Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 11

καὶ ὁ βασιλεὺς Σαλωμων ἠ̃ν φιλογύναιος καὶ ἠ̃σαν αὐτω̨̃ ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι καὶ ἔλαβεν γυναι̃κας ἀλλοτρίας καὶ τὴν θυγατέρα Φαραω Μωαβίτιδας Αμμανίτιδας Σύρας καὶ Ιδουμαίας Χετταίας καὶ Αμορραίας
ἐκ τω̃ν ἐθνω̃ν ὡ̃ν ἀπει̃πεν κύριος τοι̃ς υἱοι̃ς Ισραηλ οὐκ εἰσελεύσεσθε εἰς αὐτούς καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμα̃ς μὴ ἐκκλίνωσιν τὰς καρδίας ὑμω̃ν ὀπίσω εἰδώλων αὐτω̃ν εἰς αὐτοὺς ἐκολλήθη Σαλωμων του̃ ἀγαπη̃σαι
...
καὶ ἐγενήθη ἐν καιρω̨̃ γήρους Σαλωμων καὶ οὐκ ἠ̃ν ἡ καρδία αὐτου̃ τελεία μετὰ κυρίου θεου̃ αὐτου̃ καθὼς ἡ καρδία Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ ἐξέκλιναν αἱ γυναι̃κες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτου̃ ὀπίσω θεω̃ν αὐτω̃ν
τότε ὠ̨κοδόμησεν Σαλωμων ὑψηλὸν τω̨̃ Χαμως εἰδώλω̨ Μωαβ καὶ τω̨̃ βασιλει̃ αὐτω̃ν εἰδώλω̨ υἱω̃ν Αμμων
καὶ τη̨̃ 'Αστάρτη̨ βδελύγματι Σιδωνίων
καὶ οὕτως ἐποίησεν πάσαις ται̃ς γυναιξὶν αὐτου̃ ται̃ς ἀλλοτρίαις ἐθυμίων καὶ ἔθυον τοι̃ς εἰδώλοις αὐτω̃ν
καὶ ἐποίησεν Σαλωμων τὸ πονηρὸν ἐνώπιον κυρίου οὐκ ἐπορεύθη ὀπίσω κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτου̃
καὶ ὠργίσθη κύριος ἐπὶ Σαλωμων ὅτι ἐξέκλινεν καρδίαν αὐτου̃ ἀπὸ κυρίου θεου̃ Ισραηλ του̃ ὀφθέντος αὐτω̨̃ δὶς
10 καὶ ἐντειλαμένου αὐτω̨̃ ὑπὲρ του̃ λόγου τούτου τὸ παράπαν μὴ πορευθη̃ναι ὀπίσω θεω̃ν ἑτέρων καὶ φυλάξασθαι ποιη̃σαι ἃ ἐνετείλατο αὐτω̨̃ κύριος ὁ θεός
11 καὶ εἰ̃πεν κύριος πρὸς Σαλωμων ἀνθ' ὡ̃ν ἐγένετο ταυ̃τα μετὰ σου̃ καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τω̨̃ δούλω̨ σου
12 πλὴν ἐν ται̃ς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυιδ τὸν πατέρα σου ἐκ χειρὸς υἱου̃ σου λήμψομαι αὐτήν
13 πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω σκη̃πτρον ἓν δώσω τω̨̃ υἱω̨̃ σου διὰ Δαυιδ τὸν δου̃λόν μου καὶ διὰ Ιερουσαλημ τὴν πόλιν ἣν ἐξελεξάμην
14 καὶ ἤγειρεν κύριος σαταν τω̨̃ Σαλωμων τὸν Αδερ τὸν Ιδουμαι̃ον καὶ τὸν Εσρωμ υἱὸν Ελιαδαε τὸν ἐν Ραεμμαθ Αδραζαρ βασιλέα Σουβα κύριον αὐτου̃ καὶ συνηθροίσθησαν ἐπ' αὐτὸν ἄνδρες καὶ ἠ̃ν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμασεκ καὶ ἠ̃σαν σαταν τω̨̃ Ισραηλ πάσας τὰς ἡμέρας Σαλωμων καὶ Αδερ ὁ Ιδουμαι̃ος ἐκ του̃ σπέρματος τη̃ς βασιλείας ἐν Ιδουμαία̨
