1 ὁ δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν Ιουδαν ὄντας ἐν τοι̃ς κατὰ Σαμάρειαν τόποις ἐβουλεύσατο τη̨̃ τη̃ς καταπαύσεως ἡμέρα̨ μετὰ πάσης ἀσφαλείας αὐτοι̃ς ἐπιβαλει̃ν |
2 τω̃ν δὲ κατὰ ἀνάγκην συνεπομένων αὐτω̨̃ Ιουδαίων λεγόντων μηδαμω̃ς οὕτως ἀγρίως καὶ βαρβάρως ἀπολέση̨ς δόξαν δὲ ἀπομέρισον τη̨̃ προτετιμημένη̨ ὑπὸ του̃ πάντα ἐφορω̃ντος μεθ' ἁγιότητος ἡμέρα̨ |
3 ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν εἰ ἔστιν ἐν οὐρανω̨̃ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τω̃ν σαββάτων ἡμέραν |
4 τω̃ν δ' ἀποφηναμένων ἔστιν ὁ κύριος ζω̃ν αὐτὸς ἐν οὐρανω̨̃ δυνάστης ὁ κελεύσας ἀσκει̃ν τὴν ἑβδομάδα |
5 ὁ δὲ ἕτερος κἀγώ φησιν δυνάστης ἐπὶ τη̃ς γη̃ς ὁ προστάσσων αἴρειν ὅπλα καὶ τὰς βασιλικὰς χρείας ἐπιτελει̃ν ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τὸ σχέτλιον αὐτου̃ βούλημα |
6 καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀλαζονείας ὑψαυχενω̃ν διεγνώκει κοινὸν τω̃ν περὶ τὸν Ιουδαν συστήσασθαι τρόπαιον |
7 ὁ δὲ Μακκαβαι̃ος ἠ̃ν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήμψεως τεύξασθαι παρὰ του̃ κυρίου |
8 καὶ παρεκάλει τοὺς σὺν αὐτω̨̃ μὴ δειλια̃ν τὴν τω̃ν ἐθνω̃ν ἔφοδον ἔχοντας δὲ κατὰ νου̃ν τὰ προγεγονότα αὐτοι̃ς ἀπ' οὐρανου̃ βοηθήματα καὶ τὰ νυ̃ν προσδοκα̃ν τὴν παρὰ του̃ παντοκράτορος ἐσομένην αὐτοι̃ς νίκην |
9 καὶ παραμυθούμενος αὐτοὺς ἐκ του̃ νόμου καὶ τω̃ν προφητω̃ν προσυπομνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγω̃νας οὓς ἠ̃σαν ἐκτετελεκότες προθυμοτέρους αὐτοὺς κατέστησεν |
10 καὶ τοι̃ς θυμοι̃ς διεγείρας αὐτοὺς παρήγγειλεν ἅμα παρεπιδεικνὺς τὴν τω̃ν ἐθνω̃ν ἀθεσίαν καὶ τὴν τω̃ν ὅρκων παράβασιν |
11 ἕκαστον δὲ αὐτω̃ν καθοπλίσας οὐ τὴν ἀσπίδων καὶ λογχω̃ν ἀσφάλειαν ὡς τὴν ἐν τοι̃ς ἀγαθοι̃ς λόγοις παράκλησιν καὶ προσεξηγησάμενος ὄνειρον ἀξιόπιστον ὕπαρ τι πάντας ηὔφρανεν |
12 ἠ̃ν δὲ ἡ τούτου θεωρία τοιάδε Ονιαν τὸν γενόμενον ἀρχιερέα ἄνδρα καλὸν καὶ ἀγαθόν αἰδήμονα μὲν τὴν ἀπάντησιν πρα̃ον δὲ τὸν τρόπον καὶ λαλιὰν προϊέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελετηκότα πάντα τὰ τη̃ς ἀρετη̃ς οἰκει̃α του̃τον τὰς χει̃ρας προτείναντα κατεύχεσθαι τω̨̃ παντὶ τω̃ν Ιουδαίων συστήματι |
13 εἰ̃θ' οὕτως ἐπιφανη̃ναι ἄνδρα πολια̨̃ καὶ δόξη̨ διαφέροντα θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἰ̃ναι τὴν περὶ αὐτὸν ὑπεροχήν |
