Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 12,  στἰχοι 2-9, 12

2 καὶ ἐγένετο ἐν τω̨̃ πέμπτω̨ ἔτει τη̃ς βασιλείας Ροβοαμ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ιερουσαλημ ὅτι ἥμαρτον ἐναντίον κυρίου
3 ἐν χιλίοις καὶ διακοσίοις ἅρμασιν καὶ ἑξήκοντα χιλιάσιν ἵππων καὶ οὐκ ἠ̃ν ἀριθμὸς του̃ πλήθους του̃ ἐλθόντος μετ' αὐτου̃ ἐξ Αἰγύπτου Λίβυες Τρωγλοδύται καὶ Αἰθίοπες
4 καὶ κατεκράτησαν τω̃ν πόλεων τω̃ν ὀχυρω̃ν αἳ ἠ̃σαν ἐν Ιουδα καὶ ἠ̃λθεν εἰς Ιερουσαλημ
5 καὶ Σαμαιας ὁ προφήτης ἠ̃λθεν πρὸς Ροβοαμ καὶ πρὸς τοὺς ἄρχοντας Ιουδα τοὺς συναχθέντας εἰς Ιερουσαλημ ἀπὸ προσώπου Σουσακιμ καὶ εἰ̃πεν αὐτοι̃ς οὕτως εἰ̃πεν κύριος ὑμει̃ς ἐγκατελίπετέ με κἀγὼ ἐγκαταλείψω ὑμα̃ς ἐν χειρὶ Σουσακιμ
6 καὶ ἠ̨σχύνθησαν οἱ ἄρχοντες Ισραηλ καὶ ὁ βασιλεὺς καὶ εἰ̃παν δίκαιος ὁ κύριος
7 καὶ ἐν τω̨̃ ἰδει̃ν κύριον ὅτι ἐνετράπησαν καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν λέγων ἐνετράπησαν οὐ καταφθερω̃ αὐτούς καὶ δώσω αὐτοὺς ὡς μικρὸν εἰς σωτηρίαν καὶ οὐ μὴ στάξη̨ ὁ θυμός μου ἐν Ιερουσαλημ
8 ὅτι ἔσονται εἰς παι̃δας καὶ γνώσονται τὴν δουλείαν μου καὶ τὴν δουλείαν τη̃ς βασιλείας τη̃ς γη̃ς
9 καὶ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἐν οἴκω̨ κυρίου καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκω̨ του̃ βασιλέως τὰ πάντα ἔλαβεν καὶ ἔλαβεν τοὺς θυρεοὺς τοὺς χρυσου̃ς οὓς ἐποίησεν Σαλωμων
...
12 καὶ ἐν τω̨̃ ἐντραπη̃ναι αὐτὸν ἀπεστράφη ἀπ' αὐτου̃ ὀργὴ κυρίου καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος καὶ γὰρ ἐν Ιουδα ἠ̃σαν λόγοι ἀγαθοί
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.