Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 14

καὶ ἀπέθανεν Αβια μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Ασα υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ ἐν ται̃ς ἡμέραις Ασα ἡσύχασεν ἡ γη̃ Ιουδα ἔτη δέκα
καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον κυρίου θεου̃ αὐτου̃
καὶ ἀπέστησεν τὰ θυσιαστήρια τω̃ν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξέκοψεν τὰ ἄλση
καὶ εἰ̃πεν τω̨̃ Ιουδα ἐκζητη̃σαι τὸν κύριον θεὸν τω̃ν πατέρων αὐτω̃ν καὶ ποιη̃σαι τὸν νόμον καὶ τὰς ἐντολάς
καὶ ἀπέστησεν ἀπὸ πασω̃ν τω̃ν πόλεων Ιουδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα καὶ εἰρήνευσεν
πόλεις τειχήρεις ἐν γη̨̃ Ιουδα ὅτι εἰρήνευσεν ἡ γη̃ καὶ οὐκ ἠ̃ν αὐτω̨̃ πόλεμος ἐν τοι̃ς ἔτεσιν τούτοις ὅτι κατέπαυσεν αὐτω̨̃ κύριος
καὶ εἰ̃πεν τω̨̃ Ιουδα οἰκοδομήσωμεν τὰς πόλεις ταύτας καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλοὺς ἐν ὡ̨̃ τη̃ς γη̃ς κυριεύσομεν ὅτι καθὼς ἐξεζητήσαμεν κύριον θεὸν ἡμω̃ν ἐξεζήτησεν ἡμα̃ς καὶ κατέπαυσεν ἡμα̃ς κυκλόθεν καὶ εὐόδωσεν ἡμι̃ν
καὶ ἐγένετο τω̨̃ Ασα δύναμις ὁπλοφόρων αἰρόντων θυρεοὺς καὶ δόρατα ἐν γη̨̃ Ιουδα τριακόσιαι χιλιάδες καὶ ἐν γη̨̃ Βενιαμιν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ πεντήκοντα χιλιάδες πάντες οὑ̃τοι πολεμισταὶ δυνάμεως
καὶ ἐξη̃λθεν ἐπ' αὐτοὺς Ζαρε ὁ Αἰθίοψ ἐν δυνάμει ἐν χιλίαις χιλιάσιν καὶ ἅρμασιν τριακοσίοις καὶ ἠ̃λθεν ἕως Μαρισα
10 καὶ ἐξη̃λθεν Ασα εἰς συνάντησιν αὐτω̨̃ καὶ παρετάξατο πόλεμον ἐν τη̨̃ φάραγγι κατὰ βορρα̃ν Μαρισης
11 καὶ ἐβόησεν Ασα πρὸς κύριον θεὸν αὐτου̃ καὶ εἰ̃πεν κύριε οὐκ ἀδυνατει̃ παρὰ σοὶ σώ̨ζειν ἐν πολλοι̃ς καὶ ἐν ὀλίγοις κατίσχυσον ἡμα̃ς κύριε ὁ θεὸς ἡμω̃ν ὅτι ἐπὶ σοὶ πεποίθαμεν καὶ ἐπὶ τω̨̃ ὀνόματί σου ἤλθαμεν ἐπὶ τὸ πλη̃θος τὸ πολὺ του̃το κύριε ὁ θεὸς ἡμω̃ν μὴ κατισχυσάτω πρὸς σὲ ἄνθρωπος
12 καὶ ἐπάταξεν κύριος τοὺς Αἰθίοπας ἐναντίον Ιουδα καὶ ἔφυγον οἱ Αἰθίοπες
13 καὶ κατεδίωξεν Ασα καὶ ὁ λαὸς αὐτου̃ ἕως Γεδωρ καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἰ̃ναι ἐν αὐτοι̃ς περιποίησιν ὅτι συνετρίβησαν ἐνώπιον κυρίου καὶ ἐναντίον τη̃ς δυνάμεως αὐτου̃ καὶ ἐσκύλευσαν σκυ̃λα πολλά
14 καὶ ἐξέκοψαν τὰς κώμας αὐτω̃ν κύκλω̨ Γεδωρ ὅτι ἐγενήθη ἔκστασις κυρίου ἐπ' αὐτούς καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτω̃ν ὅτι πολλὰ σκυ̃λα ἐγενήθη αὐτοι̃ς
15 καί γε σκηνὰς κτήσεων τοὺς Αμαζονει̃ς ἐξέκοψαν καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.