1 καὶ Δαυιδ παρη̃λθεν βραχύ τι ἀπὸ τη̃ς Ροως καὶ ἰδοὺ Σιβα τὸ παιδάριον Μεμφιβοσθε εἰς ἀπαντὴν αὐτου̃ καὶ ζευ̃γος ὄνων ἐπισεσαγμένων καὶ ἐπ' αὐτοι̃ς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ Νεβελ οἴνου |
2 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Σιβα τί ταυ̃τά σοι καὶ εἰ̃πεν Σιβα τὰ ὑποζύγια τη̨̃ οἰκία̨ του̃ βασιλέως του̃ ἐπικαθη̃σθαι καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρω̃σιν τοι̃ς παιδαρίοις καὶ ὁ οἰ̃νος πιει̃ν τοι̃ς ἐκλελυμένοις ἐν τη̨̃ ἐρήμω̨ |
3 καὶ εἰ̃πεν ὁ βασιλεύς καὶ που̃ ὁ υἱὸς του̃ κυρίου σου καὶ εἰ̃πεν Σιβα πρὸς τὸν βασιλέα ἰδοὺ κάθηται ἐν Ιερουσαλημ ὅτι εἰ̃πεν σήμερον ἐπιστρέψουσίν μοι ὁ οἰ̃κος Ισραηλ τὴν βασιλείαν του̃ πατρός μου |
4 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Σιβα ιδοὺ σοὶ πάντα ὅσα ἐστὶν τω̨̃ Μεμφιβοσθε καὶ εἰ̃πεν Σιβα προσκυνήσας εὕροιμι χάριν ἐν ὀφθαλμοι̃ς σου κύριέ μου βασιλευ̃ |
5 καὶ ἠ̃λθεν ὁ βασιλεὺς Δαυιδ ἕως Βαουριμ καὶ ἰδοὺ ἐκει̃θεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαουλ καὶ ὄνομα αὐτω̨̃ Σεμεϊ υἱὸς Γηρα ἐξη̃λθεν ἐκπορευόμενος καὶ καταρώμενος |
6 καὶ λιθάζων ἐν λίθοις τὸν Δαυιδ καὶ πάντας τοὺς παι̃δας του̃ βασιλέως Δαυιδ καὶ πα̃ς ὁ λαὸς ἠ̃ν καὶ πάντες οἱ δυνατοὶ ἐκ δεξιω̃ν καὶ ἐξ εὐωνύμων του̃ βασιλέως |
7 καὶ οὕτως ἔλεγεν Σεμεϊ ἐν τω̨̃ καταρα̃σθαι αὐτόν ἔξελθε ἔξελθε ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος |
8 ἐπέστρεψεν ἐπὶ σὲ κύριος πάντα τὰ αἵματα του̃ οἴκου Σαουλ ὅτι ἐβασίλευσας ἀντ' αὐτου̃ καὶ ἔδωκεν κύριος τὴν βασιλείαν ἐν χειρὶ Αβεσσαλωμ του̃ υἱου̃ σου καὶ ἰδοὺ σὺ ἐν τη̨̃ κακία̨ σου ὅτι ἀνὴρ αἱμάτων σύ |
9 καὶ εἰ̃πεν Αβεσσα υἱὸς Σαρουιας πρὸς τὸν βασιλέα ἵνα τί καταρα̃ται ὁ κύων ὁ τεθνηκὼς οὑ̃τος τὸν κύριόν μου τὸν βασιλέα διαβήσομαι δὴ καὶ ἀφελω̃ τὴν κεφαλὴν αὐτου̃ |
10 καὶ εἰ̃πεν ὁ βασιλεύς τί ἐμοὶ καὶ ὑμι̃ν υἱοὶ Σαρουιας ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω ὅτι κύριος εἰ̃πεν αὐτω̨̃ καταρα̃σθαι τὸν Δαυιδ καὶ τίς ἐρει̃ ὡς τί ἐποίησας οὕτως |
