Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Β, κεφαλίς 8

Ιουδας δὲ ὁ καὶ Μακκαβαι̃ος καὶ οἱ σὺν αὐτω̨̃ παρεισπορευόμενοι λεληθότως εἰς τὰς κώμας προσεκαλου̃ντο τοὺς συγγενει̃ς καὶ τοὺς μεμενηκότας ἐν τω̨̃ Ιουδαϊσμω̨̃ προσλαμβανόμενοι συνήγαγον εἰς ἑξακισχιλίους
καὶ ἐπεκαλου̃ντο τὸν κύριον ἐπιδει̃ν τὸν ὑπὸ πάντων καταπατούμενον λαόν οἰκτι̃ραι δὲ καὶ τὸν ναὸν τὸν ὑπὸ τω̃ν ἀσεβω̃ν ἀνθρώπων βεβηλωθέντα
ἐλεη̃σαι δὲ καὶ τὴν καταφθειρομένην πόλιν καὶ μέλλουσαν ἰσόπεδον γίνεσθαι καὶ τω̃ν καταβοώντων πρὸς αὐτὸν αἱμάτων εἰσακου̃σαι
μνησθη̃ναι δὲ καὶ τη̃ς τω̃ν ἀναμαρτήτων νηπίων παρανόμου ἀπωλείας καὶ περὶ τω̃ν γενομένων εἰς τὸ ὄνομα αὐτου̃ βλασφημιω̃ν καὶ μισοπονηρη̃σαι
γενόμενος δὲ ὁ Μακκαβαι̃ος ἐν συστέματι ἀνυπόστατος ἤδη τοι̃ς ἔθνεσιν ἐγίνετο τη̃ς ὀργη̃ς του̃ κυρίου εἰς ἔλεον τραπείσης
πόλεις δὲ καὶ κώμας ἀπροσδοκήτως ἐρχόμενος ἐνεπίμπρα καὶ τοὺς ἐπικαίρους τόπους ἀπολαμβάνων οὐκ ὀλίγους τω̃ν πολεμίων τροπούμενος
μάλιστα τὰς νύκτας πρὸς τὰς τοιαύτας ἐπιβολὰς συνεργοὺς ἐλάμβανεν καὶ λαλιὰ τη̃ς εὐανδρίας αὐτου̃ διηχει̃το πανταχη̃
συνορω̃ν δὲ ὁ Φίλιππος κατὰ μικρὸν εἰς προκοπὴν ἐρχόμενον τὸν ἄνδρα πυκνότερον δὲ ἐν ται̃ς εὐημερίαις προβαίνοντα πρὸς Πτολεμαι̃ον τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν ἔγραψεν ἐπιβοηθει̃ν τοι̃ς του̃ βασιλέως πράγμασιν
ὁ δὲ ταχέως προχειρισάμενος Νικάνορα τὸν του̃ Πατρόκλου τω̃ν πρώτων φίλων ἀπέστειλεν ὑποτάξας παμφύλων ἔθνη οὐκ ἐλάττους τω̃ν δισμυρίων τὸ σύμπαν τη̃ς Ιουδαίας ἐξα̃ραι γένος συνέστησεν δὲ αὐτω̨̃ καὶ Γοργίαν ἄνδρα στρατηγὸν καὶ ἐν πολεμικαι̃ς χρείαις πει̃ραν ἔχοντα
10 διεστήσατο δὲ ὁ Νικάνωρ τὸν φόρον τω̨̃ βασιλει̃ τοι̃ς 'Ρωμαίοις ὄντα ταλάντων δισχιλίων ἐκ τη̃ς τω̃ν Ιουδαίων αἰχμαλωσίας ἐκπληρώσειν
11 εὐθέως δὲ εἰς τὰς παραθαλασσίους πόλεις ἀπέστειλεν προκαλούμενος ἐπ' ἀγορασμὸν Ιουδαίων σωμάτων ὑπισχνούμενος ἐνενήκοντα σώματα ταλάντου παραχωρήσειν οὐ προσδεχόμενος τὴν παρὰ του̃ παντοκράτορος μέλλουσαν παρακολουθήσειν ἐπ' αὐτω̨̃ δίκην
12 τω̨̃ δὲ Ιουδα προσέπεσεν περὶ τη̃ς του̃ Νικάνορος ἐφόδου καὶ μεταδόντος τοι̃ς σὺν αὐτω̨̃ τὴν παρουσίαν του̃ στρατοπέδου
