1 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἀπέθανεν βασιλεὺς υἱω̃ν Αμμων καὶ ἐβασίλευσεν Αννων υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ |
2 καὶ εἰ̃πεν Δαυιδ ποιήσω ἔλεος μετὰ Αννων υἱου̃ Ναας ὃν τρόπον ἐποίησεν ὁ πατὴρ αὐτου̃ μετ' ἐμου̃ ἔλεος καὶ ἀπέστειλεν Δαυιδ παρακαλέσαι αὐτὸν ἐν χειρὶ τω̃ν δούλων αὐτου̃ περὶ του̃ πατρὸς αὐτου̃ καὶ παρεγένοντο οἱ παι̃δες Δαυιδ εἰς τὴν γη̃ν υἱω̃ν Αμμων |
3 καὶ εἰ̃πον οἱ ἄρχοντες υἱω̃ν Αμμων πρὸς Αννων τὸν κύριον αὐτω̃ν μὴ παρὰ τὸ δοξάζειν Δαυιδ τὸν πατέρα σου ἐνώπιόν σου ὅτι ἀπέστειλέν σοι παρακαλου̃ντας ἀλλ' οὐχὶ ὅπως ἐρευνήσωσιν τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ του̃ κατασκέψασθαι αὐτὴν ἀπέστειλεν Δαυιδ τοὺς παι̃δας αὐτου̃ πρὸς σέ |
4 καὶ ἔλαβεν Αννων τοὺς παι̃δας Δαυιδ καὶ ἐξύρησεν τοὺς πώγωνας αὐτω̃ν καὶ ἀπέκοψεν τοὺς μανδύας αὐτω̃ν ἐν τω̨̃ ἡμίσει ἕως τω̃ν ἰσχίων αὐτω̃ν καὶ ἐξαπέστειλεν αὐτούς |
5 καὶ ἀνήγγειλαν τω̨̃ Δαυιδ ὑπὲρ τω̃ν ἀνδρω̃ν καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτω̃ν ὅτι ἠ̃σαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα καὶ εἰ̃πεν ὁ βασιλεύς καθίσατε ἐν Ιεριχω ἕως του̃ ἀνατει̃λαι τοὺς πώγωνας ὑμω̃ν καὶ ἐπιστραφήσεσθε |
6 καὶ εἰ̃δαν οἱ υἱοὶ Αμμων ὅτι κατη̨σχύνθησαν ὁ λαὸς Δαυιδ καὶ ἀπέστειλαν οἱ υἱοὶ Αμμων καὶ ἐμισθώσαντο τὴν Συρίαν Βαιθροωβ εἴκοσι χιλιάδας πεζω̃ν καὶ τὸν βασιλέα Μααχα χιλίους ἄνδρας καὶ Ιστωβ δώδεκα χιλιάδας ἀνδρω̃ν |
7 καὶ ἤκουσεν Δαυιδ καὶ ἀπέστειλεν τὸν Ιωαβ καὶ πα̃σαν τὴν δύναμιν τοὺς δυνατούς |
8 καὶ ἐξη̃λθαν οἱ υἱοὶ Αμμων καὶ παρετάξαντο πόλεμον παρὰ τη̨̃ θύρα̨ τη̃ς πύλης καὶ Συρία Σουβα καὶ Ροωβ καὶ Ιστωβ καὶ Μααχα μόνοι ἐν ἀγρω̨̃ |
9 καὶ εἰ̃δεν Ιωαβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον του̃ πολέμου ἐκ του̃ κατὰ πρόσωπον ἐξ ἐναντίας καὶ ἐκ του̃ ὄπισθεν καὶ ἐπέλεξεν ἐκ πάντων τω̃ν νεανίσκων Ισραηλ καὶ παρετάξαντο ἐξ ἐναντίας Συρίας |
10 καὶ τὸ κατάλοιπον του̃ λαου̃ ἔδωκεν ἐν χειρὶ Αβεσσα του̃ ἀδελφου̃ αὐτου̃ καὶ παρετάξαντο ἐξ ἐναντίας υἱω̃ν Αμμων |
11 καὶ εἰ̃πεν ἐὰν κραταιωθη̨̃ Συρία ὑπὲρ ἐμέ καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν καὶ ἐὰν υἱοὶ Αμμων κραταιωθω̃σιν ὑπὲρ σέ καὶ ἐσόμεθα του̃ σω̃σαί σε |
12 ἀνδρίζου καὶ κραταιωθω̃μεν ὑπὲρ του̃ λαου̃ ἡμω̃ν καὶ περὶ τω̃ν πόλεων του̃ θεου̃ ἡμω̃ν καὶ κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς αὐτου̃ |
13 καὶ προση̃λθεν Ιωαβ καὶ ὁ λαὸς αὐτου̃ μετ' αὐτου̃ εἰς πόλεμον πρὸς Συρίαν καὶ ἔφυγαν ἀπὸ προσώπου αὐτου̃ |
14 καὶ οἱ υἱοὶ Αμμων εἰ̃δαν ὅτι ἔφυγεν Συρία καὶ ἔφυγαν ἀπὸ προσώπου Αβεσσα καὶ εἰση̃λθαν εἰς τὴν πόλιν καὶ ἀνέστρεψεν Ιωαβ ἀπὸ τω̃ν υἱω̃ν Αμμων καὶ παρεγένοντο εἰς Ιερουσαλημ |
15 καὶ εἰ̃δεν Συρία ὅτι ἔπταισεν ἔμπροσθεν Ισραηλ καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό |
16 καὶ ἀπέστειλεν Αδρααζαρ καὶ συνήγαγεν τὴν Συρίαν τὴν ἐκ του̃ πέραν του̃ ποταμου̃ Χαλαμακ καὶ παρεγένοντο Αιλαμ καὶ Σωβακ ἄρχων τη̃ς δυνάμεως Αδρααζαρ ἔμπροσθεν αὐτω̃ν |
17 καὶ ἀνηγγέλη τω̨̃ Δαυιδ καὶ συνήγαγεν τὸν πάντα Ισραηλ καὶ διέβη τὸν Ιορδάνην καὶ παρεγένοντο εἰς Αιλαμ καὶ παρετάξατο Συρία ἀπέναντι Δαυιδ καὶ ἐπολέμησαν μετ' αὐτου̃ |
18 καὶ ἔφυγεν Συρία ἀπὸ προσώπου Ισραηλ καὶ ἀνει̃λεν Δαυιδ ἐκ τη̃ς Συρίας ἑπτακόσια ἅρματα καὶ τεσσαράκοντα χιλιάδας ἱππέων καὶ τὸν Σωβακ τὸν ἄρχοντα τη̃ς δυνάμεως αὐτου̃ ἐπάταξεν καὶ ἀπέθανεν ἐκει̃ |
19 καὶ εἰ̃δαν πάντες οἱ βασιλει̃ς οἱ δου̃λοι Αδρααζαρ ὅτι ἔπταισαν ἔμπροσθεν Ισραηλ καὶ ηὐτομόλησαν μετὰ Ισραηλ καὶ ἐδούλευσαν αὐτοι̃ς καὶ ἐφοβήθη Συρία του̃ σω̃σαι ἔτι τοὺς υἱοὺς Αμμων |