Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 17

1 καὶ εἰ̃πεν Ηλιου ὁ προφήτης ὁ Θεσβίτης ἐκ Θεσβων τη̃ς Γαλααδ πρὸς Αχααβ ζη̨̃ κύριος ὁ θεὸς τω̃ν δυνάμεων ὁ θεὸς Ισραηλ ὡ̨̃ παρέστην ἐνώπιον αὐτου̃ εἰ ἔσται τὰ ἔτη ταυ̃τα δρόσος καὶ ὑετὸς ὅτι εἰ μὴ διὰ στόματος λόγου μου
2 καὶ ἐγένετο ῥη̃μα κυρίου πρὸς Ηλιου
3 πορεύου ἐντευ̃θεν κατὰ ἀνατολὰς καὶ κρύβηθι ἐν τω̨̃ χειμάρρω̨ Χορραθ του̃ ἐπὶ προσώπου του̃ Ιορδάνου
4 καὶ ἔσται ἐκ του̃ χειμάρρου πίεσαι ὕδωρ καὶ τοι̃ς κόραξιν ἐντελου̃μαι διατρέφειν σε ἐκει̃
5 καὶ ἐποίησεν Ηλιου κατὰ τὸ ῥη̃μα κυρίου καὶ ἐκάθισεν ἐν τω̨̃ χειμάρρω̨ Χορραθ ἐπὶ προσώπου του̃ Ιορδάνου
6 καὶ οἱ κόρακες ἔφερον αὐτω̨̃ ἄρτους τὸ πρωὶ καὶ κρέα τὸ δείλης καὶ ἐκ του̃ χειμάρρου ἔπινεν ὕδωρ
7 καὶ ἐγένετο μετὰ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τη̃ς γη̃ς
8 καὶ ἐγένετο ῥη̃μα κυρίου πρὸς Ηλιου
9 ἀνάστηθι καὶ πορεύου εἰς Σαρεπτα τη̃ς Σιδωνίας ἰδοὺ ἐντέταλμαι ἐκει̃ γυναικὶ χήρα̨ του̃ διατρέφειν σε
10 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτα εἰς τὸν πυλω̃να τη̃ς πόλεως καὶ ἰδοὺ ἐκει̃ γυνὴ χήρα συνέλεγεν ξύλα καὶ ἐβόησεν ὀπίσω αὐτη̃ς Ηλιου καὶ εἰ̃πεν αὐτη̨̃ λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι
11 καὶ ἐπορεύθη λαβει̃ν καὶ ἐβόησεν ὀπίσω αὐτη̃ς Ηλιου καὶ εἰ̃πεν λήμψη̨ δή μοι ψωμὸν ἄρτου ἐν τη̨̃ χειρί σου
12 καὶ εἰ̃πεν ἡ γυνή ζη̨̃ κύριος ὁ θεός σου εἰ ἔστιν μοι ἐγκρυφίας ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τη̨̃ ὑδρία̨ καὶ ὀλίγον ἔλαιον ἐν τω̨̃ καψάκη̨ καὶ ἰδοὺ ἐγὼ συλλέγω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτη̨̃ καὶ τοι̃ς τέκνοις μου καὶ φαγόμεθα καὶ ἀποθανούμεθα
13 καὶ εἰ̃πεν πρὸς αὐτὴν Ηλιου θάρσει εἴσελθε καὶ ποίησον κατὰ τὸ ῥη̃μά σου ἀλλὰ ποίησον ἐμοὶ ἐκει̃θεν ἐγκρυφίαν μικρὸν ἐν πρώτοις καὶ ἐξοίσεις μοι σαυτη̨̃ δὲ καὶ τοι̃ς τέκνοις σου ποιήσεις ἐπ' ἐσχάτου
14 ὅτι τάδε λέγει κύριος ἡ ὑδρία του̃ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης του̃ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας του̃ δου̃ναι κύριον τὸν ὑετὸν ἐπὶ τη̃ς γη̃ς
15 καὶ ἐπορεύθη ἡ γυνὴ καὶ ἐποίησεν καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτη̃ς
16 καὶ ἡ ὑδρία του̃ ἀλεύρου οὐκ ἐξέλιπεν καὶ ὁ καψάκης του̃ ἐλαίου οὐκ ἐλαττονώθη κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ Ηλιου