13 οἱ δειλανδρου̃ντες καὶ ἀπιστου̃ντες τὴν του̃ θεου̃ δίκην διεδίδρασκον ἑαυτοὺς καὶ ἐξετόπιζον
14 οἱ δὲ τὰ περιλελειμμένα πάντα ἐπώλουν ὁμου̃ δὲ τὸν κύριον ἠξίουν ῥύσασθαι τοὺς ὑπὸ του̃ δυσσεβου̃ς Νικάνορος πρὶν συντυχει̃ν πεπραμένους
15 καὶ εἰ μὴ δι' αὐτούς ἀλλὰ διὰ τὰς πρὸς τοὺς πατέρας αὐτω̃ν διαθήκας καὶ ἕνεκα τη̃ς ἐπ' αὐτοὺς ἐπικλήσεως του̃ σεμνου̃ καὶ μεγαλοπρεπου̃ς ὀνόματος αὐτου̃
16 συναγαγὼν δὲ ὁ Μακκαβαι̃ος τοὺς περὶ αὐτὸν ὄντας ἀριθμὸν ἑξακισχιλίους παρεκάλει μὴ καταπλαγη̃ναι τοι̃ς πολεμίοις μηδὲ εὐλαβει̃σθαι τὴν τω̃ν ἀδίκως παραγινομένων ἐπ' αὐτοὺς ἐθνω̃ν πολυπλήθειαν ἀγωνίσασθαι δὲ γενναίως
17 πρὸ ὀφθαλμω̃ν λαβόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόπον συντετελεσμένην ὑπ' αὐτω̃ν ὕβριν καὶ τὸν τη̃ς ἐμπεπαιγμένης πόλεως αἰκισμόν ἔτι δὲ τὴν τη̃ς προγονικη̃ς πολιτείας κατάλυσιν
18 οἱ μὲν γὰρ ὅπλοις πεποίθασιν ἅμα καὶ τόλμαις ἔφησεν ἡμει̃ς δὲ ἐπὶ τω̨̃ παντοκράτορι θεω̨̃ δυναμένω̨ καὶ τοὺς ἐρχομένους ἐφ' ἡμα̃ς καὶ τὸν ὅλον κόσμον ἑνὶ νεύματι καταβαλει̃ν πεποίθαμεν
19 προσαναλεξάμενος δὲ αὐτοι̃ς καὶ τὰς ἐπὶ τω̃ν προγόνων γενομένας ἀντιλήμψεις καὶ τὴν ἐπὶ Σενναχηριμ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ὡς ἀπώλοντο
20 καὶ τὴν ἐν τη̨̃ Βαβυλωνία̨ τὴν πρὸς τοὺς Γαλάτας παράταξιν γενομένην ὡς οἱ πάντες ἐπὶ τὴν χρείαν ἠ̃λθον ὀκτακισχίλιοι σὺν Μακεδόσιν τετρακισχιλίοις τω̃ν Μακεδόνων ἀπορουμένων οἱ ὀκτακισχίλιοι τὰς δώδεκα μυριάδας ἀπώλεσαν διὰ τὴν γινομένην αὐτοι̃ς ἀπ' οὐρανου̃ βοήθειαν καὶ ὠφέλειαν πολλὴν ἔλαβον
21 ἐφ' οἱ̃ς εὐθαρσει̃ς αὐτοὺς παραστήσας καὶ ἑτοίμους ὑπὲρ τω̃ν νόμων καὶ τη̃ς πατρίδος ἀποθνή̨σκειν τετραμερές τι τὸ στράτευμα ἐποίησεν
22 τάξας καὶ τοὺς ἀδελφοὺς αὐτου̃ προηγουμένους ἑκατέρας τάξεως Σιμωνα καὶ Ιωσηπον καὶ Ιωναθην ὑποτάξας ἑκάστω̨ χιλίους πρὸς τοι̃ς πεντακοσίοις
23 ἔτι δὲ καὶ Ελεαζαρον παραναγνοὺς τὴν ἱερὰν βίβλον καὶ δοὺς σύνθημα θεου̃ βοηθείας τη̃ς πρώτης σπείρας αὐτὸς προηγούμενος συνέβαλε τω̨̃ Νικάνορι
24 γενομένου δὲ αὐτοι̃ς του̃ παντοκράτορος συμμάχου κατέσφαξαν τω̃ν πολεμίων ὑπὲρ τοὺς ἐνακισχιλίους τραυματίας δὲ καὶ τοι̃ς μέλεσιν ἀναπείρους τὸ πλει̃ον μέρος τη̃ς του̃ Νικάνορος στρατια̃ς ἐποίησαν πάντας δὲ φυγει̃ν ἠνάγκασαν
