1 καὶ ἐπεσκέψατο Δαυιδ τὸν λαὸν τὸν μετ' αὐτου̃ καὶ κατέστησεν ἐπ' αὐτω̃ν χιλιάρχους καὶ ἑκατοντάρχους |
2 καὶ ἀπέστειλεν Δαυιδ τὸν λαόν τὸ τρίτον ἐν χειρὶ Ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ Αβεσσα υἱου̃ Σαρουιας ἀδελφου̃ Ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ Εθθι του̃ Γεθθαίου καὶ εἰ̃πεν Δαυιδ πρὸς τὸν λαόν ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ' ὑμω̃ν |
3 καὶ εἰ̃παν οὐκ ἐξελεύση̨ ὅτι ἐὰν φυγη̨̃ φύγωμεν οὐ θήσουσιν ἐφ' ἡμα̃ς καρδίαν καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμω̃ν οὐ θήσουσιν ἐφ' ἡμα̃ς καρδίαν ὅτι σὺ ὡς ἡμει̃ς δέκα χιλιάδες καὶ νυ̃ν ἀγαθὸν ὅτι ἔση̨ ἡμι̃ν ἐν τη̨̃ πόλει βοήθεια του̃ βοηθει̃ν |
4 καὶ εἰ̃πεν πρὸς αὐτοὺς ὁ βασιλεύς ὃ ἐὰν ἀρέση̨ ἐν ὀφθαλμοι̃ς ὑμω̃ν ποιήσω καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χει̃ρα τη̃ς πύλης καὶ πα̃ς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας |
5 καὶ ἐνετείλατο ὁ βασιλεὺς τω̨̃ Ιωαβ καὶ τω̨̃ Αβεσσα καὶ τω̨̃ Εθθι λέγων φείσασθέ μοι του̃ παιδαρίου του̃ Αβεσσαλωμ καὶ πα̃ς ὁ λαὸς ἤκουσεν ἐντελλομένου του̃ βασιλέως πα̃σιν τοι̃ς ἄρχουσιν ὑπὲρ Αβεσσαλωμ |
6 καὶ ἐξη̃λθεν πα̃ς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξ ἐναντίας Ισραηλ καὶ ἐγένετο ὁ πόλεμος ἐν τω̨̃ δρυμω̨̃ Εφραιμ |
7 καὶ ἔπταισεν ἐκει̃ ὁ λαὸς Ισραηλ ἐνώπιον τω̃ν παίδων Δαυιδ καὶ ἐγένετο ἡ θραυ̃σις μεγάλη ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἴκοσι χιλιάδες ἀνδρω̃ν |
8 καὶ ἐγένετο ἐκει̃ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς καὶ ἐπλεόνασεν ὁ δρυμὸς του̃ καταφαγει̃ν ἐκ του̃ λαου̃ ὑπὲρ οὓς κατέφαγεν ἐν τω̨̃ λαω̨̃ ἡ μάχαιρα ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ |
9 καὶ συνήντησεν Αβεσσαλωμ ἐνώπιον τω̃ν παίδων Δαυιδ καὶ Αβεσσαλωμ ἐπιβεβηκὼς ἐπὶ του̃ ἡμιόνου αὐτου̃ καὶ εἰση̃λθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τη̃ς δρυὸς τη̃ς μεγάλης καὶ ἐκρεμάσθη ἡ κεφαλὴ αὐτου̃ ἐν τη̨̃ δρυί καὶ ἐκρεμάσθη ἀνὰ μέσον του̃ οὐρανου̃ καὶ ἀνὰ μέσον τη̃ς γη̃ς καὶ ὁ ἡμίονος ὑποκάτω αὐτου̃ παρη̃λθεν |
10 καὶ εἰ̃δεν ἀνὴρ εἱ̃ς καὶ ἀνήγγειλεν Ιωαβ καὶ εἰ̃πεν ἰδοὺ ἑώρακα τὸν Αβεσσαλωμ κρεμάμενον ἐν τη̨̃ δρυί |
11 καὶ εἰ̃πεν Ιωαβ τω̨̃ ἀνδρὶ τω̨̃ ἀπαγγέλλοντι καὶ ἰδοὺ ἑόρακας τί ὅτι οὐκ ἐπάταξας αὐτὸν εἰς τὴν γη̃ν καὶ ἐγὼ ἂν δεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν |
12 εἰ̃πεν δὲ ὁ ἀνὴρ πρὸς Ιωαβ καὶ ἐγώ εἰμι ἵστημι ἐπὶ τὰς χει̃ράς μου χιλίους σίκλους ἀργυρίου οὐ μὴ ἐπιβάλω χει̃ρά μου ἐπὶ τὸν υἱὸν του̃ βασιλέως ὅτι ἐν τοι̃ς ὠσὶν ἡμω̃ν ἐνετείλατο ὁ βασιλεὺς σοὶ καὶ Αβεσσα καὶ τω̨̃ Εθθι λέγων φυλάξατέ μοι τὸ παιδάριον τὸν Αβεσσαλωμ |
13 μὴ ποιη̃σαι ἐν τη̨̃ ψυχη̨̃ αὐτου̃ ἄδικον καὶ πα̃ς ὁ λόγος οὐ λήσεται ἀπὸ του̃ βασιλέως καὶ σὺ στήση̨ ἐξ ἐναντίας |
14 καὶ εἰ̃πεν Ιωαβ του̃το ἐγὼ ἄρξομαι οὐχ οὕτως μενω̃ ἐνώπιόν σου καὶ ἔλαβεν Ιωαβ τρία βέλη ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἐνέπηξεν αὐτὰ ἐν τη̨̃ καρδία̨ Αβεσσαλωμ ἔτι αὐτου̃ ζω̃ντος ἐν τη̨̃ καρδία̨ τη̃ς δρυὸς |
15 καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη Ιωαβ καὶ ἐπάταξαν τὸν Αβεσσαλωμ καὶ ἐθανάτωσαν αὐτόν |
16 καὶ ἐσάλπισεν Ιωαβ ἐν κερατίνη̨ καὶ ἀπέστρεψεν ὁ λαὸς του̃ μὴ διώκειν ὀπίσω Ισραηλ ὅτι ἐφείδετο Ιωαβ του̃ λαου̃ |
17 καὶ ἔλαβεν τὸν Αβεσσαλωμ καὶ ἔρριψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τω̨̃ δρυμω̨̃ εἰς τὸν βόθυνον τὸν μέγαν καὶ ἐστήλωσεν ἐπ' αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα καὶ πα̃ς Ισραηλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτου̃ |
18 καὶ Αβεσσαλωμ ἔτι ζω̃ν καὶ ἔστησεν ἑαυτω̨̃ τὴν στήλην ἐν ἡ̨̃ ἐλήμφθη καὶ ἐστήλωσεν αὐτὴν λαβει̃ν τὴν στήλην τὴν ἐν τη̨̃ κοιλάδι του̃ βασιλέως ὅτι εἰ̃πεν οὐκ ἔστιν αὐτω̨̃ υἱὸς ἕνεκεν του̃ ἀναμνη̃σαι τὸ ὄνομα αὐτου̃ καὶ ἐκάλεσεν τὴν στήλην Χεὶρ Αβεσσαλωμ ἕως τη̃ς ἡμέρας ταύτης |
19 καὶ Αχιμαας υἱὸς Σαδωκ εἰ̃πεν δράμω δὴ καὶ εὐαγγελιω̃ τω̨̃ βασιλει̃ ὅτι ἔκρινεν αὐτω̨̃ κύριος ἐκ χειρὸς τω̃ν ἐχθρω̃ν αὐτου̃ |
20 καὶ εἰ̃πεν αὐτω̨̃ Ιωαβ οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ καὶ εὐαγγελιη̨̃ ἐν ἡμέρα̨ ἄλλη̨ ἐν δὲ τη̨̃ ἡμέρα̨ ταύτη̨ οὐκ εὐαγγελιη̨̃ οὑ̃ εἵνεκεν ὁ υἱὸς του̃ βασιλέως ἀπέθανεν |
21 καὶ εἰ̃πεν Ιωαβ τω̨̃ Χουσι βαδίσας ἀνάγγειλον τω̨̃ βασιλει̃ ὅσα εἰ̃δες καὶ προσεκύνησεν Χουσι τω̨̃ Ιωαβ καὶ ἐξη̃λθεν |
22 καὶ προσέθετο ἔτι Αχιμαας υἱὸς Σαδωκ καὶ εἰ̃πεν πρὸς Ιωαβ καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω του̃ Χουσι καὶ εἰ̃πεν Ιωαβ ἵνα τί του̃το τρέχεις υἱέ μου δευ̃ρο οὐκ ἔστιν σοι εὐαγγελία εἰς ὠφέλειαν πορευομένω̨ |
