Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 22

1 καὶ ἐλάλησεν Δαυιδ τω̨̃ κυρίω̨ τοὺς λόγους τη̃ς ὠ̨δη̃ς ταύτης ἐν ἡ̨̃ ἡμέρα̨ ἐξείλατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τω̃ν ἐχθρω̃ν αὐτου̃ καὶ ἐκ χειρὸς Σαουλ
2 καὶ εἰ̃πεν κύριε πέτρα μου καὶ ὀχύρωμά μου καὶ ἐξαιρούμενός με ἐμοί
3 ὁ θεός μου φύλαξ ἔσται μου πεποιθὼς ἔσομαι ἐπ' αὐτω̨̃ ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου ἀντιλήμπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου ἐξ ἀδίκου σώσεις με
4 αἰνετὸν ἐπικαλέσομαι κύριον καὶ ἐκ τω̃ν ἐχθρω̃ν μου σωθήσομαι
5 ὅτι περιέσχον με συντριμμοὶ θανάτου χείμαρροι ἀνομίας ἐθάμβησάν με
6 ὠδι̃νες θανάτου ἐκύκλωσάν με προέφθασάν με σκληρότητες θανάτου
7 ἐν τω̨̃ θλίβεσθαί με ἐπικαλέσομαι κύριον καὶ πρὸς τὸν θεόν μου βοήσομαι καὶ ἐπακούσεται ἐκ ναου̃ αὐτου̃ φωνη̃ς μου καὶ ἡ κραυγή μου ἐν τοι̃ς ὠσὶν αὐτου̃
8 καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γη̃ καὶ τὰ θεμέλια του̃ οὐρανου̃ συνεταράχθησαν καὶ ἐσπαράχθησαν ὅτι ἐθυμώθη κύριος αὐτοι̃ς
9 ἀνέβη καπνὸς ἐν τη̨̃ ὀργη̨̃ αὐτου̃ καὶ πυ̃ρ ἐκ στόματος αὐτου̃ κατέδεται ἄνθρακες ἐξεκαύθησαν ἀπ' αὐτου̃
10 καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη καὶ γνόφος ὑποκάτω τω̃ν ποδω̃ν αὐτου̃
11 καὶ ἐπεκάθισεν ἐπὶ Χερουβιν καὶ ἐπετάσθη καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου
12 καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτου̃ κύκλω̨ αὐτου̃ ἡ σκηνὴ αὐτου̃ σκότος ὑδάτων ἐπάχυνεν ἐν νεφέλαις ἀέρος
13 ἀπὸ του̃ φέγγους ἐναντίον αὐτου̃ ἐξεκαύθησαν ἄνθρακες πυρός
14 ἐβρόντησεν ἐξ οὐρανου̃ κύριος καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτου̃
15 καὶ ἀπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτούς ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς
16 καὶ ὤφθησαν ἀφέσεις θαλάσσης καὶ ἀπεκαλύφθη θεμέλια τη̃ς οἰκουμένης ἐν τη̨̃ ἐπιτιμήσει κυρίου ἀπὸ πνοη̃ς πνεύματος θυμου̃ αὐτου̃
17 ἀπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με εἵλκυσέν με ἐξ ὑδάτων πολλω̃ν
18 ἐρρύσατό με ἐξ ἐχθρω̃ν μου ἰσχύος ἐκ τω̃ν μισούντων με ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ
19 προέφθασάν με ἐν ἡμέρα̨ θλίψεώς μου καὶ ἐγένετο κύριος ἐπιστήριγμά μου
20 καὶ ἐξήγαγέν με εἰς πλατυσμὸν καὶ ἐξείλατό με ὅτι εὐδόκησεν ἐν ἐμοί
21 καὶ ἀνταπέδωκέν μοι κύριος κατὰ τὴν δικαιοσύνην μου κατὰ τὴν καθαριότητα τω̃ν χειρω̃ν μου ἀνταπέδωκέν μοι
22 ὅτι ἐφύλαξα ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ του̃ θεου̃ μου
23 ὅτι πάντα τὰ κρίματα αὐτου̃ κατεναντίον μου καὶ τὰ δικαιώματα αὐτου̃ οὐκ ἀπέστην ἀπ' αὐτω̃ν