25 τὰ δὲ χρήματα τω̃ν παραγεγονότων ἐπὶ τὸν ἀγορασμὸν αὐτω̃ν ἔλαβον συνδιώξαντες δὲ αὐτοὺς ἐφ' ἱκανὸν ἀνέλυσαν ὑπὸ τη̃ς ὥρας συγκλειόμενοι
26 ἠ̃ν γὰρ ἡ πρὸ του̃ σαββάτου δι' ἣν αἰτίαν οὐκ ἐμακροτόνησαν κατατρέχοντες αὐτούς
27 ὁπλολογήσαντες δὲ αὐτοὺς καὶ τὰ σκυ̃λα ἐκδύσαντες τω̃ν πολεμίων περὶ τὸ σάββατον ἐγίνοντο περισσω̃ς εὐλογου̃ντες καὶ ἐξομολογούμενοι τω̨̃ κυρίω̨ τω̨̃ διασώσαντι εἰς τὴν ἡμέραν ταύτην ἀρχὴν ἐλέους τάξαντος αὐτοι̃ς
28 μετὰ δὲ τὸ σάββατον τοι̃ς ἠ̨κισμένοις καὶ ται̃ς χήραις καὶ ὀρφανοι̃ς μερίσαντες ἀπὸ τω̃ν σκύλων τὰ λοιπὰ αὐτοὶ καὶ τὰ παιδία διεμερίσαντο
29 ταυ̃τα δὲ διαπραξάμενοι καὶ κοινὴν ἱκετείαν ποιησάμενοι τὸν ἐλεήμονα κύριον ἠξίουν εἰς τέλος καταλλαγη̃ναι τοι̃ς αὑτου̃ δούλοις
30 καὶ τοι̃ς περὶ Τιμόθεον καὶ Βακχίδην συνερίσαντες ὑπὲρ τοὺς δισμυρίους αὐτω̃ν ἀνει̃λον καὶ ὀχυρωμάτων ὑψηλω̃ν εὐ̃ μάλα ἐγκρατει̃ς ἐγένοντο καὶ λάφυρα πλείονα ἐμερίσαντο ἰσομοίρους αὑτοι̃ς καὶ τοι̃ς ἠ̨κισμένοις καὶ ὀρφανοι̃ς καὶ χήραις ἔτι δὲ καὶ πρεσβυτέροις ποιήσαντες
31 ὁπλολογήσαντες δὲ αὑτοὺς ἐπιμελω̃ς πάντα συνέθηκαν εἰς τοὺς ἐπικαίρους τόπους τὰ δὲ λοιπὰ τω̃ν σκύλων ἤνεγκαν εἰς Ιεροσόλυμα
32 τὸν δὲ φυλάρχην τω̃ν περὶ Τιμόθεον ἀνει̃λον ἀνοσιώτατον ἄνδρα καὶ πολλὰ τοὺς Ιουδαίους ἐπιλελυπηκότα
33 ἐπινίκια δὲ ἄγοντες ἐν τη̨̃ πατρίδι τοὺς ἐμπρήσαντας τοὺς ἱεροὺς πυλω̃νας καὶ Καλλισθένην ὑφη̃ψαν εἰς ἓν οἰκίδιον πεφευγότα καὶ τὸν ἄξιον τη̃ς δυσσεβείας ἐκομίσατο μισθόν
34 ὁ δὲ τρισαλιτήριος Νικάνωρ ὁ τοὺς χιλίους ἐμπόρους ἐπὶ τὴν πρα̃σιν τω̃ν Ιουδαίων ἀγαγὼν
35 ταπεινωθεὶς ὑπὸ τω̃ν κατ' αὐτὸν νομιζομένων ἐλαχίστων εἰ̃ναι τη̨̃ του̃ κυρίου βοηθεία̨ τὴν δοξικὴν ἀποθέμενος ἐσθη̃τα διὰ τη̃ς μεσογείου δραπέτου τρόπον ἔρημον ἑαυτὸν ποιήσας ἡ̃κεν εἰς 'Αντιόχειαν ὑπὲρ ἅπαν εὐημερηκὼς ἐπὶ τη̨̃ του̃ στρατου̃ διαφθορα̨̃
36 καὶ ὁ τοι̃ς 'Ρωμαίοις ἀναδεξάμενος φόρον ἀπὸ τη̃ς τω̃ν ἐν Ιεροσολύμοις αἰχμαλωσίας κατορθώσασθαι κατήγγελλεν ὑπέρμαχον ἔχειν τοὺς Ιουδαίους καὶ διὰ τὸν τρόπον του̃τον ἀτρώτους εἰ̃ναι τοὺς Ιουδαίους διὰ τὸ ἀκολουθει̃ν τοι̃ς ὑπ' αὐτου̃ προτεταγμένοις νόμοις
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.