Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΕΣΔΡΑΣ Α, κεφαλίς 5

1 μετὰ δὲ ταυ̃τα ἐξελέγησαν ἀναβη̃ναι ἀρχηγοὶ οἴκου πατριω̃ν κατὰ φυλὰς αὐτω̃ν καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες καὶ οἱ παι̃δες αὐτω̃ν καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτω̃ν
2 καὶ Δαρει̃ος συναπέστειλεν μετ' αὐτω̃ν ἱππει̃ς χιλίους ἕως του̃ ἀποκαταστη̃σαι αὐτοὺς εἰς Ιερουσαλημ μετ' εἰρήνης καὶ μετὰ μουσικω̃ν τυμπάνων καὶ αὐλω̃ν
3 καὶ πάντες οἱ ἀδελφοὶ αὐτω̃ν παίζοντες καὶ ἐποίησεν αὐτοὺς συναναβη̃ναι μετ' ἐκείνων
4 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν ἀνδρω̃ν τω̃ν ἀναβαινόντων κατὰ πατριὰς αὐτω̃ν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτω̃ν
5 οἱ ἱερει̃ς υἱοὶ Φινεες υἱου̃ Ααρων 'Ιησου̃ς ὁ του̃ Ιωσεδεκ του̃ Σαραιου καὶ Ιωακιμ ὁ του̃ Ζοροβαβελ του̃ Σαλαθιηλ ἐκ του̃ οἴκου του̃ Δαυιδ ἐκ τη̃ς γενεα̃ς Φαρες φυλη̃ς δὲ Ιουδα
6 ὃς ἐλάλησεν ἐπὶ Δαρείου του̃ βασιλέως Περσω̃ν λόγους σοφοὺς ἐν τω̨̃ δευτέρω̨ ἔτει τη̃ς βασιλείας αὐτου̃ μηνὶ Νισαν του̃ πρώτου μηνός
7 εἰσὶν δὲ οὑ̃τοι ἐκ τη̃ς Ιουδαίας οἱ ἀναβάντες ἐκ τη̃ς αἰχμαλωσίας τη̃ς παροικίας οὓς μετώ̨κισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος εἰς Βαβυλω̃να
8 καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ τὴν λοιπὴν Ιουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν οἱ ἐλθόντες μετὰ Ζοροβαβελ καὶ 'Ιησου̃ Νεεμιου Ζαραιου Ρησαιου Ενηνιος Μαρδοχαιου Βεελσαρου Ασφαρασου Βορολιου Ροϊμου Βαανα τω̃ν προηγουμένων αὐτω̃ν
9 ἀριθμὸς τω̃ν ἀπὸ του̃ ἔθνους καὶ οἱ προηγούμενοι αὐτω̃ν υἱοὶ Φορος δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομήκοντα δύο
10 υἱοὶ Σαφατ τετρακόσιοι ἑβδομήκοντα δύο υἱοὶ Αρεε ἑπτακόσιοι πεντήκοντα ἕξ
11 υἱοὶ Φααθμωαβ εἰς τοὺς υἱοὺς 'Ιησου̃ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο
12 υἱοὶ Ωλαμου χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες υἱοὶ Ζατου ἐννακόσιοι τεσσαράκοντα πέντε υἱοὶ Χορβε ἑπτακόσιοι πέντε υἱοὶ Βανι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ
13 υἱοὶ Βηβαι ἑξακόσιοι εἴκοσι τρει̃ς υἱοὶ Ασγαδ χίλιοι τριακόσιοι εἴκοσι δύο
