Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Α, κεφαλίς 5

1 καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ὠ̨κοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον καὶ ὠργίσθησαν σφόδρα
2 καὶ ἐβουλεύσαντο του̃ ἀ̃ραι τὸ γένος Ιακωβ τοὺς ὄντας ἐν μέσω̨ αὐτω̃ν καὶ ἤρξαντο του̃ θανατου̃ν ἐν τω̨̃ λαω̨̃ καὶ ἐξαίρειν
3 καὶ ἐπολέμει Ιουδας πρὸς τοὺς υἱοὺς Ησαυ ἐν τη̨̃ Ιδουμαία̨ τὴν Ακραβαττήνην ὅτι περιεκάθηντο τὸν Ισραηλ καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκυ̃λα αὐτω̃ν
4 καὶ ἐμνήσθη τη̃ς κακίας υἱω̃ν Βαιαν οἳ ἠ̃σαν τω̨̃ λαω̨̃ εἰς παγίδα καὶ σκάνδαλον ἐν τω̨̃ ἐνεδρεύειν αὐτοὺς ἐν ται̃ς ὁδοι̃ς
5 καὶ συνεκλείσθησαν ὑπ' αὐτου̃ εἰς τοὺς πύργους καὶ παρενέβαλεν ἐπ' αὐτοὺς καὶ ἀνεθεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτη̃ς ἐν πυρὶ σὺν πα̃σιν τοι̃ς ἐνου̃σιν
6 καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ εὑ̃ρεν χει̃ρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόθεον ἡγούμενον αὐτω̃ν
7 καὶ συνη̃ψεν πρὸς αὐτοὺς πολέμους πολλούς καὶ συνετρίβησαν πρὸ προσώπου αὐτου̃ καὶ ἐπάταξεν αὐτούς
8 καὶ προκατελάβετο τὴν Ιαζηρ καὶ τὰς θυγατέρας αὐτη̃ς καὶ ἀνέστρεψεν εἰς τὴν Ιουδαίαν
9 καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τη̨̃ Γαλααδ ἐπὶ τὸν Ισραηλ τοὺς ὄντας ἐπὶ τοι̃ς ὁρίοις αὐτω̃ν του̃ ἐξα̃ραι αὐτούς καὶ ἔφυγον εἰς Δαθεμα τὸ ὀχύρωμα
10 καὶ ἀπέστειλαν γράμματα πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτου̃ λέγοντες ἐπισυνηγμένα ἐστὶν ἐφ' ἡμα̃ς τὰ ἔθνη κύκλω̨ ἡμω̃ν του̃ ἐξα̃ραι ἡμα̃ς
11 καὶ ἑτοιμάζονται ἐλθει̃ν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα εἰς ὃ κατεφύγομεν καὶ Τιμόθεος ἡγει̃ται τη̃ς δυνάμεως αὐτω̃ν
12 νυ̃ν οὐ̃ν ἐλθὼν ἐξελου̃ ἡμα̃ς ἐκ χειρὸς αὐτω̃ν ὅτι πέπτωκεν ἐξ ἡμω̃ν πλη̃θος
13 καὶ πάντες οἱ ἀδελφοὶ ἡμω̃ν οἱ ὄντες ἐν τοι̃ς Τουβίου τεθανάτωνται καὶ ἠ̨χμαλωτίκασιν τὰς γυναι̃κας αὐτω̃ν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευὴν καὶ ἀπώλεσαν ἐκει̃ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρω̃ν
14 ἔτι αἱ ἐπιστολαὶ ἀνεγιγνώσκοντο καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τη̃ς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταυ̃τα