15 καὶ ἐγένετο ἐν τω̨̃ ἐξολεθρευ̃σαι Δαυιδ τὸν Εδωμ ἐν τω̨̃ πορευθη̃ναι Ιωαβ ἄρχοντα τη̃ς στρατια̃ς θάπτειν τοὺς τραυματίας ἔκοψαν πα̃ν ἀρσενικὸν ἐν τη̨̃ Ιδουμαία̨
16 ὅτι ἓξ μη̃νας ἐνεκάθητο ἐκει̃ Ιωαβ καὶ πα̃ς Ισραηλ ἐν τη̨̃ Ιδουμαία̨ ἕως ὅτου ἐξωλέθρευσεν πα̃ν ἀρσενικὸν ἐκ τη̃ς Ιδουμαίας
17 καὶ ἀπέδρα Αδερ αὐτὸς καὶ πάντες ἄνδρες Ιδουμαι̃οι τω̃ν παίδων του̃ πατρὸς αὐτου̃ μετ' αὐτου̃ καὶ εἰση̃λθον εἰς Αἴγυπτον καὶ Αδερ παιδάριον μικρόν
18 καὶ ἀνίστανται ἄνδρες ἐκ τη̃ς πόλεως Μαδιαμ καὶ ἔρχονται εἰς Φαραν καὶ λαμβάνουσιν ἄνδρας μετ' αὐτω̃ν καὶ ἔρχονται πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ εἰση̃λθεν Αδερ πρὸς Φαραω καὶ ἔδωκεν αὐτω̨̃ οἰ̃κον καὶ ἄρτους διέταξεν αὐτω̨̃
19 καὶ εὑ̃ρεν Αδερ χάριν ἐναντίον Φαραω σφόδρα καὶ ἔδωκεν αὐτω̨̃ γυναι̃κα ἀδελφὴν τη̃ς γυναικὸς αὐτου̃ ἀδελφὴν Θεκεμινας τὴν μείζω
20 καὶ ἔτεκεν αὐτω̨̃ ἡ ἀδελφὴ Θεκεμινας τω̨̃ Αδερ τὸν Γανηβαθ υἱὸν αὐτη̃ς καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμινα ἐν μέσω̨ υἱω̃ν Φαραω καὶ ἠ̃ν Γανηβαθ ἐν μέσω̨ υἱω̃ν Φαραω
21 καὶ Αδερ ἤκουσεν ἐν Αἰγύπτω̨ ὅτι κεκοίμηται Δαυιδ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ὅτι τέθνηκεν Ιωαβ ὁ ἄρχων τη̃ς στρατια̃ς καὶ εἰ̃πεν Αδερ πρὸς Φαραω ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γη̃ν μου
22 καὶ εἰ̃πεν Φαραω τω̨̃ Αδερ τίνι σὺ ἐλαττονη̨̃ μετ' ἐμου̃ καὶ ἰδοὺ σὺ ζητει̃ς ἀπελθει̃ν εἰς τὴν γη̃ν σου καὶ εἰ̃πεν αὐτω̨̃ Αδερ ὅτι ἐξαποστέλλων ἐξαποστελει̃ς με καὶ ἀνέστρεψεν Αδερ εἰς τὴν γη̃ν αὐτου̃
23 ...
24 ...
25 αὕτη ἡ κακία ἣν ἐποίησεν Αδερ καὶ ἐβαρυθύμησεν ἐν Ισραηλ καὶ ἐβασίλευσεν ἐν γη̨̃ Εδωμ
26 καὶ Ιεροβοαμ υἱὸς Ναβατ ὁ Εφραθι ἐκ τη̃ς Σαριρα υἱὸς γυναικὸς χήρας δου̃λος Σαλωμων
27 καὶ του̃το τὸ πρα̃γμα ὡς ἐπήρατο χει̃ρας ἐπὶ βασιλέα Σαλωμων ὠ̨κοδόμησεν τὴν ἄκραν συνέκλεισεν τὸν φραγμὸν τη̃ς πόλεως Δαυιδ του̃ πατρὸς αὐτου̃
28 καὶ ὁ ἄνθρωπος Ιεροβοαμ ἰσχυρὸς δυνάμει καὶ εἰ̃δεν Σαλωμων τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστίν καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ιωσηφ
29 καὶ ἐγενήθη ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ Ιεροβοαμ ἐξη̃λθεν ἐξ Ιερουσαλημ καὶ εὑ̃ρεν αὐτὸν Αχιας ὁ Σηλωνίτης ὁ προφήτης ἐν τη̨̃ ὁδω̨̃ καὶ ἀπέστησεν αὐτὸν ἐκ τη̃ς ὁδου̃ καὶ ὁ Αχιας περιβεβλημένος ἱματίω̨ καινω̨̃ καὶ ἀμφότεροι ἐν τω̨̃ πεδίω̨
30 καὶ ἐπελάβετο Αχια του̃ ἱματίου αὐτου̃ του̃ καινου̃ του̃ ἐπ' αὐτω̨̃ καὶ διέρρηξεν αὐτὸ δώδεκα ῥήγματα