17 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἠρρώστησεν ὁ υἱὸς τη̃ς γυναικὸς τη̃ς κυρίας του̃ οἴκου καὶ ἠ̃ν ἡ ἀρρωστία αὐτου̃ κραταιὰ σφόδρα ἕως οὑ̃ οὐχ ὑπελείφθη ἐν αὐτω̨̃ πνευ̃μα
18 καὶ εἰ̃πεν πρὸς Ηλιου τί ἐμοὶ καὶ σοί ἄνθρωπε του̃ θεου̃ εἰση̃λθες πρός με του̃ ἀναμνη̃σαι τὰς ἀδικίας μου καὶ θανατω̃σαι τὸν υἱόν μου
19 καὶ εἰ̃πεν Ηλιου πρὸς τὴν γυναι̃κα δός μοι τὸν υἱόν σου καὶ ἔλαβεν αὐτὸν ἐκ του̃ κόλπου αὐτη̃ς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερω̨̃ον ἐν ὡ̨̃ αὐτὸς ἐκάθητο ἐκει̃ καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τη̃ς κλίνης αὐτου̃
20 καὶ ἀνεβόησεν Ηλιου καὶ εἰ̃πεν οἴμμοι κύριε ὁ μάρτυς τη̃ς χήρας μεθ' ἡ̃ς ἐγὼ κατοικω̃ μετ' αὐτη̃ς σὺ κεκάκωκας του̃ θανατω̃σαι τὸν υἱὸν αὐτη̃ς
21 καὶ ἐνεφύσησεν τω̨̃ παιδαρίω̨ τρὶς καὶ ἐπεκαλέσατο τὸν κύριον καὶ εἰ̃πεν κύριε ὁ θεός μου ἐπιστραφήτω δὴ ἡ ψυχὴ του̃ παιδαρίου τούτου εἰς αὐτόν
22 καὶ ἐγένετο οὕτως καὶ ἀνεβόησεν τὸ παιδάριον
23 καὶ κατήγαγεν αὐτὸν ἀπὸ του̃ ὑπερώ̨ου εἰς τὸν οἰ̃κον καὶ ἔδωκεν αὐτὸν τη̨̃ μητρὶ αὐτου̃ καὶ εἰ̃πεν Ηλιου βλέπε ζη̨̃ ὁ υἱός σου
24 καὶ εἰ̃πεν ἡ γυνὴ πρὸς Ηλιου ἰδοὺ ἔγνωκα ὅτι ἄνθρωπος θεου̃ εἰ̃ σὺ καὶ ῥη̃μα κυρίου ἐν στόματί σου ἀληθινόν

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 18

1 καὶ ἐγένετο μεθ' ἡμέρας πολλὰς καὶ ῥη̃μα κυρίου ἐγένετο πρὸς Ηλιου ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ τρίτω̨ λέγων πορεύθητι καὶ ὄφθητι τω̨̃ Αχααβ καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τη̃ς γη̃ς
2 καὶ ἐπορεύθη Ηλιου του̃ ὀφθη̃ναι τω̨̃ Αχααβ καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρεία̨
3 καὶ ἐκάλεσεν Αχααβ τὸν Αβδιου τὸν οἰκονόμον καὶ Αβδιου ἠ̃ν φοβούμενος τὸν κύριον σφόδρα
4 καὶ ἐγένετο ἐν τω̨̃ τύπτειν τὴν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔλαβεν Αβδιου ἑκατὸν ἄνδρας προφήτας καὶ ἔκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίω̨ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτω̨ καὶ ὕδατι
5 καὶ εἰ̃πεν Αχααβ πρὸς Αβδιου δευ̃ρο καὶ διέλθωμεν ἐπὶ τὴν γη̃ν ἐπὶ πηγὰς τω̃ν ὑδάτων καὶ ἐπὶ χειμάρρους ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τω̃ν κτηνω̃ν
6 καὶ ἐμέρισαν ἑαυτοι̃ς τὴν ὁδὸν του̃ διελθει̃ν αὐτήν Αχααβ ἐπορεύθη ἐν ὁδω̨̃ μια̨̃ μόνος καὶ Αβδιου ἐπορεύθη ἐν ὁδω̨̃ ἄλλη̨ μόνος
7 καὶ ἠ̃ν Αβδιου ἐν τη̨̃ ὁδω̨̃ μόνος καὶ ἠ̃λθεν Ηλιου εἰς συνάντησιν αὐτου̃ μόνος καὶ Αβδιου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτου̃ καὶ εἰ̃πεν εἰ σὺ εἰ̃ αὐτός κύριέ μου Ηλιου