11 καὶ εἰ̃πεν Δαυιδ πρὸς Αβεσσα καὶ πρὸς πάντας τοὺς παι̃δας αὐτου̃ ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τη̃ς κοιλίας μου ζητει̃ τὴν ψυχήν μου καὶ προσέτι νυ̃ν ὁ υἱὸς του̃ Ιεμινι ἄφετε αὐτὸν καταρα̃σθαι ὅτι εἰ̃πεν αὐτω̨̃ κύριος |
12 εἴ πως ἴδοι κύριος ἐν τη̨̃ ταπεινώσει μου καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τη̃ς κατάρας αὐτου̃ τη̨̃ ἡμέρα̨ ταύτη̨ |
13 καὶ ἐπορεύθη Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ ἐν τη̨̃ ὁδω̨̃ καὶ Σεμεϊ ἐπορεύετο ἐκ πλευρα̃ς του̃ ὄρους ἐχόμενα αὐτου̃ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτου̃ καὶ τω̨̃ χοὶ̈ πάσσων |
14 καὶ ἠ̃λθεν ὁ βασιλεὺς καὶ πα̃ς ὁ λαὸς αὐτου̃ ἐκλελυμένοι καὶ ἀνέψυξαν ἐκει̃ |
15 καὶ Αβεσσαλωμ καὶ πα̃ς ἀνὴρ Ισραηλ εἰση̃λθον εἰς Ιερουσαλημ καὶ Αχιτοφελ μετ' αὐτου̃ |
16 καὶ ἐγενήθη ἡνίκα ἠ̃λθεν Χουσι ὁ Αρχι ἑται̃ρος Δαυιδ πρὸς Αβεσσαλωμ καὶ εἰ̃πεν Χουσι πρὸς Αβεσσαλωμ ζήτω ὁ βασιλεύς |
17 καὶ εἰ̃πεν Αβεσσαλωμ πρὸς Χουσι του̃το τὸ ἔλεός σου μετὰ του̃ ἑταίρου σου ἵνα τί οὐκ ἀπη̃λθες μετὰ του̃ ἑταίρου σου |
18 καὶ εἰ̃πεν Χουσι πρὸς Αβεσσαλωμ οὐχί ἀλλὰ κατόπισθεν οὑ̃ ἐξελέξατο κύριος καὶ ὁ λαὸς οὑ̃τος καὶ πα̃ς ἀνὴρ Ισραηλ αὐτω̨̃ ἔσομαι καὶ μετ' αὐτου̃ καθήσομαι |
19 καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω οὐχὶ ἐνώπιον του̃ υἱου̃ αὐτου̃ καθάπερ ἐδούλευσα ἐνώπιον του̃ πατρός σου οὕτως ἔσομαι ἐνώπιόν σου |
20 καὶ εἰ̃πεν Αβεσσαλωμ πρὸς Αχιτοφελ φέρετε ἑαυτοι̃ς βουλὴν τί ποιήσωμεν |
21 καὶ εἰ̃πεν Αχιτοφελ πρὸς Αβεσσαλωμ εἴσελθε πρὸς τὰς παλλακὰς του̃ πατρός σου ἃς κατέλιπεν φυλάσσειν τὸν οἰ̃κον αὐτου̃ καὶ ἀκούσεται πα̃ς Ισραηλ ὅτι κατή̨σχυνας τὸν πατέρα σου καὶ ἐνισχύσουσιν αἱ χει̃ρες πάντων τω̃ν μετὰ σου̃ |
22 καὶ ἔπηξαν τὴν σκηνὴν τω̨̃ Αβεσσαλωμ ἐπὶ τὸ δω̃μα καὶ εἰση̃λθεν Αβεσσαλωμ πρὸς τὰς παλλακὰς του̃ πατρὸς αὐτου̃ κατ' ὀφθαλμοὺς παντὸς Ισραηλ |
23 καὶ ἡ βουλὴ Αχιτοφελ ἣν ἐβουλεύσατο ἐν ται̃ς ἡμέραις ται̃ς πρώταις ὃν τρόπον ἐπερωτήση̨ ἐν λόγω̨ του̃ θεου̃ οὕτως πα̃σα ἡ βουλὴ του̃ Αχιτοφελ καί γε τω̨̃ Δαυιδ καί γε τω̨̃ Αβεσσαλωμ |