1 περὶ δὲ τω̃ν χρόνων καὶ τω̃ν καιρω̃ν ἀδελφοί οὐ χρείαν ἔχετε ὑμι̃ν γράφεσθαι |
2 αὐτοὶ γὰρ ἀκριβω̃ς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται |
3 ὅταν λέγωσιν εἰρήνη καὶ ἀσφάλεια τότε αἰφνίδιος αὐτοι̃ς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τη̨̃ ἐν γαστρὶ ἐχούση̨ καὶ οὐ μὴ ἐκφύγωσιν |
4 ὑμει̃ς δέ ἀδελφοί οὐκ ἐστὲ ἐν σκότει ἵνα ἡ ἡμέρα ὑμα̃ς ὡς κλέπτης καταλάβη̨ |
5 πάντες γὰρ ὑμει̃ς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας οὐκ ἐσμὲν νυκτòς οὐδὲ σκότους |
6 ἄρα οὐ̃ν μὴ καθεύδωμεν ὡς οἱ λοιποί ἀλλὰ γρηγορω̃μεν καὶ νήφωμεν |
7 οἱ γὰρ καθεύδοντες νυκτòς καθεύδουσιν καὶ οἱ μεθυσκόμενοι νυκτòς μεθύουσιν |
8 ἡμει̃ς δὲ ἡμέρας ὄντες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας |
9 ὅτι οὐκ ἔθετο ἡμα̃ς ὁ θεòς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ |
10 του̃ ἀποθανόντος ὑπὲρ ἡμω̃ν ἵνα εἴτε γρηγορω̃μεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτω̨̃ ζήσωμεν |
11 διò παρακαλει̃τε ἀλλήλους καὶ οἰκοδομει̃τε εἱ̃ς τòν ἕνα καθὼς καὶ ποιει̃τε |
12 ἐρωτω̃μεν δὲ ὑμα̃ς ἀδελφοί εἰδέναι τοὺς κοπιω̃ντας ἐν ὑμι̃ν καὶ προϊσταμένους ὑμω̃ν ἐν κυρίω̨ καὶ νουθετου̃ντας ὑμα̃ς |
13 καὶ ἡγει̃σθαι αὐτοὺς ὑπερεκπερισσου̃ ἐν ἀγάπη̨ διὰ τò ἔργον αὐτω̃ν εἰρηνεύετε ἐν ἑαυτοι̃ς |
14 παρακαλου̃μεν δὲ ὑμα̃ς ἀδελφοί νουθετει̃τε τοὺς ἀτάκτους παραμυθει̃σθε τοὺς ὀλιγοψύχους ἀντέχεσθε τω̃ν ἀσθενω̃ν μακροθυμει̃τε πρòς πάντας |
15 ὁρα̃τε μή τις κακòν ἀντὶ κακου̃ τινι ἀποδω̨̃ ἀλλὰ πάντοτε τò ἀγαθòν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας |
|
17 ἀδιαλείπτως προσεύχεσθε |
18 ἐν παντὶ εὐχαριστει̃τε του̃το γὰρ θέλημα θεου̃ ἐν Χριστω̨̃ ’Ιησου̃ εἰς ὑμα̃ς |
19 τò πνευ̃μα μὴ σβέννυτε |
20 προφητείας μὴ ἐξουθενει̃τε |
21 πάντα δὲ δοκιμάζετε τò καλòν κατέχετε |
22 ἀπò παντòς εἴδους πονηρου̃ ἀπέχεσθε |
23 αὐτòς δὲ ὁ θεòς τη̃ς εἰρήνης ἁγιάσαι ὑμα̃ς ὁλοτελει̃ς καὶ ὁλόκληρον ὑμω̃ν τò πνευ̃μα καὶ ἡ ψυχὴ καὶ τò σω̃μα ἀμέμπτως ἐν τη̨̃ παρουσία̨ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ τηρηθείη |
24 πιστòς ὁ καλω̃ν ὑμα̃ς ὃς καὶ ποιήσει |
25 ἀδελφοί προσεύχεσθε καὶ περὶ ἡμω̃ν |
26 ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίω̨ |
27 ἐνορκίζω ὑμα̃ς τòν κύριον ἀναγνωσθη̃ναι τὴν ἐπιστολὴν πα̃σιν τοι̃ς ἀδελφοι̃ς |
28 ἡ χάρις του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ μεθ' ὑμω̃ν |