8 καὶ εἰ̃πεν Ηλιου αὐτω̨̃ ἐγώ πορεύου λέγε τω̨̃ κυρίω̨ σου ἰδοὺ Ηλιου
9 καὶ εἰ̃πεν Αβδιου τί ἡμάρτηκα ὅτι δίδως τὸν δου̃λόν σου εἰς χει̃ρα Αχααβ του̃ θανατω̃σαί με
10 ζη̨̃ κύριος ὁ θεός σου εἰ ἔστιν ἔθνος ἢ βασιλεία οὑ̃ οὐκ ἀπέσταλκεν ὁ κύριός μου ζητει̃ν σε καὶ εἰ̃πον οὐκ ἔστιν καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτη̃ς ὅτι οὐχ εὕρηκέν σε
11 καὶ νυ̃ν σὺ λέγεις πορεύου ἀνάγγελλε τω̨̃ κυρίω̨ σου ἰδοὺ Ηλιου
12 καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σου̃ καὶ πνευ̃μα κυρίου ἀρει̃ σε εἰς γη̃ν ἣν οὐκ οἰ̃δα καὶ εἰσελεύσομαι ἀπαγγει̃λαι τω̨̃ Αχααβ καὶ ἀποκτενει̃ με καὶ ὁ δου̃λός σού ἐστιν φοβούμενος τὸν κύριον ἐκ νεότητος αὐτου̃
13 ἠ̃ οὐκ ἀπηγγέλη σοι τω̨̃ κυρίω̨ μου οἱ̃α πεποίηκα ἐν τω̨̃ ἀποκτείνειν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔκρυψα ἀπὸ τω̃ν προφητω̃ν κυρίου ἑκατὸν ἄνδρας ἀνὰ πεντήκοντα ἐν σπηλαίω̨ καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι
14 καὶ νυ̃ν σὺ λέγεις μοι πορεύου λέγε τω̨̃ κυρίω̨ σου ἰδοὺ Ηλιου καὶ ἀποκτενει̃ με
15 καὶ εἰ̃πεν Ηλιου ζη̨̃ κύριος τω̃ν δυνάμεων ὡ̨̃ παρέστην ἐνώπιον αὐτου̃ ὅτι σήμερον ὀφθήσομαι αὐτω̨̃
16 καὶ ἐπορεύθη Αβδιου εἰς συναντὴν τω̨̃ Αχααβ καὶ ἀπήγγειλεν αὐτω̨̃ καὶ ἐξέδραμεν Αχααβ καὶ ἐπορεύθη εἰς συνάντησιν Ηλιου
17 καὶ ἐγένετο ὡς εἰ̃δεν Αχααβ τὸν Ηλιου καὶ εἰ̃πεν Αχααβ πρὸς Ηλιου εἰ σὺ εἰ̃ αὐτὸς ὁ διαστρέφων τὸν Ισραηλ
18 καὶ εἰ̃πεν Ηλιου οὐ διαστρέφω τὸν Ισραηλ ὅτι ἀλλ' ἢ σὺ καὶ ὁ οἰ̃κος του̃ πατρός σου ἐν τω̨̃ καταλιμπάνειν ὑμα̃ς τὸν κύριον θεὸν ὑμω̃ν καὶ ἐπορεύθης ὀπίσω τω̃ν Βααλιμ
19 καὶ νυ̃ν ἀπόστειλον συνάθροισον πρός με πάντα Ισραηλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τη̃ς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τω̃ν ἀλσω̃ν τετρακοσίους ἐσθίοντας τράπεζαν Ιεζαβελ
20 καὶ ἀπέστειλεν Αχααβ εἰς πάντα Ισραηλ καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον
21 καὶ προσήγαγεν Ηλιου πρὸς πάντας καὶ εἰ̃πεν αὐτοι̃ς Ηλιου ἕως πότε ὑμει̃ς χωλανει̃τε ἐπ' ἀμφοτέραις ται̃ς ἰγνύαις εἰ ἔστιν κύριος ὁ θεός πορεύεσθε ὀπίσω αὐτου̃ εἰ δὲ ὁ Βααλ αὐτός πορεύεσθε ὀπίσω αὐτου̃ καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον
22 καὶ εἰ̃πεν Ηλιου πρὸς τὸν λαόν ἐγὼ ὑπολέλειμμαι προφήτης του̃ κυρίου μονώτατος καὶ οἱ προφη̃ται του̃ Βααλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες καὶ οἱ προφη̃ται του̃ ἄλσους τετρακόσιοι