14 ἀποκριθέντα δὲ τὸν Ονιαν εἰπει̃ν ὁ φιλάδελφος οὑ̃τός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ του̃ λαου̃ καὶ τη̃ς ἁγίας πόλεως Ιερεμιας ὁ του̃ θεου̃ προφήτης |
15 προτείναντα δὲ Ιερεμιαν τὴν δεξιὰν παραδου̃ναι τω̨̃ Ιουδα ῥομφαίαν χρυση̃ν διδόντα δὲ προσφωνη̃σαι τάδε |
16 λαβὲ τὴν ἁγίαν ῥομφαίαν δω̃ρον παρὰ του̃ θεου̃ δι' ἡ̃ς θραύσεις τοὺς ὑπεναντίους |
17 παρακληθέντες δὲ τοι̃ς Ιουδου λόγοις πάνυ καλοι̃ς καὶ δυναμένοις ἐπ' ἀρετὴν παρορμη̃σαι καὶ ψυχὰς νέων ἐπανδρω̃σαι διέγνωσαν μὴ στρατεύεσθαι γενναίως δὲ ἐμφέρεσθαι καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρι̃ναι τὰ πράγματα διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν |
18 ἠ̃ν γὰρ ὁ περὶ γυναικω̃ν καὶ τέκνων ἔτι δὲ ἀδελφω̃ν καὶ συγγενω̃ν ἐν ἥττονι μέρει κείμενος αὐτοι̃ς μέγιστος δὲ καὶ πρω̃τος ὁ περὶ του̃ καθηγιασμένου ναου̃ φόβος |
19 ἠ̃ν δὲ καὶ τοι̃ς ἐν τη̨̃ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία ταρασσομένοις τη̃ς ἐν ὑπαίθρω̨ προσβολη̃ς |
20 καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν καὶ ἤδη προσμειξάντων τω̃ν πολεμίων καὶ τη̃ς στρατια̃ς ἐκταγείσης καὶ τω̃ν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων τη̃ς τε ἵππου κατὰ κέρας τεταγμένης |
21 συνιδὼν ὁ Μακκαβαι̃ος τὴν τω̃ν πληθω̃ν παρουσίαν καὶ τω̃ν ὅπλων τὴν ποικίλην παρασκευὴν τήν τε τω̃ν θηρίων ἀγριότητα ἀνατείνας τὰς χει̃ρας εἰς τὸν οὐρανὸν ἐπεκαλέσατο τὸν τερατοποιὸν κύριον γινώσκων ὅτι οὐκ ἔστιν δι' ὅπλων καθὼς δὲ ἐὰν αὐτω̨̃ κριθη̨̃ τοι̃ς ἀξίοις περιποιει̃ται τὴν νίκην |
22 ἔλεγεν δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον σύ δέσποτα ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ Εζεκιου του̃ βασιλέως τη̃ς Ιουδαίας καὶ ἀνει̃λεν ἐκ τη̃ς παρεμβολη̃ς Σενναχηριμ εἰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας |
23 καὶ νυ̃ν δυνάστα τω̃ν οὐρανω̃ν ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμω̃ν εἰς δέος καὶ τρόμον |
24 μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας παραγινόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν καὶ οὑ̃τος μὲν ἐν τούτοις ἔληξεν |
25 οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προση̃γον |
26 οἱ δὲ περὶ τὸν Ιουδαν μετὰ ἐπικλήσεως καὶ εὐχω̃ν συνέμειξαν τοι̃ς πολεμίοις |
