Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α, κεφαλίς 2

παρακαλω̃ οὐ̃ν πρω̃τον πάντων ποιει̃σθαι δεήσεις προσευχάς ἐντεύξεις εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων
ὑπὲρ βασιλέων καὶ πάντων τω̃ν ἐν ὑπεροχη̨̃ ὄντων ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάση̨ εὐσεβεία̨ καὶ σεμνότητι
του̃το καλòν καὶ ἀπόδεκτον ἐνώπιον του̃ σωτη̃ρος ἡμω̃ν θεου̃
ὃς πάντας ἀνθρώπους θέλει σωθη̃ναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθει̃ν
εἱ̃ς γὰρ θεός εἱ̃ς καὶ μεσίτης θεου̃ καὶ ἀνθρώπων ἄνθρωπος Χριστòς ’Ιησου̃ς
ὁ δοὺς ἑαυτòν ἀντίλυτρον ὑπὲρ πάντων τò μαρτύριον καιροι̃ς ἰδίοις
εἰς ὃ ἐτέθην ἐγὼ κη̃ρυξ καὶ ἀπόστολος ἀλήθειαν λέγω οὐ ψεύδομαι διδάσκαλος ἐθνω̃ν ἐν πίστει καὶ ἀληθεία̨
βούλομαι οὐ̃ν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπω̨ ἐπαίροντας ὁσίους χει̃ρας χωρὶς ὀργη̃ς καὶ διαλογισμου̃
ὡσαύτως καὶ γυναι̃κας ἐν καταστολη̨̃ κοσμίω̨ μετὰ αἰδου̃ς καὶ σωφροσύνης κοσμει̃ν ἑαυτάς μὴ ἐν πλέγμασιν καὶ χρυσίω̨ ἢ μαργαρίταις ἢ ἱματισμω̨̃ πολυτελει̃
10 ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι' ἔργων ἀγαθω̃ν
11 γυνὴ ἐν ἡσυχία̨ μανθανέτω ἐν πάση̨ ὑποταγη̨̃
12 διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω οὐδὲ αὐθεντει̃ν ἀνδρός ἀλλ' εἰ̃ναι ἐν ἡσυχία̨
13 ’Αδὰμ γὰρ πρω̃τος ἐπλάσθη εἰ̃τα Εὕα
14 καὶ ’Αδὰμ οὐκ ἠπατήθη ἡ δὲ γυνὴ ἐξαπατηθει̃σα ἐν παραβάσει γέγονεν
15 σωθήσεται δὲ διὰ τη̃ς τεκνογονίας ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπη̨ καὶ ἁγιασμω̨̃ μετὰ σωφροσύνης
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.