15 λέγοντες ἐπισυνη̃χθαι ἐπ' αὐτοὺς ἐκ Πτολεμαίδος καὶ Τύρου καὶ Σιδω̃νος καὶ πα̃σαν Γαλιλαίαν ἀλλοφύλων του̃ ἐξαναλω̃σαι ἡμα̃ς
16 ὡς δὲ ἤκουσεν Ιουδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύσασθαι τί ποιήσωσιν τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν τοι̃ς οὐ̃σιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπ' αὐτω̃ν
17 καὶ εἰ̃πεν Ιουδας Σιμωνι τω̨̃ ἀδελφω̨̃ αὐτου̃ ἐπίλεξον σεαυτω̨̃ ἄνδρας καὶ πορεύου καὶ ῥυ̃σαι τοὺς ἀδελφούς σου τοὺς ἐν τη̨̃ Γαλιλαία̨ ἐγὼ δὲ καὶ Ιωναθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδι̃τιν
18 καὶ κατέλιπεν Ιωσηπον τὸν του̃ Ζαχαριου καὶ Αζαριαν ἡγούμενον του̃ λαου̃ μετὰ τω̃ν ἐπιλοίπων τη̃ς δυνάμεως ἐν τη̨̃ Ιουδαία̨ εἰς τήρησιν
19 καὶ ἐνετείλατο αὐτοι̃ς λέγων πρόστητε του̃ λαου̃ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως του̃ ἐπιστρέψαι ἡμα̃ς
20 καὶ ἐμερίσθησαν Σιμωνι ἄνδρες τρισχίλιοι του̃ πορευθη̃ναι εἰς τὴν Γαλιλαίαν Ιουδα δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδι̃τιν
21 καὶ ἐπορεύθη Σιμων εἰς τὴν Γαλιλαίαν καὶ συνη̃ψεν πολέμους πολλοὺς πρὸς τὰ ἔθνη καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτου̃
22 καὶ ἐδίωξεν αὐτοὺς ἕως τη̃ς πύλης Πτολεμαίδος καὶ ἔπεσον ἐκ τω̃ν ἐθνω̃ν εἰς τρισχιλίους ἄνδρας καὶ ἔλαβεν τὰ σκυ̃λα αὐτω̃ν
23 καὶ παρέλαβεν τοὺς ἐκ τη̃ς Γαλιλαίας καὶ ἐν Αρβαττοις σὺν ται̃ς γυναιξὶν καὶ τοι̃ς τέκνοις καὶ πάντα ὅσα ἠ̃ν αὐτοι̃ς καὶ ἤγαγεν εἰς τὴν Ιουδαίαν μετ' εὐφροσύνης μεγάλης
24 καὶ Ιουδας ὁ Μακκαβαι̃ος καὶ Ιωναθαν ὁ ἀδελφὸς αὐτου̃ διέβησαν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριω̃ν ἡμερω̃ν ἐν τη̨̃ ἐρήμω̨
25 καὶ συνήντησαν τοι̃ς Ναβαταίοις καὶ ἀπήντησαν αὐτοι̃ς εἰρηνικω̃ς καὶ διηγήσαντο αὐτοι̃ς πάντα τὰ συμβάντα τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν ἐν τη̨̃ Γαλααδίτιδι
26 καὶ ὅτι πολλοὶ ἐξ αὐτω̃ν συνειλημμένοι εἰσὶν εἰς Βοσορρα καὶ Βοσορ ἐν Αλεμοις Χασφω Μακεδ καὶ Καρναιν πα̃σαι αἱ πόλεις αὑ̃ται ὀχυραὶ καὶ μεγάλαι
27 καὶ ἐν ται̃ς λοιπαι̃ς πόλεσιν τη̃ς Γαλααδίτιδός εἰσιν συνειλημμένοι εἰς αὔριον τάσσονται παρεμβαλει̃ν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξα̃ραι πάντας τούτους ἐν ἡμέρα̨ μια̨̃
