1 καὶ εἰ̃πεν Ηλιου ὁ προφήτης ὁ Θεσβίτης ἐκ Θεσβων τη̃ς Γαλααδ πρὸς Αχααβ ζη̨̃ κύριος ὁ θεὸς τω̃ν δυνάμεων ὁ θεὸς Ισραηλ ὡ̨̃ παρέστην ἐνώπιον αὐτου̃ εἰ ἔσται τὰ ἔτη ταυ̃τα δρόσος καὶ ὑετὸς ὅτι εἰ μὴ διὰ στόματος λόγου μου |
2 καὶ ἐγένετο ῥη̃μα κυρίου πρὸς Ηλιου |
3 πορεύου ἐντευ̃θεν κατὰ ἀνατολὰς καὶ κρύβηθι ἐν τω̨̃ χειμάρρω̨ Χορραθ του̃ ἐπὶ προσώπου του̃ Ιορδάνου |
4 καὶ ἔσται ἐκ του̃ χειμάρρου πίεσαι ὕδωρ καὶ τοι̃ς κόραξιν ἐντελου̃μαι διατρέφειν σε ἐκει̃ |
5 καὶ ἐποίησεν Ηλιου κατὰ τὸ ῥη̃μα κυρίου καὶ ἐκάθισεν ἐν τω̨̃ χειμάρρω̨ Χορραθ ἐπὶ προσώπου του̃ Ιορδάνου |
6 καὶ οἱ κόρακες ἔφερον αὐτω̨̃ ἄρτους τὸ πρωὶ καὶ κρέα τὸ δείλης καὶ ἐκ του̃ χειμάρρου ἔπινεν ὕδωρ |
7 καὶ ἐγένετο μετὰ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τη̃ς γη̃ς |
8 καὶ ἐγένετο ῥη̃μα κυρίου πρὸς Ηλιου |
9 ἀνάστηθι καὶ πορεύου εἰς Σαρεπτα τη̃ς Σιδωνίας ἰδοὺ ἐντέταλμαι ἐκει̃ γυναικὶ χήρα̨ του̃ διατρέφειν σε |
10 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτα εἰς τὸν πυλω̃να τη̃ς πόλεως καὶ ἰδοὺ ἐκει̃ γυνὴ χήρα συνέλεγεν ξύλα καὶ ἐβόησεν ὀπίσω αὐτη̃ς Ηλιου καὶ εἰ̃πεν αὐτη̨̃ λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι |
11 καὶ ἐπορεύθη λαβει̃ν καὶ ἐβόησεν ὀπίσω αὐτη̃ς Ηλιου καὶ εἰ̃πεν λήμψη̨ δή μοι ψωμὸν ἄρτου ἐν τη̨̃ χειρί σου |
12 καὶ εἰ̃πεν ἡ γυνή ζη̨̃ κύριος ὁ θεός σου εἰ ἔστιν μοι ἐγκρυφίας ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τη̨̃ ὑδρία̨ καὶ ὀλίγον ἔλαιον ἐν τω̨̃ καψάκη̨ καὶ ἰδοὺ ἐγὼ συλλέγω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτη̨̃ καὶ τοι̃ς τέκνοις μου καὶ φαγόμεθα καὶ ἀποθανούμεθα |
13 καὶ εἰ̃πεν πρὸς αὐτὴν Ηλιου θάρσει εἴσελθε καὶ ποίησον κατὰ τὸ ῥη̃μά σου ἀλλὰ ποίησον ἐμοὶ ἐκει̃θεν ἐγκρυφίαν μικρὸν ἐν πρώτοις καὶ ἐξοίσεις μοι σαυτη̨̃ δὲ καὶ τοι̃ς τέκνοις σου ποιήσεις ἐπ' ἐσχάτου |
14 ὅτι τάδε λέγει κύριος ἡ ὑδρία του̃ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης του̃ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας του̃ δου̃ναι κύριον τὸν ὑετὸν ἐπὶ τη̃ς γη̃ς |
15 καὶ ἐπορεύθη ἡ γυνὴ καὶ ἐποίησεν καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτη̃ς |
16 καὶ ἡ ὑδρία του̃ ἀλεύρου οὐκ ἐξέλιπεν καὶ ὁ καψάκης του̃ ἐλαίου οὐκ ἐλαττονώθη κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ Ηλιου |
17 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἠρρώστησεν ὁ υἱὸς τη̃ς γυναικὸς τη̃ς κυρίας του̃ οἴκου καὶ ἠ̃ν ἡ ἀρρωστία αὐτου̃ κραταιὰ σφόδρα ἕως οὑ̃ οὐχ ὑπελείφθη ἐν αὐτω̨̃ πνευ̃μα |
18 καὶ εἰ̃πεν πρὸς Ηλιου τί ἐμοὶ καὶ σοί ἄνθρωπε του̃ θεου̃ εἰση̃λθες πρός με του̃ ἀναμνη̃σαι τὰς ἀδικίας μου καὶ θανατω̃σαι τὸν υἱόν μου |
19 καὶ εἰ̃πεν Ηλιου πρὸς τὴν γυναι̃κα δός μοι τὸν υἱόν σου καὶ ἔλαβεν αὐτὸν ἐκ του̃ κόλπου αὐτη̃ς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερω̨̃ον ἐν ὡ̨̃ αὐτὸς ἐκάθητο ἐκει̃ καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τη̃ς κλίνης αὐτου̃ |
20 καὶ ἀνεβόησεν Ηλιου καὶ εἰ̃πεν οἴμμοι κύριε ὁ μάρτυς τη̃ς χήρας μεθ' ἡ̃ς ἐγὼ κατοικω̃ μετ' αὐτη̃ς σὺ κεκάκωκας του̃ θανατω̃σαι τὸν υἱὸν αὐτη̃ς |
21 καὶ ἐνεφύσησεν τω̨̃ παιδαρίω̨ τρὶς καὶ ἐπεκαλέσατο τὸν κύριον καὶ εἰ̃πεν κύριε ὁ θεός μου ἐπιστραφήτω δὴ ἡ ψυχὴ του̃ παιδαρίου τούτου εἰς αὐτόν |
22 καὶ ἐγένετο οὕτως καὶ ἀνεβόησεν τὸ παιδάριον |
23 καὶ κατήγαγεν αὐτὸν ἀπὸ του̃ ὑπερώ̨ου εἰς τὸν οἰ̃κον καὶ ἔδωκεν αὐτὸν τη̨̃ μητρὶ αὐτου̃ καὶ εἰ̃πεν Ηλιου βλέπε ζη̨̃ ὁ υἱός σου |
24 καὶ εἰ̃πεν ἡ γυνὴ πρὸς Ηλιου ἰδοὺ ἔγνωκα ὅτι ἄνθρωπος θεου̃ εἰ̃ σὺ καὶ ῥη̃μα κυρίου ἐν στόματί σου ἀληθινόν |