23 δότωσαν ἡμι̃ν δύο βόας καὶ ἐκλεξάσθωσαν ἑαυτοι̃ς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τω̃ν ξύλων καὶ πυ̃ρ μὴ ἐπιθέτωσαν καὶ ἐγὼ ποιήσω τὸν βου̃ν τὸν ἄλλον καὶ πυ̃ρ οὐ μὴ ἐπιθω̃
24 καὶ βοα̃τε ἐν ὀνόματι θεω̃ν ὑμω̃ν καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι κυρίου του̃ θεου̃ μου καὶ ἔσται ὁ θεός ὃς ἐὰν ἐπακούση̨ ἐν πυρί οὑ̃τος θεός καὶ ἀπεκρίθησαν πα̃ς ὁ λαὸς καὶ εἰ̃πον καλὸν τὸ ῥη̃μα ὃ ἐλάλησας
25 καὶ εἰ̃πεν Ηλιου τοι̃ς προφήταις τη̃ς αἰσχύνης ἐκλέξασθε ἑαυτοι̃ς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρω̃τοι ὅτι πολλοὶ ὑμει̃ς καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεου̃ ὑμω̃ν καὶ πυ̃ρ μὴ ἐπιθη̃τε
26 καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλου̃ντο ἐν ὀνόματι του̃ Βααλ ἐκ πρωίθεν ἕως μεσημβρίας καὶ εἰ̃πον ἐπάκουσον ἡμω̃ν ὁ Βααλ ἐπάκουσον ἡμω̃ν καὶ οὐκ ἠ̃ν φωνὴ καὶ οὐκ ἠ̃ν ἀκρόασις καὶ διέτρεχον ἐπὶ του̃ θυσιαστηρίου οὑ̃ ἐποίησαν
27 καὶ ἐγένετο μεσημβρία̨ καὶ ἐμυκτήρισεν αὐτοὺς Ηλιου ὁ Θεσβίτης καὶ εἰ̃πεν ἐπικαλει̃σθε ἐν φωνη̨̃ μεγάλη̨ ὅτι θεός ἐστιν ὅτι ἀδολεσχία αὐτω̨̃ ἐστιν καὶ ἅμα μήποτε χρηματίζει αὐτός ἢ μήποτε καθεύδει αὐτός καὶ ἐξαναστήσεται
28 καὶ ἐπεκαλου̃ντο ἐν φωνη̨̃ μεγάλη̨ καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτω̃ν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ' αὐτούς
29 καὶ ἐπροφήτευον ἕως οὑ̃ παρη̃λθεν τὸ δειλινόν καὶ ἐγένετο ὡς ὁ καιρὸς του̃ ἀναβη̃ναι τὴν θυσίαν καὶ οὐκ ἠ̃ν φωνή καὶ ἐλάλησεν Ηλιου ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τω̃ν προσοχθισμάτων λέγων μετάστητε ἀπὸ του̃ νυ̃ν καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου καὶ μετέστησαν καὶ ἀπη̃λθον
30 καὶ εἰ̃πεν Ηλιου πρὸς τὸν λαόν προσαγάγετε πρός με καὶ προσήγαγεν πα̃ς ὁ λαὸς πρὸς αὐτόν
31 καὶ ἔλαβεν Ηλιου δώδεκα λίθους κατ' ἀριθμὸν φυλω̃ν του̃ Ισραηλ ὡς ἐλάλησεν κύριος πρὸς αὐτὸν λέγων Ισραηλ ἔσται τὸ ὄνομά σου
32 καὶ ὠ̨κοδόμησεν τοὺς λίθους ἐν ὀνόματι κυρίου καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον καὶ ἐποίησεν θααλα χωρου̃σαν δύο μετρητὰς σπέρματος κυκλόθεν του̃ θυσιαστηρίου
33 καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν καὶ ἐμέλισεν τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον
34 καὶ εἰ̃πεν λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας καὶ ἐποίησαν οὕτως καὶ εἰ̃πεν δευτερώσατε καὶ ἐδευτέρωσαν καὶ εἰ̃πεν τρισσώσατε καὶ ἐτρίσσευσαν