28 καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ παρεμβολὴ αὐτου̃ ὁδὸν εἰς τὴν ἔρημον Βοσορρα ἄφνω καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πα̃ν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἔλαβεν πάντα τὰ σκυ̃λα αὐτω̃ν καὶ ἐνέπρησεν αὐτὴν πυρί
29 καὶ ἀπη̃ρεν ἐκει̃θεν νυκτός καὶ ἐπορεύοντο ἕως ἐπὶ τὸ ὀχύρωμα
30 καὶ ἐγένετο ἑωθινη̨̃ ἠ̃ραν τοὺς ὀφθαλμοὺς αὐτω̃ν καὶ ἰδοὺ λαὸς πολύς οὑ̃ οὐκ ἠ̃ν ἀριθμός αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς
31 καὶ εἰ̃δεν Ιουδας ὅτι ἠ̃ρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τη̃ς πόλεως ἀνέβη ἕως οὐρανου̃ σάλπιγξιν καὶ κραυγη̨̃ μεγάλη̨
32 καὶ εἰ̃πεν τοι̃ς ἀνδράσιν τη̃ς δυνάμεως πολεμήσατε σήμερον ὑπὲρ τω̃ν ἀδελφω̃ν ἡμω̃ν
33 καὶ ἐξη̃λθεν ἐν τρισὶν ἀρχαι̃ς ἐξόπισθεν αὐτω̃ν καὶ ἐσάλπισαν ται̃ς σάλπιγξιν καὶ ἐβόησαν ἐν προσευχη̨̃
34 καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαι̃ός ἐστιν καὶ ἔφυγον ἀπὸ προσώπου αὐτου̃ καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ ἔπεσον ἐξ αὐτω̃ν ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ εἰς ὀκτακισχιλίους ἄνδρας
35 καὶ ἀπέκλινεν εἰς Αλεμα καὶ ἐπολέμησεν αὐτὴν καὶ κατελάβετο αὐτὴν καὶ ἀπέκτεινεν πα̃ν ἀρσενικὸν αὐτη̃ς καὶ ἔλαβεν τὰ σκυ̃λα αὐτη̃ς καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί
36 ἐκει̃θεν ἀπη̃ρεν καὶ προκατελάβετο τὴν Χασφω Μακεδ καὶ Βοσορ καὶ τὰς λοιπὰς πόλεις τη̃ς Γαλααδίτιδος
37 μετὰ δὲ τὰ ῥήματα ταυ̃τα συνήγαγεν Τιμόθεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλεν κατὰ πρόσωπον Ραφων ἐκ πέραν του̃ χειμάρρου
38 καὶ ἀπέστειλεν Ιουδας κατασκοπευ̃σαι τὴν παρεμβολήν καὶ ἀπήγγειλαν αὐτω̨̃ λέγοντες ἐπισυνηγμένα εἰσὶν πρὸς αὐτὸν πάντα τὰ ἔθνη τὰ κύκλω̨ ἡμω̃ν δύναμις πολλὴ σφόδρα
39 καὶ 'Άραβας μεμίσθωνται εἰς βοήθειαν αὐτοι̃ς καὶ παρεμβάλλουσιν πέραν του̃ χειμάρρου ἕτοιμοι του̃ ἐλθει̃ν ἐπὶ σὲ εἰς πόλεμον καὶ ἐπορεύθη Ιουδας εἰς συνάντησιν αὐτω̃ν
40 καὶ εἰ̃πεν Τιμόθεος τοι̃ς ἄρχουσιν τη̃ς δυνάμεως αὐτου̃ ἐν τω̨̃ ἐγγίζειν Ιουδαν καὶ τὴν παρεμβολὴν αὐτου̃ ἐπὶ τὸν χειμάρρουν του̃ ὕδατος ἐὰν διαβη̨̃ πρὸς ἡμα̃ς πρότερος οὐ δυνησόμεθα ὑποστη̃ναι αὐτόν ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμα̃ς
