Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Α, κεφαλίς 2

ἀποθέμενοι οὐ̃ν πα̃σαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς
ὡς ἀρτιγέννητα βρέφη τò λογικòν ἄδολον γάλα ἐπιποθήσατε ἵνα ἐν αὐτω̨̃ αὐξηθη̃τε εἰς σωτηρίαν
εἰ ἐγεύσασθε ὅτι χρηστòς ὁ κύριος
πρòς ὃν προσερχόμενοι λίθον ζω̃ντα ὑπò ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεω̨̃ ἐκλεκτòν ἔντιμον
καὶ αὐτοὶ ὡς λίθοι ζω̃ντες οἰκοδομει̃σθε οἰ̃κος πνευματικòς εἰς ἱεράτευμα ἅγιον ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τω̨̃ θεω̨̃ διὰ ’Ιησου̃ Χριστου̃
διότι περιέχει ἐν γραφη̨̃ ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαι̃ον ἐκλεκτòν ἔντιμον καὶ ὁ πιστεύων ἐπ' αὐτω̨̃ οὐ μὴ καταισχυνθη̨̃
ὑμι̃ν οὐ̃ν ἡ τιμὴ τοι̃ς πιστεύουσιν ἀπιστου̃σιν δὲ λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομου̃ντες οὑ̃τος ἐγενήθη εἰς κεφαλὴν γωνίας
καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου οἳ προσκόπτουσιν τω̨̃ λόγω̨ ἀπειθου̃ντες εἰς ὃ καὶ ἐτέθησαν
ὑμει̃ς δὲ γένος ἐκλεκτόν βασίλειον ἱεράτευμα ἔθνος ἅγιον λαòς εἰς περιποίησιν ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε του̃ ἐκ σκότους ὑμα̃ς καλέσαντος εἰς τò θαυμαστòν αὐτου̃ φω̃ς
10 οἵ ποτε οὐ λαòς νυ̃ν δὲ λαòς θεου̃ οἱ οὐκ ἠλεημένοι νυ̃ν δὲ ἐλεηθέντες
11 ἀγαπητοί παρακαλω̃ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τω̃ν σαρκικω̃ν ἐπιθυμιω̃ν αἵτινες στρατεύονται κατὰ τη̃ς ψυχη̃ς
12 τὴν ἀναστροφὴν ὑμω̃ν ἐν τοι̃ς ἔθνεσιν ἔχοντες καλήν ἵνα ἐν ὡ̨̃ καταλαλου̃σιν ὑμω̃ν ὡς κακοποιω̃ν ἐκ τω̃ν καλω̃ν ἔργων ἐποπτεύοντες δοξάσωσιν τòν θεòν ἐν ἡμέρα̨ ἐπισκοπη̃ς
13 ὑποτάγητε πάση̨ ἀνθρωπίνη̨ κτίσει διὰ τòν κύριον εἴτε βασιλει̃ ὡς ὑπερέχοντι
14 εἴτε ἡγεμόσιν ὡς δι' αὐτου̃ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιω̃ν ἔπαινον δὲ ἀγαθοποιω̃ν
15 ὅτι οὕτως ἐστὶν τò θέλημα του̃ θεου̃ ἀγαθοποιου̃ντας φιμου̃ν τὴν τω̃ν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν
16 ὡς ἐλεύθεροι καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τη̃ς κακίας τὴν ἐλευθερίαν ἀλλ' ὡς θεου̃ δου̃λοι
17 πάντας τιμήσατε τὴν ἀδελφότητα ἀγαπα̃τε τòν θεòν φοβει̃σθε τòν βασιλέα τιμα̃τε
18 οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβω̨ τοι̃ς δεσπόταις οὐ μόνον τοι̃ς ἀγαθοι̃ς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοι̃ς σκολιοι̃ς
19 του̃το γὰρ χάρις εἰ διὰ συνείδησιν θεου̃ ὑποφέρει τις λύπας πάσχων ἀδίκως
20 ποι̃ον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενει̃τε ἀλλ' εἰ ἀγαθοποιου̃ντες καὶ πάσχοντες ὑπομενει̃τε του̃το χάρις παρὰ θεω̨̃
21 εἰς του̃το γὰρ ἐκλήθητε ὅτι καὶ Χριστòς ἔπαθεν ὑπὲρ ὑμω̃ν ὑμι̃ν ὑπολιμπάνων ὑπογραμμòν ἵνα ἐπακολουθήσητε τοι̃ς ἴχνεσιν αὐτου̃
22 ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τω̨̃ στόματι αὐτου̃
23 ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει πάσχων οὐκ ἠπείλει παρεδίδου δὲ τω̨̃ κρίνοντι δικαίως
24 ὃς τὰς ἁμαρτίας ἡμω̃ν αὐτòς ἀνήνεγκεν ἐν τω̨̃ σώματι αὐτου̃ ἐπὶ τò ξύλον ἵνα ται̃ς ἁμαρτίαις ἀπογενόμενοι τη̨̃ δικαιοσύνη̨ ζήσωμεν οὑ̃ τω̨̃ μώλωπι ἰάθητε
25 ἠ̃τε γὰρ ὡς πρόβατα πλανώμενοι ἀλλὰ ἐπεστράφητε νυ̃ν ἐπὶ τòν ποιμένα καὶ ἐπίσκοπον τω̃ν ψυχω̃ν ὑμω̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.