14 υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἕξ υἱοὶ Αδινου τετρακόσιοι πεντήκοντα τέσσαρες
15 υἱοὶ Ατηρ Εζεκιου ἐνενήκοντα δύο υἱοὶ Κιλαν καὶ Αζητας ἑξήκοντα ἑπτά υἱοὶ Αζουρου τετρακόσιοι τριάκοντα δύο
16 υἱοὶ Αννιας ἑκατὸν εἱ̃ς υἱοὶ Αρομ υἱοὶ Βασσαι τριακόσιοι εἴκοσι τρει̃ς υἱοὶ Αριφου ἑκατὸν δέκα δύο
17 υἱοὶ Βαιτηρους τρισχίλιοι πέντε υἱοὶ ἐκ Βαιθλωμων ἑκατὸν εἴκοσι τρει̃ς
18 οἱ ἐκ Νετεβας πεντήκοντα πέντε οἱ ἐξ Ενατου ἑκατὸν πεντήκοντα ὀκτώ οἱ ἐκ Βαιτασμων τεσσαράκοντα δύο
19 οἱ ἐκ Καριαθιαριος εἴκοσι πέντε οἱ ἐκ Καπιρας καὶ Βηροτ ἑπτακόσιοι τεσσαράκοντα τρει̃ς
20 οἱ Χαδιασαι καὶ Αμμιδιοι τετρακόσιοι εἴκοσι δύο οἱ ἐκ Κιραμας καὶ Γαββης ἑξακόσιοι εἴκοσι εἱ̃ς
21 οἱ ἐκ Μακαλων ἑκατὸν εἴκοσι δύο οἱ ἐκ Βαιτολιω πεντήκοντα δύο υἱοὶ Νιφις ἑκατὸν πεντήκοντα ἕξ
22 υἱοὶ Καλαμω ἄλλου καὶ Ωνους ἑπτακόσιοι εἴκοσι πέντε υἱοὶ Ιερεχου τριακόσιοι τεσσαράκοντα πέντε
23 υἱοὶ Σαναας τρισχίλιοι τριακόσιοι τριάκοντα
24 οἱ ἱερει̃ς υἱοὶ Ιεδδου του̃ υἱου̃ 'Ιησου̃ εἰς τοὺς υἱοὺς Ανασιβ ἐννακόσιοι ἑβδομήκοντα δύο υἱοὶ Εμμηρου χίλιοι πεντήκοντα δύο
25 υἱοὶ Φασσουρου χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά υἱοὶ Χαρμη χίλιοι δέκα ἑπτά
26 οἱ δὲ Λευι̃ται υἱοὶ 'Ιησου̃ καὶ Καδμιηλου καὶ Βαννου καὶ Σουδιου ἑβδομήκοντα τέσσαρες
27 οἱ ἱεροψάλται υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ
28 οἱ θυρωροί υἱοὶ Σαλουμ υἱοὶ Αταρ υἱοὶ Τολμαν υἱοὶ Ακουβ υἱοὶ Ατητα υἱοὶ Σωβαι οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα
29 οἱ ἱερόδουλοι υἱοὶ Ησαυ υἱοὶ Ασιφα υἱοὶ Ταβαωθ υἱοὶ Κηρας υἱοὶ Σουα υἱοὶ Φαδαιου υἱοὶ Λαβανα υἱοὶ Αγγαβα
30 υἱοὶ Ακουδ υἱοὶ Ουτα υἱοὶ Κηταβ υἱοὶ Αγαβα υἱοὶ Συβαϊ υἱοὶ Αναν υἱοὶ Καθουα υἱοὶ Γεδδουρ
31 υἱοὶ Ιαϊρου υἱοὶ Δαισαν υἱοὶ Νοεβα υἱοὶ Χασεβα υἱοὶ Γαζηρα υἱοὶ Οζιου υἱοὶ Φινοε υἱοὶ Ασαρα υἱοὶ Βασθαι υἱοὶ Ασανα υἱοὶ Μαανι υἱοὶ Ναφισι υἱοὶ Ακουφ υἱοὶ Αχιβα υἱοὶ Ασουρ υἱοὶ Φαρακιμ υἱοὶ Βασαλωθ
32 υἱοὶ Μεεδδα υἱοὶ Κουθα υἱοὶ Χαρεα υἱοὶ Βαρχους υἱοὶ Σεραρ υἱοὶ Θομοι υἱοὶ Νασι υἱοὶ Ατιφα
33 υἱοὶ παίδων Σαλωμων υἱοὶ Ασσαφιωθ υἱοὶ Φαριδα υἱοὶ Ιεηλι υἱοὶ Λοζων υἱοὶ Ισδαηλ υἱοὶ Σαφυθι
34 υἱοὶ Αγια υἱοὶ Φακαρεθ-σαβιη υἱοὶ Σαρωθιε υἱοὶ Μασιας υἱοὶ Γας υἱοὶ Αδδους υἱοὶ Σουβας υἱοὶ Αφερρα υἱοὶ Βαρωδις υἱοὶ Σαφατ υἱοὶ Αμων
