1 καὶ εἰ̃πεν Σαμουηλ πρὸς πάντα ἄνδρα Ισραηλ ἰδοὺ ἤκουσα φωνη̃ς ὑμω̃ν εἰς πάντα ὅσα εἴπατέ μοι καὶ ἐβασίλευσα ἐφ' ὑμα̃ς βασιλέα |
2 καὶ νυ̃ν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμω̃ν κἀγὼ γεγήρακα καὶ καθήσομαι καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμι̃ν κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμω̃ν ἐκ νεότητός μου καὶ ἕως τη̃ς ἡμέρας ταύτης |
3 ἰδοὺ ἐγώ ἀποκρίθητε κατ' ἐμου̃ ἐνώπιον κυρίου καὶ ἐνώπιον χριστου̃ αὐτου̃ μόσχον τίνος εἴληφα ἢ ὄνον τίνος εἴληφα ἢ τίνα κατεδυνάστευσα ὑμω̃ν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα ἀποκρίθητε κατ' ἐμου̃ καὶ ἀποδώσω ὑμι̃ν |
4 καὶ εἰ̃παν πρὸς Σαμουηλ οὐκ ἠδίκησας ἡμα̃ς καὶ οὐ κατεδυνάστευσας καὶ οὐκ ἔθλασας ἡμα̃ς καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν |
5 καὶ εἰ̃πεν Σαμουηλ πρὸς τὸν λαόν μάρτυς κύριος ἐν ὑμι̃ν καὶ μάρτυς χριστὸς αὐτου̃ σήμερον ἐν ταύτη̨ τη̨̃ ἡμέρα̨ ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐθέν καὶ εἰ̃παν μάρτυς |
6 καὶ εἰ̃πεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων μάρτυς κύριος ὁ ποιήσας τὸν Μωυση̃ν καὶ τὸν Ααρων ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμω̃ν ἐξ Αἰγύπτου |
7 καὶ νυ̃ν κατάστητε καὶ δικάσω ὑμα̃ς ἐνώπιον κυρίου καὶ ἀπαγγελω̃ ὑμι̃ν τὴν πα̃σαν δικαιοσύνην κυρίου ἃ ἐποίησεν ἐν ὑμι̃ν καὶ ἐν τοι̃ς πατράσιν ὑμω̃ν |
8 ὡς εἰση̃λθεν Ιακωβ καὶ οἱ υἱοὶ αὐτου̃ εἰς Αἴγυπτον καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος καὶ ἐβόησαν οἱ πατέρες ἡμω̃ν πρὸς κύριον καὶ ἀπέστειλεν κύριος τὸν Μωυση̃ν καὶ τὸν Ααρων καὶ ἐξήγαγεν τοὺς πατέρας ἡμω̃ν ἐξ Αἰγύπτου καὶ κατώ̨κισεν αὐτοὺς ἐν τω̨̃ τόπω̨ τούτω̨ |
9 καὶ ἐπελάθοντο κυρίου του̃ θεου̃ αὐτω̃ν καὶ ἀπέδοτο αὐτοὺς εἰς χει̃ρας Σισαρα ἀρχιστρατήγου Ιαβιν βασιλέως Ασωρ καὶ εἰς χει̃ρας ἀλλοφύλων καὶ εἰς χει̃ρας βασιλέως Μωαβ καὶ ἐπολέμησαν ἐν αὐτοι̃ς |
10 καὶ ἐβόησαν πρὸς κύριον καὶ ἔλεγον ἡμάρτομεν ὅτι ἐγκατελίπομεν τὸν κύριον καὶ ἐδουλεύσαμεν τοι̃ς Βααλιμ καὶ τοι̃ς ἄλσεσιν καὶ νυ̃ν ἐξελου̃ ἡμα̃ς ἐκ χειρὸς ἐχθρω̃ν ἡμω̃ν καὶ δουλεύσομέν σοι |
11 καὶ ἀπέστειλεν κύριος τὸν Ιεροβααλ καὶ τὸν Βαρακ καὶ τὸν Ιεφθαε καὶ τὸν Σαμουηλ καὶ ἐξείλατο ὑμα̃ς ἐκ χειρὸς ἐχθρω̃ν ὑμω̃ν τω̃ν κυκλόθεν καὶ κατω̨κει̃τε πεποιθότες |
