1 αὐτοὶ γὰρ οἴδατε ἀδελφοί τὴν εἴσοδον ἡμω̃ν τὴν πρòς ὑμα̃ς ὅτι οὐ κενὴ γέγονεν |
2 ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες καθὼς οἴδατε ἐν Φιλίπποις ἐπαρρησιασάμεθα ἐν τω̨̃ θεω̨̃ ἡμω̃ν λαλη̃σαι πρòς ὑμα̃ς τò εὐαγγέλιον του̃ θεου̃ ἐν πολλω̨̃ ἀγω̃νι |
3 ἡ γὰρ παράκλησις ἡμω̃ν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας οὐδὲ ἐν δόλω̨ |
4 ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπò του̃ θεου̃ πιστευθη̃ναι τò εὐαγγέλιον οὕτως λαλου̃μεν οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ θεω̨̃ τω̨̃ δοκιμάζοντι τὰς καρδίας ἡμω̃ν |
5 οὔτε γάρ ποτε ἐν λόγω̨ κολακείας ἐγενήθημεν καθὼς οἴδατε οὔτε ἐν προφάσει πλεονεξίας θεòς μάρτυς |
6 οὔτε ζητου̃ντες ἐξ ἀνθρώπων δόξαν οὔτε ἀφ' ὑμω̃ν οὔτε ἀπ' ἄλλων |
7 δυνάμενοι ἐν βάρει εἰ̃ναι ὡς Χριστου̃ ἀπόστολοι ἀλλὰ ἐγενήθημεν νήπιοι ἐν μέσω̨ ὑμω̃ν ὡς ἐὰν τροφòς θάλπη̨ τὰ ἑαυτη̃ς τέκνα |
8 οὕτως ὁμειρόμενοι ὑμω̃ν εὐδοκου̃μεν μεταδου̃ναι ὑμι̃ν οὐ μόνον τò εὐαγγέλιον του̃ θεου̃ ἀλλὰ καὶ τὰς ἑαυτω̃ν ψυχάς διότι ἀγαπητοὶ ἡμι̃ν ἐγενήθητε |
9 μνημονεύετε γάρ ἀδελφοί τòν κόπον ἡμω̃ν καὶ τòν μόχθον νυκτòς καὶ ἡμέρας ἐργαζόμενοι πρòς τò μὴ ἐπιβαρη̃σαί τινα ὑμω̃ν ἐκηρύξαμεν εἰς ὑμα̃ς τò εὐαγγέλιον του̃ θεου̃ |
10 ὑμει̃ς μάρτυρες καὶ ὁ θεός ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμι̃ν τοι̃ς πιστεύουσιν ἐγενήθημεν |
11 καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμω̃ν ὡς πατὴρ τέκνα ἑαυτου̃ |
12 παρακαλου̃ντες ὑμα̃ς καὶ παραμυθούμενοι καὶ μαρτυρόμενοι εἰς τò περιπατει̃ν ὑμα̃ς ἀξίως του̃ θεου̃ του̃ καλου̃ντος ὑμα̃ς εἰς τὴν ἑαυτου̃ βασιλείαν καὶ δόξαν |
13 καὶ διὰ του̃το καὶ ἡμει̃ς εὐχαριστου̃μεν τω̨̃ θεω̨̃ ἀδιαλείπτως ὅτι παραλαβόντες λόγον ἀκοη̃ς παρ' ἡμω̃ν του̃ θεου̃ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθώς ἐστιν ἀληθω̃ς λόγον θεου̃ ὃς καὶ ἐνεργει̃ται ἐν ὑμι̃ν τοι̃ς πιστεύουσιν |
14 ὑμει̃ς γὰρ μιμηταὶ ἐγενήθητε ἀδελφοί τω̃ν ἐκκλησιω̃ν του̃ θεου̃ τω̃ν οὐσω̃ν ἐν τη̨̃ ’Ιουδαία̨ ἐν Χριστω̨̃ ’Ιησου̃ ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμει̃ς ὑπò τω̃ν ἰδίων συμφυλετω̃ν καθὼς καὶ αὐτοὶ ὑπò τω̃ν ’Ιουδαίων |
15 τω̃ν καὶ τòν κύριον ἀποκτεινάντων ’Ιησου̃ν καὶ τοὺς προφήτας καὶ ἡμα̃ς ἐκδιωξάντων καὶ θεω̨̃ μὴ ἀρεσκόντων καὶ πα̃σιν ἀνθρώποις ἐναντίων |
16 κωλυόντων ἡμα̃ς τοι̃ς ἔθνεσιν λαλη̃σαι ἵνα σωθω̃σιν εἰς τò ἀναπληρω̃σαι αὐτω̃ν τὰς ἁμαρτίας πάντοτε ἔφθασεν δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος |
17 ἡμει̃ς δέ ἀδελφοί ἀπορφανισθέντες ἀφ' ὑμω̃ν πρòς καιρòν ὥρας προσώπω̨ οὐ καρδία̨ περισσοτέρως ἐσπουδάσαμεν τò πρόσωπον ὑμω̃ν ἰδει̃ν ἐν πολλη̨̃ ἐπιθυμία̨ |
18 διότι ἠθελήσαμεν ἐλθει̃ν πρòς ὑμα̃ς ἐγὼ μὲν Παυ̃λος καὶ ἅπαξ καὶ δίς καὶ ἐνέκοψεν ἡμα̃ς ὁ Σατανα̃ς |
19 τίς γὰρ ἡμω̃ν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως ἢ οὐχὶ καὶ ὑμει̃ς ἔμπροσθεν του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ ἐν τη̨̃ αὐτου̃ παρουσία̨ |
20 ὑμει̃ς γάρ ἐστε ἡ δόξα ἡμω̃ν καὶ ἡ χαρά |