35 πάντες οἱ ἱερόδουλοι καὶ οἱ υἱοὶ τω̃ν παίδων Σαλωμων τριακόσιοι ἑβδομήκοντα δύο
36 οὑ̃τοι ἀναβάντες ἀπὸ Θερμελεθ καὶ Θελερσας ἡγούμενος αὐτω̃ν Χαρααθ Αδαν καὶ Αμαρ
37 καὶ οὐκ ἠδύναντο ἀπαγγει̃λαι τὰς πατριὰς αὐτω̃ν καὶ γενεὰς ὡς ἐκ του̃ Ισραηλ εἰσίν υἱοὶ Δαλαν του̃ υἱου̃ Τουβαν υἱοὶ Νεκωδαν ἑξακόσιοι πεντήκοντα δύο
38 καὶ ἐκ τω̃ν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης καὶ οὐχ εὑρέθησαν υἱοὶ Οββια υἱοὶ Ακκως υἱοὶ Ιοδδους του̃ λαβόντος Αυγιαν γυναι̃κα τω̃ν θυγατέρων Φαρζελλαιου καὶ ἐκλήθη ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃
39 καὶ τούτων ζητηθείσης τη̃ς γενικη̃ς γραφη̃ς ἐν τω̨̃ καταλοχισμω̨̃ καὶ μὴ εὑρεθείσης ἐχωρίσθησαν του̃ ἱερατεύειν
40 καὶ εἰ̃πεν αὐτοι̃ς Νεεμιας καὶ Ατθαριας μὴ μετέχειν τω̃ν ἁγίων αὐτούς ἕως ἀναστη̨̃ ἀρχιερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν
41 οἱ δὲ πάντες ἠ̃σαν Ισραηλ ἀπὸ δωδεκαετου̃ς χωρὶς παίδων καὶ παιδισκω̃ν μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα παι̃δες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά ψάλται καὶ ψαλτω̨δοὶ διακόσιοι τεσσαράκοντα πέντε
42 κάμηλοι τετρακόσιοι τριάκοντα πέντε καὶ ἵπποι ἑπτακισχίλιοι τριάκοντα ἕξ ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε ὑποζύγια πεντακισχίλια πεντακόσια εἴκοσι πέντε
43 καὶ ἐκ τω̃ν ἡγουμένων κατὰ τὰς πατριὰς ἐν τω̨̃ παραγίνεσθαι αὐτοὺς εἰς τὸ ἱερὸν του̃ θεου̃ τὸ ἐν Ιερουσαλημ εὔξαντο ἐγει̃ραι τὸν οἰ̃κον ἐπὶ του̃ τόπου αὐτου̃ κατὰ τὴν αὐτω̃ν δύναμιν
44 καὶ δου̃ναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τω̃ν ἔργων χρυσίου μνα̃ς χιλίας καὶ ἀργυρίου μνα̃ς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν
45 καὶ κατω̨κίσθησαν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ οἱ ἐκ του̃ λαου̃ ἐν Ιερουσαλημ καὶ τη̨̃ χώρα̨ οἵ τε ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ πα̃ς Ισραηλ ἐν ται̃ς κώμαις αὐτω̃ν
46 ἐνστάντος δὲ του̃ ἑβδόμου μηνὸς καὶ ὄντων τω̃ν υἱω̃ν Ισραηλ ἑκάστου ἐν τοι̃ς ἰδίοις συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον του̃ πρώτου πυλω̃νος του̃ πρὸς τη̨̃ ἀνατολη̨̃
