Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α, κεφαλίς 6

ὅσοι εἰσὶν ὑπò ζυγòν δου̃λοι τοὺς ἰδίους δεσπότας πάσης τιμη̃ς ἀξίους ἡγείσθωσαν ἵνα μὴ τò ὄνομα του̃ θεου̃ καὶ ἡ διδασκαλία βλασφημη̃ται
οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν ὅτι ἀδελφοί εἰσιν ἀλλὰ μα̃λλον δουλευέτωσαν ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τη̃ς εὐεργεσίας ἀντιλαμβανόμενοι ταυ̃τα δίδασκε καὶ παρακάλει
εἴ τις ἑτεροδιδασκαλει̃ καὶ μὴ προσέρχεται ὑγιαίνουσιν λόγοις τοι̃ς του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ καὶ τη̨̃ κατ' εὐσέβειαν διδασκαλία̨
τετύφωται μηδὲν ἐπιστάμενος ἀλλὰ νοσω̃ν περὶ ζητήσεις καὶ λογομαχίας ἐξ ὡ̃ν γίνεται φθόνος ἔρις βλασφημίαι ὑπόνοιαι πονηραί
διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τòν νου̃ν καὶ ἀπεστερημένων τη̃ς ἀληθείας νομιζόντων πορισμòν εἰ̃ναι τὴν εὐσέβειαν
ἔστιν δὲ πορισμòς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας
οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τòν κόσμον ὅτι οὐδὲ ἐξενεγκει̃ν τι δυνάμεθα
ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα
οἱ δὲ βουλόμενοι πλουτει̃ν ἐμπίπτουσιν εἰς πειρασμòν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν
10 ῥίζα γὰρ πάντων τω̃ν κακω̃ν ἐστιν ἡ φιλαργυρία ἡ̃ς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπò τη̃ς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαι̃ς
11 σὺ δέ ὠ̃ ἄνθρωπε θεου̃ ταυ̃τα φευ̃γε δίωκε δὲ δικαιοσύνην εὐσέβειαν πίστιν ἀγάπην ὑπομονήν πραϋπαθίαν
12 ἀγωνίζου τòν καλòν ἀγω̃να τη̃ς πίστεως ἐπιλαβου̃ τη̃ς αἰωνίου ζωη̃ς εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλω̃ν μαρτύρων
13 παραγγέλλω σοι ἐνώπιον του̃ θεου̃ του̃ ζω̨ογονου̃ντος τὰ πάντα καὶ Χριστου̃ ’Ιησου̃ του̃ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν
14 τηρη̃σαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον μέχρι τη̃ς ἐπιφανείας του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃
15 ἣν καιροι̃ς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης ὁ βασιλεὺς τω̃ν βασιλευόντων καὶ κύριος τω̃ν κυριευόντων
16 ὁ μόνος ἔχων ἀθανασίαν φω̃ς οἰκω̃ν ἀπρόσιτον ὃν εἰ̃δεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδει̃ν δύναται ὡ̨̃ τιμὴ καὶ κράτος αἰώνιον ἀμήν
17 τοι̃ς πλουσίοις ἐν τω̨̃ νυ̃ν αἰω̃νι παράγγελλε μὴ ὑψηλοφρονει̃ν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι ἀλλ' ἐπὶ θεω̨̃ τω̨̃ παρέχοντι ἡμι̃ν πάντα πλουσίως εἰς ἀπόλαυσιν
18 ἀγαθοεργει̃ν πλουτει̃ν ἐν ἔργοις καλοι̃ς εὐμεταδότους εἰ̃ναι κοινωνικούς
19 ἀποθησαυρίζοντας ἑαυτοι̃ς θεμέλιον καλòν εἰς τò μέλλον ἵνα ἐπιλάβωνται τη̃ς ὄντως ζωη̃ς
20 ὠ̃ Τιμόθεε τὴν παραθήκην φύλαξον ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τη̃ς ψευδωνύμου γνώσεως
21 ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν ἡ χάρις μεθ' ὑμω̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.