ς καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Αβενεζερ λίθος του̃ βοηθου̃ καὶ εἰ̃πεν ἕως ἐνταυ̃θα ἐβοήθησεν ἡμι̃ν κύριος
13 καὶ ἐταπείνωσεν κύριος τοὺς ἀλλοφύλους καὶ οὐ προσέθεντο ἔτι προσελθει̃ν εἰς ὅριον Ισραηλ καὶ ἐγενήθη χεὶρ κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας του̃ Σαμουηλ
14 καὶ ἀπεδόθησαν αἱ πόλεις ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τω̃ν υἱω̃ν Ισραηλ καὶ ἀπέδωκαν αὐτὰς τω̨̃ Ισραηλ ἀπὸ 'Ασκαλω̃νος ἕως Αζοβ καὶ τὸ ὅριον Ισραηλ ἀφείλαντο ἐκ χειρὸς ἀλλοφύλων καὶ ἠ̃ν εἰρήνη ἀνὰ μέσον Ισραηλ καὶ ἀνὰ μέσον του̃ Αμορραίου
15 καὶ ἐδίκαζεν Σαμουηλ τὸν Ισραηλ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃
16 καὶ ἐπορεύετο κατ' ἐνιαυτὸν ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθηλ καὶ τὴν Γαλγαλα καὶ τὴν Μασσηφαθ καὶ ἐδίκαζεν τὸν Ισραηλ ἐν πα̃σι τοι̃ς ἡγιασμένοις τούτοις
17 ἡ δὲ ἀποστροφὴ αὐτου̃ εἰς Αρμαθαιμ ὅτι ἐκει̃ ἠ̃ν ὁ οἰ̃κος αὐτου̃ καὶ ἐδίκαζεν ἐκει̃ τὸν Ισραηλ καὶ ὠ̨κοδόμησεν ἐκει̃ θυσιαστήριον τω̨̃ κυρίω̨
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.