47 καὶ καταστὰς 'Ιησου̃ς ὁ του̃ Ιωσεδεκ καὶ οἱ ἀδελφοὶ αὐτου̃ οἱ ἱερει̃ς καὶ Ζοροβαβελ ὁ του̃ Σαλαθιηλ καὶ οἱ τούτου ἀδελφοὶ ἡτοίμασαν τὸ θυσιαστήριον του̃ θεου̃ του̃ Ισραηλ
48 προσενέγκαι ἐπ' αὐτου̃ ὁλοκαυτώσεις ἀκολούθως τοι̃ς ἐν τη̨̃ Μωυσέως βίβλω̨ του̃ ἀνθρώπου του̃ θεου̃ διηγορευμένοις
49 καὶ ἐπισυνήχθησαν αὐτοι̃ς ἐκ τω̃ν ἄλλων ἐθνω̃ν τη̃ς γη̃ς καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ του̃ τόπου αὐτου̃ ὅτι ἐν ἔχθρα̨ ἠ̃σαν αὐτοι̃ς καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τη̃ς γη̃ς καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καὶ ὁλοκαυτώματα τω̨̃ κυρίω̨ τὸ πρωινὸν καὶ τὸ δειλινὸν
50 καὶ ἠγάγοσαν τὴν τη̃ς σκηνοπηγίας ἑορτήν ὡς ἐπιτέτακται ἐν τω̨̃ νόμω̨ καὶ θυσίας καθ' ἡμέραν ὡς προση̃κον ἠ̃ν
51 καὶ μετὰ ταυ̃τα προσφορὰς ἐνδελεχισμου̃ καὶ θυσίας σαββάτων καὶ νουμηνιω̃ν καὶ ἑορτω̃ν πασω̃ν ἡγιασμένων
52 καὶ ὅσοι εὔξαντο εὐχὴν τω̨̃ θεω̨̃ ἀπὸ τη̃ς νουμηνίας του̃ ἑβδόμου μηνὸς ἤρξαντο προσφέρειν θυσίας τω̨̃ θεω̨̃ καὶ ὁ ναὸς του̃ θεου̃ οὔπω ὠ̨κοδόμητο
53 καὶ ἔδωκαν ἀργύριον τοι̃ς λατόμοις καὶ τέκτοσι καὶ βρωτὰ καὶ ποτὰ καὶ χαρα τοι̃ς Σιδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ του̃ Λιβάνου ξύλα κέδρινα διαφέρειν σχεδίας εἰς τὸν Ιοππης λιμένα κατὰ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοι̃ς παρὰ Κύρου του̃ Περσω̃ν βασιλέως
54 καὶ τω̨̃ δευτέρω̨ ἔτει παραγενόμενος εἰς τὸ ἱερὸν του̃ θεου̃ εἰς Ιερουσαλημ μηνὸς δευτέρου ἤρξατο Ζοροβαβελ ὁ του̃ Σαλαθιηλ καὶ 'Ιησου̃ς ὁ του̃ Ιωσεδεκ καὶ οἱ ἀδελφοὶ αὐτω̃ν καὶ οἱ ἱερει̃ς οἱ Λευι̃ται καὶ πάντες οἱ παραγενόμενοι ἐκ τη̃ς αἰχμαλωσίας εἰς Ιερουσαλημ
55 καὶ ἐθεμελίωσαν τὸν ναὸν του̃ θεου̃ τη̨̃ νουμηνία̨ του̃ δευτέρου μηνὸς του̃ δευτέρου ἔτους ἐν τω̨̃ ἐλθει̃ν εἰς τὴν Ιουδαίαν καὶ Ιερουσαλημ
56 καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετου̃ς ἐπὶ τω̃ν ἔργων του̃ κυρίου καὶ ἔστη 'Ιησου̃ς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοὶ καὶ Καδμιηλ ὁ ἀδελφὸς καὶ οἱ υἱοὶ 'Ιησου̃ Ημαδαβουν καὶ οἱ υἱοὶ Ιωδα του̃ Ιλιαδουν σὺν τοι̃ς υἱοι̃ς καὶ ἀδελφοι̃ς πάντες οἱ Λευι̃ται ὁμοθυμαδὸν ἐργοδιω̃κται ποιου̃ντες εἰς τὰ ἔργα ἐν τω̨̃ οἴκω̨ του̃ θεου̃
