1 διαμαρτύρομαι ἐνώπιον του̃ θεου̃ καὶ Χριστου̃ ’Ιησου̃ του̃ μέλλοντος κρίνειν ζω̃ντας καὶ νεκρούς καὶ τὴν ἐπιφάνειαν αὐτου̃ καὶ τὴν βασιλείαν αὐτου̃ |
2 κήρυξον τòν λόγον ἐπίστηθι εὐκαίρως ἀκαίρως ἔλεγξον ἐπιτίμησον παρακάλεσον ἐν πάση̨ μακροθυμία̨ καὶ διδαχη̨̃ |
3 ἔσται γὰρ καιρòς ὅτε τη̃ς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοι̃ς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν |
4 καὶ ἀπò μὲν τη̃ς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται |
5 σὺ δὲ νη̃φε ἐν πα̃σιν κακοπάθησον ἔργον ποίησον εὐαγγελιστου̃ τὴν διακονίαν σου πληροφόρησον |
6 ἐγὼ γὰρ ἤδη σπένδομαι καὶ ὁ καιρòς τη̃ς ἀναλύσεώς μου ἐφέστηκεν |
7 τòν καλòν ἀγω̃να ἠγώνισμαι τòν δρόμον τετέλεκα τὴν πίστιν τετήρηκα |
8 λοιπòν ἀπόκειταί μοι ὁ τη̃ς δικαιοσύνης στέφανος ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ὁ δίκαιος κριτής οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πα̃σι τοι̃ς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτου̃ |
9 σπούδασον ἐλθει̃ν πρός με ταχέως |
10 Δημα̃ς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τòν νυ̃ν αἰω̃να καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην Κρήσκης εἰς Γαλατίαν Τίτος εἰς Δαλματίαν |
11 Λουκα̃ς ἐστιν μόνος μετ' ἐμου̃ Μα̃ρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτου̃ ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν |
12 Τυχικòν δὲ ἀπέστειλα εἰς ’Έφεσον |
13 τòν φαιλόνην ὃν ἀπέλιπον ἐν Τρω̨άδι παρὰ Κάρπω̨ ἐρχόμενος φέρε καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας |
14 ’Αλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο ἀποδώσει αὐτω̨̃ ὁ κύριος κατὰ τὰ ἔργα αὐτου̃ |
15 ὃν καὶ σὺ φυλάσσου λίαν γὰρ ἀντέστη τοι̃ς ἡμετέροις λόγοις |
16 ἐν τη̨̃ πρώτη̨ μου ἀπολογία̨ οὐδείς μοι παρεγένετο ἀλλὰ πάντες με ἐγκατέλιπον μὴ αὐτοι̃ς λογισθείη |
17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με ἵνα δι' ἐμου̃ τò κήρυγμα πληροφορηθη̨̃ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη καὶ ἐρρύσθην ἐκ στόματος λέοντος |
18 ῥύσεταί με ὁ κύριος ἀπò παντòς ἔργου πονηρου̃ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτου̃ τὴν ἐπουράνιον ὡ̨̃ ἡ δόξα εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν |
19 ἄσπασαι Πρίσκαν καὶ ’Ακύλαν καὶ τòν ’Ονησιφόρου οἰ̃κον |
20 ’Έραστος ἔμεινεν ἐν Κορίνθω̨ Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτω̨ ἀσθενου̃ντα |
21 σπούδασον πρò χειμω̃νος ἐλθει̃ν ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες |
22 ὁ κύριος μετὰ του̃ πνεύματός σου ἡ χάρις μεθ' ὑμω̃ν |