31 καὶ εἰ̃πεν τω̨̃ Ιεροβοαμ λαβὲ σεαυτω̨̃ δέκα ῥήγματα ὅτι τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμων καὶ δώσω σοι δέκα σκη̃πτρα
32 καὶ δύο σκη̃πτρα ἔσονται αὐτω̨̃ διὰ τὸν δου̃λόν μου Δαυιδ καὶ διὰ Ιερουσαλημ τὴν πόλιν ἣν ἐξελεξάμην ἐν αὐτη̨̃ ἐκ πασω̃ν φυλω̃ν Ισραηλ
33 ἀνθ' ὡ̃ν κατέλιπέν με καὶ ἐποίησεν τη̨̃ 'Αστάρτη̨ βδελύγματι Σιδωνίων καὶ τω̨̃ Χαμως καὶ τοι̃ς εἰδώλοις Μωαβ καὶ τω̨̃ βασιλει̃ αὐτω̃ν προσοχθίσματι υἱω̃ν Αμμων καὶ οὐκ ἐπορεύθη ἐν ται̃ς ὁδοι̃ς μου του̃ ποιη̃σαι τὸ εὐθὲς ἐνώπιον ἐμου̃ ὡς Δαυιδ ὁ πατὴρ αὐτου̃
34 καὶ οὐ μὴ λάβω ὅλην τὴν βασιλείαν ἐκ χειρὸς αὐτου̃ διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτω̨̃ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃ διὰ Δαυιδ τὸν δου̃λόν μου ὃν ἐξελεξάμην αὐτόν
35 καὶ λήμψομαι τὴν βασιλείαν ἐκ χειρὸς του̃ υἱου̃ αὐτου̃ καὶ δώσω σοι τὰ δέκα σκη̃πτρα
36 τω̨̃ δὲ υἱω̨̃ αὐτου̃ δώσω τὰ δύο σκη̃πτρα ὅπως ἠ̨̃ θέσις τω̨̃ δούλω̨ μου Δαυιδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμου̃ ἐν Ιερουσαλημ τη̨̃ πόλει ἣν ἐξελεξάμην ἐμαυτω̨̃ του̃ θέσθαι ὄνομά μου ἐκει̃
37 καὶ σὲ λήμψομαι καὶ βασιλεύσεις ἐν οἱ̃ς ἐπιθυμει̃ ἡ ψυχή σου καὶ σὺ ἔση̨ βασιλεὺς ἐπὶ τὸν Ισραηλ
38 καὶ ἔσται ἐὰν φυλάξη̨ς πάντα ὅσα ἂν ἐντείλωμαί σοι καὶ πορευθη̨̃ς ἐν ται̃ς ὁδοι̃ς μου καὶ ποιήση̨ς τὸ εὐθὲς ἐνώπιον ἐμου̃ του̃ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου καθὼς ἐποίησεν Δαυιδ ὁ δου̃λός μου καὶ ἔσομαι μετὰ σου̃ καὶ οἰκοδομήσω σοι οἰ̃κον πιστόν καθὼς ὠ̨κοδόμησα τω̨̃ Δαυιδ
39 ...
40 καὶ ἐζήτησεν Σαλωμων θανατω̃σαι τὸν Ιεροβοαμ καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακιμ βασιλέα Αἰγύπτου καὶ ἠ̃ν ἐν Αἰγύπτω̨ ἕως οὑ̃ ἀπέθανεν Σαλωμων
41 καὶ τὰ λοιπὰ τω̃ν ῥημάτων Σαλωμων καὶ πάντα ὅσα ἐποίησεν καὶ πα̃σαν τὴν φρόνησιν αὐτου̃ οὐκ ἰδοὺ ταυ̃τα γέγραπται ἐν βιβλίω̨ ῥημάτων Σαλωμων
42 καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Σαλωμων ἐν Ιερουσαλημ τεσσαράκοντα ἔτη
43 καὶ ἐκοιμήθη Σαλωμων μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ ἐγενήθη ὡς ἤκουσεν Ιεροβοαμ υἱὸς Ναβατ καὶ αὐτου̃ ἔτι ὄντος ἐν Αἰγύπτω̨ ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμων καὶ ἐκάθητο ἐν Αἰγύπτω̨ κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτου̃ εἰς τὴν γη̃ν Σαριρα τὴν ἐν ὄρει Εφραιμ καὶ ὁ βασιλεὺς Σαλωμων ἐκοιμήθη μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.