Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 6

καὶ συνήγαγεν ἔτι Δαυιδ πάντα νεανίαν ἐξ Ισραηλ ὡς ἑβδομήκοντα χιλιάδας
καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυιδ καὶ πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ ἀπὸ τω̃ν ἀρχόντων Ιουδα ἐν ἀναβάσει του̃ ἀναγαγει̃ν ἐκει̃θεν τὴν κιβωτὸν του̃ θεου̃ ἐφ' ἣν ἐπεκλήθη τὸ ὄνομα κυρίου τω̃ν δυνάμεων καθημένου ἐπὶ τω̃ν Χερουβιν ἐπ' αὐτη̃ς
καὶ ἐπεβίβασεν τὴν κιβωτὸν κυρίου ἐφ' ἅμαξαν καινὴν καὶ ἠ̃ρεν αὐτὴν ἐξ οἴκου Αμιναδαβ του̃ ἐν τω̨̃ βουνω̨̃ καὶ Οζα καὶ οἱ ἀδελφοὶ αὐτου̃ υἱοὶ Αμιναδαβ ἠ̃γον τὴν ἅμαξαν
σὺν τη̨̃ κιβωτω̨̃ καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἐπορεύοντο ἔμπροσθεν τη̃ς κιβωτου̃
καὶ Δαυιδ καὶ οἱ υἱοὶ Ισραηλ παίζοντες ἐνώπιον κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύι καὶ ἐν ὠ̨δαι̃ς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοι̃ς
καὶ παραγίνονται ἕως ἅλω Νωδαβ καὶ ἐξέτεινεν Οζα τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὴν κιβωτὸν του̃ θεου̃ κατασχει̃ν αὐτὴν καὶ ἐκράτησεν αὐτήν ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος του̃ κατασχει̃ν αὐτήν
καὶ ἐθυμώθη κύριος τω̨̃ Οζα καὶ ἔπαισεν αὐτὸν ἐκει̃ ὁ θεός καὶ ἀπέθανεν ἐκει̃ παρὰ τὴν κιβωτὸν του̃ κυρίου ἐνώπιον του̃ θεου̃
καὶ ἠθύμησεν Δαυιδ ὑπὲρ οὑ̃ διέκοψεν κύριος διακοπὴν ἐν τω̨̃ Οζα καὶ ἐκλήθη ὁ τόπος ἐκει̃νος διακοπὴ Οζα ἕως τη̃ς ἡμέρας ταύτης
καὶ ἐφοβήθη Δαυιδ τὸν κύριον ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγων πω̃ς εἰσελεύσεται πρός με ἡ κιβωτὸς κυρίου
10 καὶ οὐκ ἐβούλετο Δαυιδ του̃ ἐκκλι̃ναι πρὸς αὑτὸν τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὴν πόλιν Δαυιδ καὶ ἀπέκλινεν αὐτὴν Δαυιδ εἰς οἰ̃κον Αβεδδαρα του̃ Γεθθαίου
11 καὶ ἐκάθισεν ἡ κιβωτὸς του̃ κυρίου εἰς οἰ̃κον Αβεδδαρα του̃ Γεθθαίου μη̃νας τρει̃ς καὶ εὐλόγησεν κύριος ὅλον τὸν οἰ̃κον Αβεδδαρα καὶ πάντα τὰ αὐτου̃
12 καὶ ἀπηγγέλη τω̨̃ βασιλει̃ Δαυιδ λέγοντες ηὐλόγησεν κύριος τὸν οἰ̃κον Αβεδδαρα καὶ πάντα τὰ αὐτου̃ ἕνεκεν τη̃ς κιβωτου̃ του̃ θεου̃ καὶ ἐπορεύθη Δαυιδ καὶ ἀνήγαγεν τὴν κιβωτὸν του̃ κυρίου ἐκ του̃ οἴκου Αβεδδαρα εἰς τὴν πόλιν Δαυιδ ἐν εὐφροσύνη̨
13 καὶ ἠ̃σαν μετ' αὐτω̃ν αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροὶ καὶ θυ̃μα μόσχος καὶ ἄρνα
14 καὶ Δαυιδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον κυρίου καὶ ὁ Δαυιδ ἐνδεδυκὼς στολὴν ἔξαλλον
15 καὶ Δαυιδ καὶ πα̃ς ὁ οἰ̃κος Ισραηλ ἀνήγαγον τὴν κιβωτὸν κυρίου μετὰ κραυγη̃ς καὶ μετὰ φωνη̃ς σάλπιγγος
16 καὶ ἐγένετο τη̃ς κιβωτου̃ παραγινομένης ἕως πόλεως Δαυιδ καὶ Μελχολ ἡ θυγάτηρ Σαουλ διέκυπτεν διὰ τη̃ς θυρίδος καὶ εἰ̃δεν τὸν βασιλέα Δαυιδ ὀρχούμενον καὶ ἀνακρουόμενον ἐνώπιον κυρίου καὶ ἐξουδένωσεν αὐτὸν ἐν τη̨̃ καρδία̨ αὐτη̃ς
17 καὶ φέρουσιν τὴν κιβωτὸν του̃ κυρίου καὶ ἀνέθηκαν αὐτὴν εἰς τὸν τόπον αὐτη̃ς εἰς μέσον τη̃ς σκηνη̃ς ἡ̃ς ἔπηξεν αὐτη̨̃ Δαυιδ καὶ ἀνήνεγκεν Δαυιδ ὁλοκαυτώματα ἐνώπιον κυρίου καὶ εἰρηνικάς
18 καὶ συνετέλεσεν Δαυιδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου τω̃ν δυνάμεων
19 καὶ διεμέρισεν παντὶ τω̨̃ λαω̨̃ εἰς πα̃σαν τὴν δύναμιν του̃ Ισραηλ ἀπὸ Δαν ἕως Βηρσαβεε ἀπὸ ἀνδρὸς ἕως γυναικὸς ἑκάστω̨ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου καὶ ἀπη̃λθεν πα̃ς ὁ λαὸς ἕκαστος εἰς τὸν οἰ̃κον αὐτου̃
20 καὶ ἐπέστρεψεν Δαυιδ εὐλογη̃σαι τὸν οἰ̃κον αὐτου̃ καὶ ἐξη̃λθεν Μελχολ ἡ θυγάτηρ Σαουλ εἰς ἀπάντησιν Δαυιδ καὶ εὐλόγησεν αὐτὸν καὶ εἰ̃πεν τί δεδόξασται σήμερον ὁ βασιλεὺς Ισραηλ ὃς ἀπεκαλύφθη σήμερον ἐν ὀφθαλμοι̃ς παιδισκω̃ν τω̃ν δούλων ἑαυτου̃ καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἱ̃ς τω̃ν ὀρχουμένων
21 καὶ εἰ̃πεν Δαυιδ πρὸς Μελχολ ἐνώπιον κυρίου ὀρχήσομαι εὐλογητὸς κύριος ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἰ̃κον αὐτου̃ του̃ καταστη̃σαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτου̃ ἐπὶ τὸν Ισραηλ καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον κυρίου
22 καὶ ἀποκαλυφθήσομαι ἔτι οὕτως καὶ ἔσομαι ἀχρει̃ος ἐν ὀφθαλμοι̃ς σου καὶ μετὰ τω̃ν παιδισκω̃ν ὡ̃ν εἰ̃πάς με δοξασθη̃ναι
23 καὶ τη̨̃ Μελχολ θυγατρὶ Σαουλ οὐκ ἐγένετο παιδίον ἕως τη̃ς ἡμέρας του̃ ἀποθανει̃ν αὐτήν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.