41 ἐὰν δὲ δειλανθη̨̃ καὶ παρεμβάλη̨ πέραν του̃ ποταμου̃ διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεθα πρὸς αὐτόν
42 ὡς δὲ ἤγγισεν Ιουδας ἐπὶ τὸν χειμάρρουν του̃ ὕδατος ἔστησεν τοὺς γραμματει̃ς του̃ λαου̃ ἐπὶ του̃ χειμάρρου καὶ ἐνετείλατο αὐτοι̃ς λέγων μὴ ἀφη̃τε πάντα ἄνθρωπον παρεμβαλει̃ν ἀλλὰ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον
43 καὶ διεπέρασεν ἐπ' αὐτοὺς πρότερος καὶ πα̃ς ὁ λαὸς ὄπισθεν αὐτου̃ καὶ συνετρίβησαν πρὸ προσώπου αὐτω̃ν πάντα τὰ ἔθνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτω̃ν καὶ ἔφυγον εἰς τὸ τέμενος Καρναιν
44 καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πα̃σιν τοι̃ς ἐν αὐτω̨̃ καὶ ἐτροπώθη Καρναιν καὶ οὐκ ἠδύναντο ἔτι ὑποστη̃ναι κατὰ πρόσωπον Ιουδου
45 καὶ συνήγαγεν Ιουδας πάντα Ισραηλ τοὺς ἐν τη̨̃ Γαλααδίτιδι ἀπὸ μικρου̃ ἕως μεγάλου καὶ τὰς γυναι̃κας αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν καὶ τὴν ἀποσκευήν παρεμβολὴν μεγάλην σφόδρα ἐλθει̃ν εἰς γη̃ν Ιουδα
46 καὶ ἠ̃λθον ἕως Εφρων καὶ αὕτη πόλις μεγάλη ἐπὶ τη̃ς ὁδου̃ ὀχυρὰ σφόδρα οὐκ ἠ̃ν ἐκκλι̃ναι ἀπ' αὐτη̃ς δεξιὰν ἢ ἀριστεράν ἀλλ' ἢ διὰ μέσου αὐτη̃ς πορεύεσθαι
47 καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τη̃ς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις
48 καὶ ἀπέστειλεν πρὸς αὐτοὺς Ιουδας λόγοις εἰρηνικοι̃ς λέγων διελευσόμεθα διὰ τη̃ς γη̃ς σου του̃ ἀπελθει̃ν εἰς τὴν γη̃ν ἡμω̃ν καὶ οὐδεὶς κακοποιήσει ὑμα̃ς πλὴν τοι̃ς ποσὶν παρελευσόμεθα καὶ οὐκ ἠβούλοντο ἀνοι̃ξαι αὐτω̨̃
49 καὶ ἐπέταξεν Ιουδας κηρύξαι ἐν τη̨̃ παρεμβολη̨̃ του̃ παρεμβαλει̃ν ἕκαστον ἐν ὡ̨̃ ἐστιν τόπω̨
50 καὶ παρενέβαλον οἱ ἄνδρες τη̃ς δυνάμεως καὶ ἐπολέμησεν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα καὶ παρεδόθη ἡ πόλις ἐν χειρὶ αὐτου̃
51 καὶ ἀπώλεσεν πα̃ν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβεν τὰ σκυ̃λα αὐτη̃ς καὶ διη̃λθεν διὰ τη̃ς πόλεως ἐπάνω τω̃ν ἀπεκταμμένων
52 καὶ διέβησαν τὸν Ιορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσαν
53 καὶ ἠ̃ν Ιουδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλω̃ν τὸν λαὸν κατὰ πα̃σαν τὴν ὁδόν ἕως ἠ̃λθεν εἰς γη̃ν Ιουδα