24 καὶ ἔσομαι ἄμωμος αὐτω̨̃ καὶ προφυλάξομαι ἀπὸ τη̃ς ἀνομίας μου
25 καὶ ἀποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τω̃ν χειρω̃ν μου ἐνώπιον τω̃ν ὀφθαλμω̃ν αὐτου̃
26 μετὰ ὁσίου ὁσιωθήση̨ καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήση̨
27 καὶ μετὰ ἐκλεκτου̃ ἐκλεκτὸς ἔση̨ καὶ μετὰ στρεβλου̃ στρεβλωθήση̨
28 καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις
29 ὅτι σὺ ὁ λύχνος μου κύριε καὶ κύριος ἐκλάμψει μοι τὸ σκότος μου
30 ὅτι ἐν σοὶ δραμου̃μαι μονόζωνος καὶ ἐν τω̨̃ θεω̨̃ μου ὑπερβήσομαι τει̃χος
31 ὁ ἰσχυρός ἄμωμος ἡ ὁδὸς αὐτου̃ τὸ ῥη̃μα κυρίου κραταιόν πεπυρωμένον ὑπερασπιστής ἐστιν πα̃σιν τοι̃ς πεποιθόσιν ἐπ' αὐτω̨̃
32 τίς ἰσχυρὸς πλὴν κυρίου καὶ τίς κτίστης ἔσται πλὴν του̃ θεου̃ ἡμω̃ν
33 ὁ ἰσχυρὸς ὁ κραταιω̃ν με δυνάμει καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου
34 τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων καὶ ἐπὶ τὰ ὕψη ἱστω̃ν με
35 διδάσκων χει̃ράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκου̃ν ἐν βραχίονί μου
36 καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου καὶ ἡ ὑπακοή σου ἐπλήθυνέν με
37 εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου
38 διώξω ἐχθρούς μου καὶ ἀφανιω̃ αὐτοὺς καὶ οὐκ ἀναστρέψω ἕως συντελέσω αὐτούς
39 καὶ θλάσω αὐτούς καὶ οὐκ ἀναστήσονται καὶ πεσου̃νται ὑπὸ τοὺς πόδας μου
40 καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον κάμψεις τοὺς ἐπανιστανομένους μοι ὑποκάτω μου
41 καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νω̃τον τοὺς μισου̃ντάς με καὶ ἐθανάτωσας αὐτούς
42 βοήσονται καὶ οὐκ ἔστιν βοηθός πρὸς κύριον καὶ οὐχ ὑπήκουσεν αὐτω̃ν
43 καὶ ἐλέανα αὐτοὺς ὡς χου̃ν γη̃ς ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς
44 καὶ ῥύση̨ με ἐκ μάχης λαω̃ν φυλάξεις με εἰς κεφαλὴν ἐθνω̃ν λαός ὃν οὐκ ἔγνων ἐδούλευσάν μοι
45 υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου
46 υἱοὶ ἀλλότριοι ἀπορριφήσονται καὶ σφαλου̃σιν ἐκ τω̃ν συγκλεισμω̃ν αὐτω̃ν
47 ζη̨̃ κύριος καὶ εὐλογητὸς ὁ φύλαξ μου καὶ ὑψωθήσεται ὁ θεός μου ὁ φύλαξ τη̃ς σωτηρίας μου
48 ἰσχυρὸς κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί παιδεύων λαοὺς ὑποκάτω μου
49 καὶ ἐξάγων με ἐξ ἐχθρω̃ν μου καὶ ἐκ τω̃ν ἐπεγειρομένων μοι ὑψώσεις με ἐξ ἀνδρὸς ἀδικημάτων ῥύση̨ με
50 διὰ του̃το ἐξομολογήσομαί σοι κύριε ἐν τοι̃ς ἔθνεσιν καὶ ἐν τω̨̃ ὀνόματί σου ψαλω̃
51 μεγαλύνων σωτηρίας βασιλέως αὐτου̃ καὶ ποιω̃ν ἔλεος τω̨̃ χριστω̨̃ αὐτου̃ τω̨̃ Δαυιδ καὶ τω̨̃ σπέρματι αὐτου̃ ἕως αἰω̃νος
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.