12 καὶ εἴδετε ὅτι Ναας βασιλεὺς υἱω̃ν Αμμων ἠ̃λθεν ἐφ' ὑμα̃ς καὶ εἴπατε οὐχί ἀλλ' ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ' ἡμω̃ν καὶ κύριος ὁ θεὸς ἡμω̃ν βασιλεὺς ἡμω̃ν |
13 καὶ νυ̃ν ἰδοὺ ὁ βασιλεύς ὃν ἐξελέξασθε καὶ ἰδοὺ δέδωκεν κύριος ἐφ' ὑμα̃ς βασιλέα |
14 ἐὰν φοβηθη̃τε τὸν κύριον καὶ δουλεύσητε αὐτω̨̃ καὶ ἀκούσητε τη̃ς φωνη̃ς αὐτου̃ καὶ μὴ ἐρίσητε τω̨̃ στόματι κυρίου καὶ ἠ̃τε καὶ ὑμει̃ς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ' ὑμω̃ν ὀπίσω κυρίου πορευόμενοι |
15 ἐὰν δὲ μὴ ἀκούσητε τη̃ς φωνη̃ς κυρίου καὶ ἐρίσητε τω̨̃ στόματι κυρίου καὶ ἔσται χεὶρ κυρίου ἐπὶ ὑμα̃ς καὶ ἐπὶ τὸν βασιλέα ὑμω̃ν |
16 καὶ νυ̃ν κατάστητε καὶ ἴδετε τὸ ῥη̃μα τὸ μέγα του̃το ὃ ὁ κύριος ποιήσει ἐν ὀφθαλμοι̃ς ὑμω̃ν |
17 οὐχὶ θερισμὸς πυρω̃ν σήμερον ἐπικαλέσομαι κύριον καὶ δώσει φωνὰς καὶ ὑετόν καὶ γνω̃τε καὶ ἴδετε ὅτι ἡ κακία ὑμω̃ν μεγάλη ἣν ἐποιήσατε ἐνώπιον κυρίου αἰτήσαντες ἑαυτοι̃ς βασιλέα |
18 καὶ ἐπεκαλέσατο Σαμουηλ τὸν κύριον καὶ ἔδωκεν κύριος φωνὰς καὶ ὑετὸν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἐφοβήθησαν πα̃ς ὁ λαὸς τὸν κύριον σφόδρα καὶ τὸν Σαμουηλ |
19 καὶ εἰ̃παν πα̃ς ὁ λαὸς πρὸς Σαμουηλ πρόσευξαι ὑπὲρ τω̃ν δούλων σου πρὸς κύριον θεόν σου καὶ οὐ μὴ ἀποθάνωμεν ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμω̃ν κακίαν αἰτήσαντες ἑαυτοι̃ς βασιλέα |
20 καὶ εἰ̃πεν Σαμουηλ πρὸς τὸν λαόν μὴ φοβει̃σθε ὑμει̃ς πεποιήκατε τὴν πα̃σαν κακίαν ταύτην πλὴν μὴ ἐκκλίνητε ἀπὸ ὄπισθεν κυρίου καὶ δουλεύσατε τω̨̃ κυρίω̨ ἐν ὅλη̨ καρδία̨ ὑμω̃ν |
21 καὶ μὴ παραβη̃τε ὀπίσω τω̃ν μηθὲν ὄντων οἳ οὐ περανου̃σιν οὐθὲν καὶ οἳ οὐκ ἐξελου̃νται ὅτι οὐθέν εἰσιν |
22 ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτου̃ διὰ τὸ ὄνομα αὐτου̃ τὸ μέγα ὅτι ἐπιεικέως κύριος προσελάβετο ὑμα̃ς αὑτω̨̃ εἰς λαόν |
23 καὶ ἐμοὶ μηδαμω̃ς του̃ ἁμαρτει̃ν τω̨̃ κυρίω̨ ἀνιέναι του̃ προσεύχεσθαι περὶ ὑμω̃ν καὶ δουλεύσω τω̨̃ κυρίω̨ καὶ δείξω ὑμι̃ν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθει̃αν |
24 πλὴν φοβει̃σθε τὸν κύριον καὶ δουλεύσατε αὐτω̨̃ ἐν ἀληθεία̨ καὶ ἐν ὅλη̨ καρδία̨ ὑμω̃ν ὅτι εἴδετε ἃ ἐμεγάλυνεν μεθ' ὑμω̃ν |
25 καὶ ἐὰν κακία̨ κακοποιήσητε καὶ ὑμει̃ς καὶ ὁ βασιλεὺς ὑμω̃ν προστεθήσεσθε |