54 καὶ ἀνέβησαν εἰς ὄρος Σιων ἐν εὐφροσύνη̨ καὶ χαρα̨̃ καὶ προσήγαγον ὁλοκαυτώματα ὅτι οὐκ ἔπεσεν ἐξ αὐτω̃ν οὐθεὶς ἕως του̃ ἐπιστρέψαι ἐν εἰρήνη̨
55 καὶ ἐν ται̃ς ἡμέραις ἐν αἱ̃ς ἠ̃ν Ιουδας καὶ Ιωναθαν ἐν γη̨̃ Γαλααδ καὶ Σιμων ὁ ἀδελφὸς αὐτου̃ ἐν τη̨̃ Γαλιλαία̨ κατὰ πρόσωπον Πτολεμαίδος
56 ἤκουσεν Ιωσηφ ὁ του̃ Ζαχαριου καὶ Αζαριας ἄρχοντες τη̃ς δυνάμεως τω̃ν ἀνδραγαθιω̃ν καὶ του̃ πολέμου οἱ̃α ἐποίησαν
57 καὶ εἰ̃πον ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοι̃ς ὄνομα καὶ πορευθω̃μεν πολεμη̃σαι πρὸς τὰ ἔθνη τὰ κύκλω̨ ἡμω̃ν
58 καὶ παρήγγειλεν τοι̃ς ἀπὸ τη̃ς δυνάμεως τη̃ς μετ' αὐτω̃ν καὶ ἐπορεύθησαν ἐπὶ Ιάμνειαν
59 καὶ ἐξη̃λθεν Γοργίας ἐκ τη̃ς πόλεως καὶ οἱ ἄνδρες αὐτου̃ εἰς συνάντησιν αὐτοι̃ς εἰς πόλεμον
60 καὶ ἐτροπώθη Ιωσηπος καὶ Αζαριας καὶ ἐδιώχθησαν ἕως τω̃ν ὁρίων τη̃ς Ιουδαίας καὶ ἔπεσον ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ του̃ λαου̃ Ισραηλ εἰς δισχιλίους ἄνδρας
61 καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τω̨̃ λαω̨̃ ὅτι οὐκ ἤκουσαν Ιουδου καὶ τω̃ν ἀδελφω̃ν αὐτου̃ οἰόμενοι ἀνδραγαθη̃σαι
62 αὐτοὶ δὲ οὐκ ἠ̃σαν ἐκ του̃ σπέρματος τω̃ν ἀνδρω̃ν ἐκείνων οἱ̃ς ἐδόθη σωτηρία Ισραηλ διὰ χειρὸς αὐτω̃ν
63 καὶ ὁ ἀνὴρ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἐδοξάσθησαν σφόδρα ἔναντι παντὸς Ισραηλ καὶ τω̃ν ἐθνω̃ν πάντων οὑ̃ ἠκούετο τὸ ὄνομα αὐτω̃ν
64 καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημου̃ντες
65 καὶ ἐξη̃λθεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ ἐπολέμουν τοὺς υἱοὺς Ησαυ ἐν τη̨̃ γη̨̃ τη̨̃ πρὸς νότον καὶ ἐπάταξεν τὴν Χεβρων καὶ τὰς θυγατέρας αὐτη̃ς καὶ καθει̃λεν τὰ ὀχυρώματα αὐτη̃ς καὶ τοὺς πύργους αὐτη̃ς ἐνεπύρισεν κυκλόθεν
66 καὶ ἀπη̃ρεν του̃ πορευθη̃ναι εἰς γη̃ν ἀλλοφύλων καὶ διεπορεύετο τὴν Μαρισαν
67 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔπεσον ἱερει̃ς ἐν πολέμω̨ βουλόμενοι ἀνδραγαθη̃σαι ἐν τω̨̃ αὐτοὺς ἐξελθει̃ν εἰς πόλεμον ἀβουλεύτως
68 καὶ ἐξέκλινεν Ιουδας εἰς 'Άζωτον γη̃ν ἀλλοφύλων καὶ καθει̃λεν τοὺς βωμοὺς αὐτω̃ν καὶ τὰ γλυπτὰ τω̃ν θεω̃ν αὐτω̃ν κατέκαυσεν πυρὶ καὶ ἐσκύλευσεν τὰ σκυ̃λα τω̃ν πόλεων καὶ ἐπέστρεψεν εἰς γη̃ν Ιουδα
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.