ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β,
κεφαλίς 19
1 καὶ ἀπέστρεψεν Ιωσαφατ βασιλεὺς Ιουδα εἰς τὸν οἰ̃κον αὐτου̃ ἐν εἰρήνη̨ εἰς Ιερουσαλημ |
2 καὶ ἐξη̃λθεν εἰς ἀπάντησιν αὐτου̃ Ιου ὁ του̃ Ανανι ὁ προφήτης καὶ εἰ̃πεν αὐτω̨̃ βασιλευ̃ Ιωσαφατ εἰ ἁμαρτωλω̨̃ σὺ βοηθει̃ς ἢ μισουμένω̨ ὑπὸ κυρίου φιλιάζεις διὰ του̃το ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ κυρίου |
3 ἀλλ' ἢ λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν σοί ὅτι ἐξη̃ρας τὰ ἄλση ἀπὸ τη̃ς γη̃ς Ιουδα καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητη̃σαι τὸν κύριον |
4 καὶ κατώ̨κησεν Ιωσαφατ ἐν Ιερουσαλημ καὶ πάλιν ἐξη̃λθεν εἰς τὸν λαὸν ἀπὸ Βηρσαβεε ἕως ὄρους Εφραιμ καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ κύριον θεὸν τω̃ν πατέρων αὐτω̃ν |
5 καὶ κατέστησεν κριτὰς ἐν πάσαις ται̃ς πόλεσιν Ιουδα ται̃ς ὀχυραι̃ς ἐν πόλει καὶ πόλει |
6 καὶ εἰ̃πεν τοι̃ς κριται̃ς ἴδετε τί ὑμει̃ς ποιει̃τε ὅτι οὐκ ἀνθρώπω̨ ὑμει̃ς κρίνετε ἀλλ' ἢ τω̨̃ κυρίω̨ καὶ μεθ' ὑμω̃ν λόγοι τη̃ς κρίσεως |
7 καὶ νυ̃ν γενέσθω φόβος κυρίου ἐφ' ὑμα̃ς καὶ φυλάσσετε καὶ ποιήσετε ὅτι οὐκ ἔστιν μετὰ κυρίου θεου̃ ἡμω̃ν ἀδικία οὐδὲ θαυμάσαι πρόσωπον οὐδὲ λαβει̃ν δω̃ρα |
8 καὶ γὰρ ἐν Ιερουσαλημ κατέστησεν Ιωσαφατ τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν καὶ τω̃ν πατριαρχω̃ν Ισραηλ εἰς κρίσιν κυρίου καὶ κρίνειν τοὺς κατοικου̃ντας ἐν Ιερουσαλημ |
9 καὶ ἐνετείλατο πρὸς αὐτοὺς λέγων οὕτως ποιήσετε ἐν φόβω̨ κυρίου ἐν ἀληθεία̨ καὶ ἐν πλήρει καρδία̨ |
10 πα̃ς ἀνὴρ κρίσιν τὴν ἐλθου̃σαν ἐφ' ὑμα̃ς τω̃ν ἀδελφω̃ν ὑμω̃ν τω̃ν κατοικούντων ἐν ται̃ς πόλεσιν αὐτω̃ν ἀνὰ μέσον αἵματος αἱ̃μα καὶ ἀνὰ μέσον προστάγματος καὶ ἐντολη̃ς καὶ δικαιώματα καὶ κρίματα καὶ διαστελει̃σθε αὐτοι̃ς καὶ οὐχ ἁμαρτήσονται τω̨̃ κυρίω̨ καὶ οὐκ ἔσται ἐφ' ὑμα̃ς ὀργὴ καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμω̃ν οὕτως ποιήσετε καὶ οὐχ ἁμαρτήσεσθε |
11 καὶ ἰδοὺ Αμαριας ὁ ἱερεὺς ἡγούμενος ἐφ' ὑμα̃ς εἰς πα̃ν λόγον κυρίου καὶ Ζαβδιας υἱὸς Ισμαηλ ὁ ἡγούμενος εἰς οἰ̃κον Ιουδα πρὸς πα̃ν λόγον βασιλέως καὶ οἱ γραμματει̃ς καὶ οἱ Λευι̃ται πρὸ προσώπου ὑμω̃ν ἰσχύσατε καὶ ποιήσατε καὶ ἔσται κύριος μετὰ του̃ ἀγαθου̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.