Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 15

καὶ εἰ̃πεν Σαμουηλ πρὸς Σαουλ ἐμὲ ἀπέστειλεν κύριος χρι̃σαί σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ νυ̃ν ἄκουε τη̃ς φωνη̃ς κυρίου
τάδε εἰ̃πεν κύριος σαβαωθ νυ̃ν ἐκδικήσω ἃ ἐποίησεν Αμαληκ τω̨̃ Ισραηλ ὡς ἀπήντησεν αὐτω̨̃ ἐν τη̨̃ ὁδω̨̃ ἀναβαίνοντος αὐτου̃ ἐξ Αἰγύπτου
καὶ νυ̃ν πορεύου καὶ πατάξεις τὸν Αμαληκ καὶ Ιεριμ καὶ πάντα τὰ αὐτου̃ καὶ οὐ περιποιήση̨ ἐξ αὐτου̃ καὶ ἐξολεθρεύσεις αὐτὸν καὶ ἀναθεματιει̃ς αὐτὸν καὶ πάντα τὰ αὐτου̃ καὶ οὐ φείση̨ ἀπ' αὐτου̃ καὶ ἀποκτενει̃ς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου
καὶ παρήγγειλεν Σαουλ τω̨̃ λαω̨̃ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγαλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν Ιουδαν τριάκοντα χιλιάδας ταγμάτων
καὶ ἠ̃λθεν Σαουλ ἕως τω̃ν πόλεων Αμαληκ καὶ ἐνήδρευσεν ἐν τω̨̃ χειμάρρω̨
καὶ εἰ̃πεν Σαουλ πρὸς τὸν Κιναι̃ον ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου του̃ Αμαληκίτου μὴ προσθω̃ σε μετ' αὐτου̃ καὶ σὺ ἐποίησας ἔλεος μετὰ τω̃ν υἱω̃ν Ισραηλ ἐν τω̨̃ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου καὶ ἐξέκλινεν ὁ Κιναι̃ος ἐκ μέσου Αμαληκ
καὶ ἐπάταξεν Σαουλ τὸν Αμαληκ ἀπὸ Ευιλατ ἕως Σουρ ἐπὶ προσώπου Αἰγύπτου
καὶ συνέλαβεν τὸν Αγαγ βασιλέα Αμαληκ ζω̃ντα καὶ πάντα τὸν λαὸν Ιεριμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας
καὶ περιεποιήσατο Σαουλ καὶ πα̃ς ὁ λαὸς τὸν Αγαγ ζω̃ντα καὶ τὰ ἀγαθὰ τω̃ν ποιμνίων καὶ τω̃ν βουκολίων καὶ τω̃ν ἐδεσμάτων καὶ τω̃ν ἀμπελώνων καὶ πάντων τω̃ν ἀγαθω̃ν καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεθρευ̃σαι καὶ πα̃ν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέθρευσαν
10 καὶ ἐγενήθη ῥη̃μα κυρίου πρὸς Σαμουηλ λέγων
11 παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαουλ εἰς βασιλέα ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν καὶ ἠθύμησεν Σαμουηλ καὶ ἐβόησεν πρὸς κύριον ὅλην τὴν νύκτα
12 καὶ ὤρθρισεν Σαμουηλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ισραηλ πρωί καὶ ἀπηγγέλη τω̨̃ Σαμουηλ λέγοντες ἥκει Σαουλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτω̨̃ χει̃ρα καὶ ἐπέστρεψεν τὸ ἅρμα καὶ κατέβη εἰς Γαλγαλα πρὸς Σαουλ καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τω̨̃ κυρίω̨ τὰ πρω̃τα τω̃ν σκύλων ὡ̃ν ἤνεγκεν ἐξ Αμαληκ
13 καὶ παρεγένετο Σαμουηλ πρὸς Σαουλ καὶ εἰ̃πεν αὐτω̨̃ Σαουλ εὐλογητὸς σὺ τω̨̃ κυρίω̨ ἔστησα πάντα ὅσα ἐλάλησεν κύριος
14 καὶ εἰ̃πεν Σαμουηλ καὶ τίς ἡ φωνὴ του̃ ποιμνίου τούτου ἐν τοι̃ς ὠσίν μου καὶ φωνὴ τω̃ν βοω̃ν ὡ̃ν ἐγὼ ἀκούω
15 καὶ εἰ̃πεν Σαουλ ἐξ Αμαληκ ἤνεγκα αὐτά ἃ περιεποιήσατο ὁ λαός τὰ κράτιστα του̃ ποιμνίου καὶ τω̃ν βοω̃ν ὅπως τυθη̨̃ τω̨̃ κυρίω̨ θεω̨̃ σου καὶ τὰ λοιπὰ ἐξωλέθρευσα
16 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Σαουλ ἄνες καὶ ἀπαγγελω̃ σοι ἃ ἐλάλησεν κύριος πρός με τὴν νύκτα καὶ εἰ̃πεν αὐτω̨̃ λάλησον
17 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Σαουλ οὐχὶ μικρὸς σὺ εἰ̃ ἐνώπιον αὐτου̃ ἡγούμενος σκήπτρου φυλη̃ς Ισραηλ καὶ ἔχρισέν σε κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ
18 καὶ ἀπέστειλέν σε κύριος ἐν ὁδω̨̃ καὶ εἰ̃πέν σοι πορεύθητι καὶ ἐξολέθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ τὸν Αμαληκ καὶ πολεμήσεις αὐτούς ἕως συντελέση̨ς αὐτούς
19 καὶ ἵνα τί οὐκ ἤκουσας τη̃ς φωνη̃ς κυρίου ἀλλ' ὥρμησας του̃ θέσθαι ἐπὶ τὰ σκυ̃λα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον κυρίου
20 καὶ εἰ̃πεν Σαουλ πρὸς Σαμουηλ διὰ τὸ ἀκου̃σαί με τη̃ς φωνη̃ς του̃ λαου̃ καὶ ἐπορεύθην ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἀπέστειλέν με κύριος καὶ ἤγαγον τὸν Αγαγ βασιλέα Αμαληκ καὶ τὸν Αμαληκ ἐξωλέθρευσα
21 καὶ ἔλαβεν ὁ λαὸς τω̃ν σκύλων ποίμνια καὶ βουκόλια τὰ πρω̃τα του̃ ἐξολεθρεύματος θυ̃σαι ἐνώπιον κυρίου θεου̃ ἡμω̃ν ἐν Γαλγαλοις
22 καὶ εἰ̃πεν Σαμουηλ εἰ θελητὸν τω̨̃ κυρίω̨ ὁλοκαυτώματα καὶ θυσίαι ὡς τὸ ἀκου̃σαι φωνη̃ς κυρίου ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴ καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριω̃ν
23 ὅτι ἁμαρτία οἰώνισμά ἐστιν ὀδύνην καὶ πόνους θεραφιν ἐπάγουσιν ὅτι ἐξουδένωσας τὸ ῥη̃μα κυρίου καὶ ἐξουδενώσει σε κύριος μὴ εἰ̃ναι βασιλέα ἐπὶ Ισραηλ
24 καὶ εἰ̃πεν Σαουλ πρὸς Σαμουηλ ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον κυρίου καὶ τὸ ῥη̃μά σου ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τη̃ς φωνη̃ς αὐτω̃ν
25 καὶ νυ̃ν ἀ̃ρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ' ἐμου̃ καὶ προσκυνήσω κυρίω̨ τω̨̃ θεω̨̃ σου
26 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Σαουλ οὐκ ἀναστρέφω μετὰ σου̃ ὅτι ἐξουδένωσας τὸ ῥη̃μα κυρίου καὶ ἐξουδενώσει σε κύριος του̃ μὴ εἰ̃ναι βασιλέα ἐπὶ τὸν Ισραηλ
27 καὶ ἀπέστρεψεν Σαμουηλ τὸ πρόσωπον αὐτου̃ του̃ ἀπελθει̃ν καὶ ἐκράτησεν Σαουλ του̃ πτερυγίου τη̃ς διπλοΐδος αὐτου̃ καὶ διέρρηξεν αὐτό
28 καὶ εἰ̃πεν πρὸς αὐτὸν Σαμουηλ διέρρηξεν κύριος τὴν βασιλείαν Ισραηλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τω̨̃ πλησίον σου τω̨̃ ἀγαθω̨̃ ὑπὲρ σέ
29 καὶ διαιρεθήσεται Ισραηλ εἰς δύο καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει ὅτι οὐχ ὡς ἄνθρωπός ἐστιν του̃ μετανοη̃σαι αὐτός
30 καὶ εἰ̃πεν Σαουλ ἡμάρτηκα ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ισραηλ καὶ ἐνώπιον λαου̃ μου καὶ ἀνάστρεψον μετ' ἐμου̃ καὶ προσκυνήσω τω̨̃ κυρίω̨ θεω̨̃ σου
31 καὶ ἀνέστρεψεν Σαμουηλ ὀπίσω Σαουλ καὶ προσεκύνησεν τω̨̃ κυρίω̨
32 καὶ εἰ̃πεν Σαμουηλ προσαγάγετέ μοι τὸν Αγαγ βασιλέα Αμαληκ καὶ προση̃λθεν πρὸς αὐτὸν Αγαγ τρέμων καὶ εἰ̃πεν Αγαγ εἰ οὕτως πικρὸς ὁ θάνατος
33 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Αγαγ καθότι ἠτέκνωσεν γυναι̃κας ἡ ῥομφαία σου οὕτως ἀτεκνωθήσεται ἐκ γυναικω̃ν ἡ μήτηρ σου καὶ ἔσφαξεν Σαμουηλ τὸν Αγαγ ἐνώπιον κυρίου ἐν Γαλγαλ
34 καὶ ἀπη̃λθεν Σαμουηλ εἰς Αρμαθαιμ καὶ Σαουλ ἀνέβη εἰς τὸν οἰ̃κον αὐτου̃ εἰς Γαβαα
35 καὶ οὐ προσέθετο Σαμουηλ ἔτι ἰδει̃ν τὸν Σαουλ ἕως ἡμέρας θανάτου αὐτου̃ ὅτι ἐπένθει Σαμουηλ ἐπὶ Σαουλ καὶ κύριος μετεμελήθη ὅτι ἐβασίλευσεν τὸν Σαουλ ἐπὶ Ισραηλ
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.