57 καὶ ὠ̨κοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν του̃ κυρίου καὶ ἔστησαν οἱ ἱερει̃ς ἐστολισμένοι μετὰ μουσικω̃ν καὶ σαλπίγγων καὶ οἱ Λευι̃ται υἱοὶ Ασαφ ἔχοντες τὰ κύμβαλα ὑμνου̃ντες τω̨̃ κυρίω̨ καὶ εὐλογου̃ντες κατὰ Δαυιδ βασιλέα του̃ Ισραηλ
58 καὶ ἐφώνησαν δι' ὕμνων ὁμολογου̃ντες τω̨̃ κυρίω̨ ὅτι ἡ χρηστότης αὐτου̃ καὶ ἡ δόξα εἰς τοὺς αἰω̃νας παντὶ Ισραηλ
59 καὶ πα̃ς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνη̨̃ μεγάλη̨ ὑμνου̃ντες τω̨̃ κυρίω̨ ἐπὶ τη̨̃ ἐγέρσει του̃ οἴκου του̃ κυρίου
60 καὶ ἤλθοσαν ἐκ τω̃ν ἱερέων τω̃ν Λευιτω̃ν καὶ τω̃ν προκαθημένων κατὰ τὰς πατριὰς αὐτω̃ν οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἰ̃κον πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κραυγη̃ς καὶ κλαυθμου̃ μεγάλου
61 καὶ πολλοὶ διὰ σαλπίγγων καὶ χαρα̃ς μεγάλη̨ τη̨̃ φωνη̨̃
62 ὥστε τὸν λαὸν μὴ ἀκούειν τω̃ν σαλπίγγων διὰ τὸν κλαυθμὸν του̃ λαου̃ ὁ γὰρ ὄχλος ἠ̃ν ὁ σαλπίζων μεγαλωστὶ ὥστε μακρόθεν ἀκούεσθαι
63 καὶ ἀκούσαντες οἱ ἐχθροὶ τη̃ς φυλη̃ς Ιουδα καὶ Βενιαμιν ἤλθοσαν ἐπιγνω̃ναι τίς ἡ φωνὴ τω̃ν σαλπίγγων
64 καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τη̃ς αἰχμαλωσίας οἰκοδομου̃σιν τὸν ναὸν τω̨̃ κυρίω̨ θεω̨̃ Ισραηλ
65 καὶ προσελθόντες τω̨̃ Ζοροβαβελ καὶ 'Ιησου̃ καὶ τοι̃ς ἡγουμένοις τω̃ν πατριω̃ν λέγουσιν αὐτοι̃ς συνοικοδομήσομεν ὑμι̃ν
66 ὁμοίως γὰρ ὑμι̃ν ἀκούομεν του̃ κυρίου ὑμω̃ν καὶ αὐτω̨̃ ἐπιθύομεν ἀπὸ ἡμερω̃ν Ασβασαρεθ βασιλέως 'Ασσυρίων ὃς μετήγαγεν ἡμα̃ς ἐνταυ̃θα
67 καὶ εἰ̃πεν αὐτοι̃ς Ζοροβαβελ καὶ 'Ιησου̃ς καὶ οἱ ἡγούμενοι τω̃ν πατριω̃ν του̃ Ισραηλ οὐχ ὑμι̃ν καὶ ἡμι̃ν του̃ οἰκοδομη̃σαι τὸν οἰ̃κον κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν
68 ἡμει̃ς γὰρ μόνοι οἰκοδομήσομεν τω̨̃ κυρίω̨ του̃ Ισραηλ ἀκολούθως οἱ̃ς προσέταξεν ἡμι̃ν Κυ̃ρος ὁ βασιλεὺς Περσω̃ν
69 τὰ δὲ ἔθνη τη̃ς γη̃ς ἐπικείμενα τοι̃ς ἐν τη̨̃ Ιουδαία̨ καὶ πολιορκου̃ντες εἰ̃ργον του̃ οἰκοδομει̃ν
70 καὶ ἐπιβουλὰς καὶ δημαγωγίας καὶ ἐπισυστάσεις ποιούμενοι ἀπεκώλυσαν του̃ ἐπιτελεσθη̃ναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τη̃ς ζωη̃ς του̃ βασιλέως Κύρου
71 καὶ εἴρχθησαν τη̃ς οἰκοδομη̃ς ἔτη δύο ἕως τη̃ς Δαρείου βασιλείας
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.