27 καὶ ται̃ς μὲν χερσὶν ἀγωνιζόμενοι ται̃ς δὲ καρδίαις πρὸς τὸν θεὸν εὐχόμενοι κατέστρωσαν οὐδὲν ἡ̃ττον μυριάδων τριω̃ν καὶ πεντακισχιλίων τη̨̃ του̃ θεου̃ μεγάλως εὐφρανθέντες ἐπιφανεία̨ |
28 γενόμενοι δὲ ἀπὸ τη̃ς χρείας καὶ μετὰ χαρα̃ς ἀναλύοντες ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τη̨̃ πανοπλία̨ |
29 γενομένης δὲ κραυγη̃ς καὶ ταραχη̃ς εὐλόγουν τὸν δυνάστην τη̨̃ πατρίω̨ φωνη̨̃ |
30 καὶ προσέταξεν ὁ καθ' ἅπαν σώματι καὶ ψυχη̨̃ πρωταγωνιστὴς ὑπὲρ τω̃ν πολιτω̃ν ὁ τὴν τη̃ς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνει̃ς διαφυλάξας τὴν του̃ Νικάνορος κεφαλὴν ἀποτεμόντας καὶ τὴν χει̃ρα σὺν τω̨̃ ὤμω̨ φέρειν εἰς Ιεροσόλυμα |
31 παραγενόμενος δὲ ἐκει̃ καὶ συγκαλέσας τοὺς ὁμοεθνει̃ς καὶ τοὺς ἱερει̃ς πρὸ του̃ θυσιαστηρίου στήσας μετεπέμψατο τοὺς ἐκ τη̃ς ἄκρας |
32 καὶ ἐπιδειξάμενος τὴν του̃ μιαρου̃ Νικάνορος κεφαλὴν καὶ τὴν χει̃ρα του̃ δυσφήμου ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον του̃ παντοκράτορος οἰ̃κον ἐμεγαλαύχησεν |
33 καὶ τὴν γλω̃σσαν του̃ δυσσεβου̃ς Νικάνορος ἐκτεμὼν ἔφη κατὰ μέρος δώσειν τοι̃ς ὀρνέοις τὰ δ' ἐπίχειρα τη̃ς ἀνοίας κατέναντι του̃ ναου̃ κρεμάσαι |
34 οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανη̃ κύριον λέγοντες εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτου̃ τόπον ἀμίαντον |
35 ἐξέδησεν δὲ τὴν του̃ Νικάνορος προτομὴν ἐκ τη̃ς ἄκρας ἐπίδηλον πα̃σιν καὶ φανερὸν τη̃ς του̃ κυρίου βοηθείας σημει̃ον |
36 ἐδογμάτισαν δὲ πάντες μετὰ κοινου̃ ψηφίσματος μηδαμω̃ς ἐα̃σαι ἀπαρασήμαντον τήνδε τὴν ἡμέραν ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην του̃ δωδεκάτου μηνὸς Αδαρ λέγεται τη̨̃ Συριακη̨̃ φωνη̨̃ πρὸ μια̃ς ἡμέρας τη̃ς Μαρδοχαϊκη̃ς ἡμέρας |
37 τω̃ν οὐ̃ν κατὰ Νικάνορα χωρησάντων οὕτως καὶ ἀπ' ἐκείνων τω̃ν καιρω̃ν κρατηθείσης τη̃ς πόλεως ὑπὸ τω̃ν Εβραίων καὶ αὐτὸς αὐτόθι τὸν λόγον καταπαύσω |
38 καὶ εἰ μὲν καλω̃ς εὐθίκτως τη̨̃ συντάξει του̃το καὶ αὐτὸς ἤθελον εἰ δὲ εὐτελω̃ς καὶ μετρίως του̃το ἐφικτὸν ἠ̃ν μοι |
39 καθάπερ γὰρ οἰ̃νον κατὰ μόνας πίνειν ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον ὃν δὲ τρόπον οἰ̃νος ὕδατι συγκερασθεὶς ἡδὺς καὶ ἐπιτερπη̃ τὴν χάριν ἀποτελει̃ οὕτως καὶ τὸ τη̃ς κατασκευη̃ς του̃ λόγου τέρπει τὰς ἀκοὰς τω̃ν ἐντυγχανόντων τη̨̃ συντάξει ἐνταυ̃θα δὲ ἔσται ἡ τελευτή |