23 καὶ εἰ̃πεν τί γὰρ ἐὰν δραμου̃μαι καὶ εἰ̃πεν αὐτω̨̃ Ιωαβ δράμε καὶ ἔδραμεν Αχιμαας ὁδὸν τὴν του̃ Κεχαρ καὶ ὑπερέβη τὸν Χουσι |
24 καὶ Δαυιδ ἐκάθητο ἀνὰ μέσον τω̃ν δύο πυλω̃ν καὶ ἐπορεύθη ὁ σκοπὸς εἰς τὸ δω̃μα τη̃ς πύλης πρὸς τὸ τει̃χος καὶ ἐπη̃ρεν τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ εἰ̃δεν καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτου̃ |
25 καὶ ἀνεβόησεν ὁ σκοπὸς καὶ ἀπήγγειλεν τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν ὁ βασιλεύς εἰ μόνος ἐστίν εὐαγγελία ἐν τω̨̃ στόματι αὐτου̃ καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων |
26 καὶ εἰ̃δεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τη̨̃ πύλη̨ καὶ εἰ̃πεν ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος καὶ εἰ̃πεν ὁ βασιλεύς καί γε οὑ̃τος εὐαγγελιζόμενος |
27 καὶ εἰ̃πεν ὁ σκοπός ἐγὼ ὁρω̃ τὸν δρόμον του̃ πρώτου ὡς δρόμον Αχιμαας υἱου̃ Σαδωκ καὶ εἰ̃πεν ὁ βασιλεύς ἀνὴρ ἀγαθὸς οὑ̃τος καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται |
28 καὶ ἐβόησεν Αχιμαας καὶ εἰ̃πεν πρὸς τὸν βασιλέα εἰρήνη καὶ προσεκύνησεν τω̨̃ βασιλει̃ ἐπὶ πρόσωπον αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ εἰ̃πεν εὐλογητὸς κύριος ὁ θεός σου ὃς ἀπέκλεισεν τοὺς ἄνδρας τοὺς μισου̃ντας τὴν χει̃ρα αὐτω̃ν ἐν τω̨̃ κυρίω̨ μου τω̨̃ βασιλει̃ |
29 καὶ εἰ̃πεν ὁ βασιλεύς εἰρήνη τω̨̃ παιδαρίω̨ τω̨̃ Αβεσσαλωμ καὶ εἰ̃πεν Αχιμαας εἰ̃δον τὸ πλη̃θος τὸ μέγα του̃ ἀποστει̃λαι τὸν δου̃λον του̃ βασιλέως Ιωαβ καὶ τὸν δου̃λόν σου καὶ οὐκ ἔγνων τί ἐκει̃ |
30 καὶ εἰ̃πεν ὁ βασιλεύς ἐπίστρεψον στηλώθητι ὡ̃δε καὶ ἐπεστράφη καὶ ἔστη |
31 καὶ ἰδοὺ ὁ Χουσι παρεγένετο καὶ εἰ̃πεν τω̨̃ βασιλει̃ εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς ὅτι ἔκρινέν σοι κύριος σήμερον ἐκ χειρὸς πάντων τω̃ν ἐπεγειρομένων ἐπὶ σέ |
32 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς τὸν Χουσι εἰ εἰρήνη τω̨̃ παιδαρίω̨ τω̨̃ Αβεσσαλωμ καὶ εἰ̃πεν ὁ Χουσι γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὶ του̃ κυρίου μου του̃ βασιλέως καὶ πάντες ὅσοι ἐπανέστησαν ἐπ' αὐτὸν εἰς κακά |
33 καὶ ἐταράχθη ὁ βασιλεὺς καὶ ἀνέβη εἰς τὸ ὑπερω̨̃ον τη̃ς πύλης καὶ ἔκλαυσεν καὶ οὕτως εἰ̃πεν ἐν τω̨̃ πορεύεσθαι αὐτόν υἱέ μου Αβεσσαλωμ υἱέ μου υἱέ μου Αβεσσαλωμ τίς δώ̨η τὸν θάνατόν μου ἀντὶ σου̃ ἐγὼ ἀντὶ σου̃ Αβεσσαλωμ υἱέ μου υἱέ μου |