Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 21

καὶ ἐκοιμήθη Ιωσαφατ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη παρὰ τοι̃ς πατράσιν αὐτου̃ ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
καὶ αὐτω̨̃ ἀδελφοὶ υἱοὶ Ιωσαφατ ἕξ Αζαριας καὶ Ιιηλ καὶ Ζαχαριας καὶ Αζαριας καὶ Μιχαηλ καὶ Σαφατιας πάντες οὑ̃τοι υἱοὶ Ιωσαφατ βασιλέως Ιουδα
καὶ ἔδωκεν αὐτοι̃ς ὁ πατὴρ αὐτω̃ν δόματα πολλά ἀργύριον καὶ χρυσίον καὶ ὅπλα μετὰ πόλεων τετειχισμένων ἐν Ιουδα καὶ τὴν βασιλείαν ἔδωκεν τω̨̃ Ιωραμ ὅτι οὑ̃τος ὁ πρωτότοκος
καὶ ἀνέστη Ιωραμ ἐπὶ τὴν βασιλείαν αὐτου̃ καὶ ἐκραταιώθη καὶ ἀπέκτεινεν πάντας τοὺς ἀδελφοὺς αὐτου̃ ἐν ῥομφαία̨ καὶ ἀπὸ τω̃ν ἀρχόντων Ισραηλ
ὄντος αὐτου̃ τριάκοντα καὶ δύο ἐτω̃ν κατέστη Ιωραμ ἐπὶ τὴν βασιλείαν αὐτου̃ καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ
καὶ ἐπορεύθη ἐν ὁδω̨̃ βασιλέων Ισραηλ ὡς ἐποίησεν οἰ̃κος Αχααβ ὅτι θυγάτηρ Αχααβ ἠ̃ν αὐτου̃ γυνή καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου
καὶ οὐκ ἐβούλετο κύριος ἐξολεθρευ̃σαι τὸν οἰ̃κον Δαυιδ διὰ τὴν διαθήκην ἣν διέθετο τω̨̃ Δαυιδ καὶ ὡς εἰ̃πεν αὐτω̨̃ δου̃ναι αὐτω̨̃ λύχνον καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ πάσας τὰς ἡμέρας
ἐν ται̃ς ἡμέραις ἐκείναις ἀπέστη Εδωμ ἀπὸ του̃ Ιουδα καὶ ἐβασίλευσαν ἐφ' ἑαυτοὺς βασιλέα
καὶ ὤ̨χετο Ιωραμ μετὰ τω̃ν ἀρχόντων καὶ πα̃σα ἡ ἵππος μετ' αὐτου̃ καὶ ἐγένετο καὶ ἠγέρθη νυκτὸς καὶ ἐπάταξεν Εδωμ τὸν κυκλου̃ντα αὐτὸν καὶ τοὺς ἄρχοντας τω̃ν ἁρμάτων καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτω̃ν
10 καὶ ἀπέστη ἀπὸ Ιουδα Εδωμ ἕως τη̃ς ἡμέρας ταύτης τότε ἀπέστη Λομνα ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀπὸ χειρὸς αὐτου̃ ὅτι ἐγκατέλιπεν κύριον θεὸν τω̃ν πατέρων αὐτου̃
11 καὶ γὰρ αὐτὸς ἐποίησεν ὑψηλὰ ἐν πόλεσιν Ιουδα καὶ ἐξεπόρνευσεν τοὺς κατοικου̃ντας ἐν Ιερουσαλημ καὶ ἀπεπλάνησεν τὸν Ιουδαν
12 καὶ ἠ̃λθεν αὐτω̨̃ ἐγγραφὴ παρὰ Ηλιου του̃ προφήτου λέγων τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ του̃ πατρός σου ἀνθ' ὡ̃ν οὐκ ἐπορεύθης ἐν ὁδω̨̃ Ιωσαφατ του̃ πατρός σου καὶ ἐν ὁδοι̃ς Ασα βασιλέως Ιουδα
13 καὶ ἐπορεύθης ἐν ὁδοι̃ς βασιλέων Ισραηλ καὶ ἐξεπόρνευσας τὸν Ιουδαν καὶ τοὺς κατοικου̃ντας ἐν Ιερουσαλημ ὡς ἐξεπόρνευσεν οἰ̃κος Αχααβ καὶ τοὺς ἀδελφούς σου υἱοὺς του̃ πατρός σου τοὺς ἀγαθοὺς ὑπὲρ σὲ ἀπέκτεινας
14 ἰδοὺ κύριος πατάξει σε πληγὴν μεγάλην ἐν τω̨̃ λαω̨̃ σου καὶ ἐν τοι̃ς υἱοι̃ς σου καὶ ἐν γυναιξίν σου καὶ ἐν πάση̨ τη̨̃ ἀποσκευη̨̃ σου
15 καὶ σὺ ἐν μαλακία̨ πονηρα̨̃ ἐν νόσω̨ κοιλίας ἕως οὑ̃ ἐξέλθη̨ ἡ κοιλία σου μετὰ τη̃ς μαλακίας ἐξ ἡμερω̃ν εἰς ἡμέρας
16 καὶ ἐπήγειρεν κύριος ἐπὶ Ιωραμ τοὺς ἀλλοφύλους καὶ τοὺς 'Άραβας καὶ τοὺς ὁμόρους τω̃ν Αἰθιόπων
17 καὶ ἀνέβησαν ἐπὶ Ιουδαν καὶ κατεδυνάστευον καὶ ἀπέστρεψαν πα̃σαν τὴν ἀποσκευήν ἣν εὑ̃ρον ἐν οἴκω̨ του̃ βασιλέως καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ τὰς θυγατέρας αὐτου̃ καὶ οὐ κατελείφθη αὐτω̨̃ υἱὸς ἀλλ' ἢ Οχοζιας ὁ μικρότατος τω̃ν υἱω̃ν αὐτου̃
18 καὶ μετὰ ταυ̃τα πάντα ἐπάταξεν αὐτὸν κύριος εἰς τὴν κοιλίαν μαλακία̨ ἐν ἡ̨̃ οὐκ ἔστιν ἰατρεία
19 καὶ ἐγένετο ἐξ ἡμερω̃ν εἰς ἡμέρας καὶ ὡς ἠ̃λθεν καιρὸς τω̃ν ἡμερω̃ν ἡμέρας δύο ἐξη̃λθεν ἡ κοιλία αὐτου̃ μετὰ τη̃ς νόσου καὶ ἀπέθανεν ἐν μαλακία̨ πονηρα̨̃ καὶ οὐκ ἐποίησεν ὁ λαὸς αὐτου̃ ἐκφορὰν καθὼς ἐκφορὰν πατέρων αὐτου̃
20 ἠ̃ν τριάκοντα καὶ δύο ἐτω̃ν ὅτε ἐβασίλευσεν καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ἐπορεύθη ἐν οὐκ ἐπαίνω̨ καὶ ἐτάφη ἐν πόλει Δαυιδ καὶ οὐκ ἐν τάφοις τω̃ν βασιλέων
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.