35 καὶ διεπορεύετο τὸ ὕδωρ κύκλω̨ του̃ θυσιαστηρίου καὶ τὴν θααλα ἔπλησαν ὕδατος
36 καὶ ἀνεβόησεν Ηλιου εἰς τὸν οὐρανὸν καὶ εἰ̃πεν κύριε ὁ θεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου σήμερον ἐν πυρί καὶ γνώτωσαν πα̃ς ὁ λαὸς οὑ̃τος ὅτι σὺ εἰ̃ κύριος ὁ θεὸς Ισραηλ κἀγὼ δου̃λός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταυ̃τα
37 ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου ἐν πυρί καὶ γνώτω ὁ λαὸς οὑ̃τος ὅτι σὺ εἰ̃ κύριος ὁ θεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν του̃ λαου̃ τούτου ὀπίσω
38 καὶ ἔπεσεν πυ̃ρ παρὰ κυρίου ἐκ του̃ οὐρανου̃ καὶ κατέφαγεν τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τη̨̃ θααλα καὶ τοὺς λίθους καὶ τὸν χου̃ν ἐξέλιξεν τὸ πυ̃ρ
39 καὶ ἔπεσεν πα̃ς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτω̃ν καὶ εἰ̃πον ἀληθω̃ς κύριός ἐστιν ὁ θεός αὐτὸς ὁ θεός
40 καὶ εἰ̃πεν Ηλιου πρὸς τὸν λαόν συλλάβετε τοὺς προφήτας του̃ Βααλ μηθεὶς σωθήτω ἐξ αὐτω̃ν καὶ συνέλαβον αὐτούς καὶ κατάγει αὐτοὺς Ηλιου εἰς τὸν χειμάρρουν Κισων καὶ ἔσφαξεν αὐτοὺς ἐκει̃
41 καὶ εἰ̃πεν Ηλιου τω̨̃ Αχααβ ἀνάβηθι καὶ φάγε καὶ πίε ὅτι φωνὴ τω̃ν ποδω̃ν του̃ ὑετου̃
42 καὶ ἀνέβη Αχααβ του̃ φαγει̃ν καὶ πιει̃ν καὶ Ηλιου ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γη̃ν καὶ ἔθηκεν τὸ πρόσωπον ἑαυτου̃ ἀνὰ μέσον τω̃ν γονάτων ἑαυτου̃
43 καὶ εἰ̃πεν τω̨̃ παιδαρίω̨ αὑτου̃ ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τη̃ς θαλάσσης καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἰ̃πεν οὐκ ἔστιν οὐθέν καὶ εἰ̃πεν Ηλιου καὶ σὺ ἐπίστρεψον ἑπτάκι καὶ ἐπέστρεψεν τὸ παιδάριον ἑπτάκι
44 καὶ ἐγένετο ἐν τω̨̃ ἑβδόμω̨ καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ καὶ εἰ̃πεν ἀνάβηθι καὶ εἰπὸν τω̨̃ Αχααβ ζευ̃ξον τὸ ἅρμα σου καὶ κατάβηθι μὴ καταλάβη̨ σε ὁ ὑετός
45 καὶ ἐγένετο ἕως ὡ̃δε καὶ ὡ̃δε καὶ ὁ οὐρανὸς συνεσκότασεν νεφέλαις καὶ πνεύματι καὶ ἐγένετο ὑετὸς μέγας καὶ ἔκλαιεν καὶ ἐπορεύετο Αχααβ εἰς Ιεζραελ
46 καὶ χεὶρ κυρίου ἐπὶ τὸν Ηλιου καὶ συνέσφιγξεν τὴν ὀσφὺν αὐτου̃ καὶ ἔτρεχεν ἔμπροσθεν Αχααβ ἕως Ιεζραελ

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 19

1 καὶ ἀνήγγειλεν Αχααβ τη̨̃ Ιεζαβελ γυναικὶ αὐτου̃ πάντα ἃ ἐποίησεν Ηλιου καὶ ὡς ἀπέκτεινεν τοὺς προφήτας ἐν ῥομφαία̨
2 καὶ ἀπέστειλεν Ιεζαβελ πρὸς Ηλιου καὶ εἰ̃πεν εἰ σὺ εἰ̃ Ηλιου καὶ ἐγὼ Ιεζαβελ τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτω̃ν
3 καὶ ἐφοβήθη Ηλιου καὶ ἀνέστη καὶ ἀπη̃λθεν κατὰ τὴν ψυχὴν ἑαυτου̃ καὶ ἔρχεται εἰς Βηρσαβεε τὴν Ιουδα καὶ ἀφη̃κεν τὸ παιδάριον αὐτου̃ ἐκει̃
4 καὶ αὐτὸς ἐπορεύθη ἐν τη̨̃ ἐρήμω̨ ὁδὸν ἡμέρας καὶ ἠ̃λθεν καὶ ἐκάθισεν ὑπὸ ραθμ ἓν καὶ ἠ̨τήσατο τὴν ψυχὴν αὐτου̃ ἀποθανει̃ν καὶ εἰ̃πεν ἱκανούσθω νυ̃ν λαβὲ δὴ τὴν ψυχήν μου ἀπ' ἐμου̃ κύριε ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου
5 καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκει̃ ὑπὸ φυτόν καὶ ἰδού τις ἥψατο αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἀνάστηθι καὶ φάγε
6 καὶ ἐπέβλεψεν Ηλιου καὶ ἰδοὺ πρὸς κεφαλη̃ς αὐτου̃ ἐγκρυφίας ὀλυρίτης καὶ καψάκης ὕδατος καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἐπιστρέψας ἐκοιμήθη
7 καὶ ἐπέστρεψεν ὁ ἄγγελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἀνάστα φάγε ὅτι πολλὴ ἀπὸ σου̃ ἡ ὁδός
8 καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἐπορεύθη ἐν τη̨̃ ἰσχύι τη̃ς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρηβ
9 καὶ εἰση̃λθεν ἐκει̃ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκει̃ καὶ ἰδοὺ ῥη̃μα κυρίου πρὸς αὐτὸν καὶ εἰ̃πεν τί σὺ ἐνταυ̃θα Ηλιου
10 καὶ εἰ̃πεν Ηλιου ζηλω̃ν ἐζήλωκα τω̨̃ κυρίω̨ παντοκράτορι ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ισραηλ τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαία̨ καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος καὶ ζητου̃σι τὴν ψυχήν μου λαβει̃ν αὐτήν
11 καὶ εἰ̃πεν ἐξελεύση̨ αὔριον καὶ στήση̨ ἐνώπιον κυρίου ἐν τω̨̃ ὄρει ἰδοὺ παρελεύσεται κύριος καὶ πνευ̃μα μέγα κραταιὸν διαλυ̃ον ὄρη καὶ συντρι̃βον πέτρας ἐνώπιον κυρίου οὐκ ἐν τω̨̃ πνεύματι κύριος καὶ μετὰ τὸ πνευ̃μα συσσεισμός οὐκ ἐν τω̨̃ συσσεισμω̨̃ κύριος
12 καὶ μετὰ τὸν συσσεισμὸν πυ̃ρ οὐκ ἐν τω̨̃ πυρὶ κύριος καὶ μετὰ τὸ πυ̃ρ φωνὴ αὔρας λεπτη̃ς κἀκει̃ κύριος
13 καὶ ἐγένετο ὡς ἤκουσεν Ηλιου καὶ ἐπεκάλυψεν τὸ πρόσωπον αὐτου̃ ἐν τη̨̃ μηλωτη̨̃ ἑαυτου̃ καὶ ἐξη̃λθεν καὶ ἔστη ὑπὸ τὸ σπήλαιον καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ καὶ εἰ̃πεν τί σὺ ἐνταυ̃θα Ηλιου
14 καὶ εἰ̃πεν Ηλιου ζηλω̃ν ἐζήλωκα τω̨̃ κυρίω̨ παντοκράτορι ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ισραηλ τὰ θυσιαστήριά σου καθει̃λαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαία̨ καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος καὶ ζητου̃σι τὴν ψυχήν μου λαβει̃ν αὐτήν
15 καὶ εἰ̃πεν κύριος πρὸς αὐτόν πορεύου ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκου̃ καὶ χρίσεις τὸν Αζαηλ εἰς βασιλέα τη̃ς Συρίας
16 καὶ τὸν Ιου υἱὸν Ναμεσσι χρίσεις εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ τὸν Ελισαιε υἱὸν Σαφατ ἀπὸ Αβελμαουλα χρίσεις εἰς προφήτην ἀντὶ σου̃
17 καὶ ἔσται τὸν σω̨ζόμενον ἐκ ῥομφαίας Αζαηλ θανατώσει Ιου καὶ τὸν σω̨ζόμενον ἐκ ῥομφαίας Ιου θανατώσει Ελισαιε
18 καὶ καταλείψεις ἐν Ισραηλ ἑπτὰ χιλιάδας ἀνδρω̃ν πάντα γόνατα ἃ οὐκ ὤκλασαν γόνυ τω̨̃ Βααλ καὶ πα̃ν στόμα ὃ οὐ προσεκύνησεν αὐτω̨̃
19 καὶ ἀπη̃λθεν ἐκει̃θεν καὶ εὑρίσκει τὸν Ελισαιε υἱὸν Σαφατ καὶ αὐτὸς ἠροτρία ἐν βουσίν δώδεκα ζεύγη βοω̃ν ἐνώπιον αὐτου̃ καὶ αὐτὸς ἐν τοι̃ς δώδεκα καὶ ἐπη̃λθεν ἐπ' αὐτὸν καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτου̃ ἐπ' αὐτόν
20 καὶ κατέλιπεν Ελισαιε τὰς βόας καὶ κατέδραμεν ὀπίσω Ηλιου καὶ εἰ̃πεν καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου καὶ εἰ̃πεν Ηλιου ἀνάστρεφε ὅτι πεποίηκά σοι
21 καὶ ἀνέστρεψεν ἐξόπισθεν αὐτου̃ καὶ ἔλαβεν τὰ ζεύγη τω̃ν βοω̃ν καὶ ἔθυσεν καὶ ἥψησεν αὐτὰ ἐν τοι̃ς σκεύεσι τω̃ν βοω̃ν καὶ ἔδωκεν τω̨̃ λαω̨̃ καὶ ἔφαγον καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ηλιου καὶ ἐλειτούργει αὐτω̨̃

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 20

1 καὶ συνήθροισεν υἱὸς Αδερ πα̃σαν τὴν δύναμιν αὐτου̃ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν καὶ τριάκοντα καὶ δύο βασιλει̃ς μετ' αὐτου̃ καὶ πα̃ς ἵππος καὶ ἅρμα καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ' αὐτήν
2 καὶ ἀπέστειλεν πρὸς Αχααβ βασιλέα Ισραηλ εἰς τὴν πόλιν
3 καὶ εἰ̃πεν πρὸς αὐτόν τάδε λέγει υἱὸς Αδερ τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν καὶ αἱ γυναι̃κές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν
4 καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἰ̃πεν καθὼς ἐλάλησας κύριε βασιλευ̃ σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά
5 καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἰ̃πον τάδε λέγει υἱὸς Αδερ ἐγὼ ἀπέσταλκα πρὸς σὲ λέγων τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναι̃κάς σου καὶ τὰ τέκνα σου δώσεις ἐμοί
6 ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελω̃ τοὺς παι̃δάς μου πρὸς σέ καὶ ἐρευνήσουσιν τὸν οἰ̃κόν σου καὶ τοὺς οἴκους τω̃ν παίδων σου καὶ ἔσται τὰ ἐπιθυμήματα ὀφθαλμω̃ν αὐτω̃ν ἐφ' ἃ ἂν ἐπιβάλωσι τὰς χει̃ρας αὐτω̃ν καