ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β,
κεφαλίς 17,
στἰχοι 7-10
7 καὶ ἐν τω̨̃ τρίτω̨ ἔτει τη̃ς βασιλείας αὐτου̃ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτου̃ καὶ τοὺς υἱοὺς τω̃ν δυνατω̃ν τὸν Αβδιαν καὶ Ζαχαριαν καὶ Ναθαναηλ καὶ Μιχαιαν διδάσκειν ἐν πόλεσιν Ιουδα |
8 καὶ μετ' αὐτω̃ν οἱ Λευι̃ται Σαμουιας καὶ Ναθανιας καὶ Ζαβδιας καὶ Ασιηλ καὶ Σεμιραμωθ καὶ Ιωναθαν καὶ Αδωνιας καὶ Τωβιας οἱ Λευι̃ται καὶ μετ' αὐτω̃ν Ελισαμα καὶ Ιωραμ οἱ ἱερει̃ς |
9 καὶ ἐδίδασκον ἐν Ιουδα καὶ μετ' αὐτω̃ν βύβλος νόμου κυρίου καὶ διη̃λθον ἐν ται̃ς πόλεσιν Ιουδα καὶ ἐδίδασκον τὸν λαόν |
10 καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσαις ται̃ς βασιλείαις τη̃ς γη̃ς ται̃ς κύκλω̨ Ιουδα καὶ οὐκ ἐπολέμουν πρὸς Ιωσαφατ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.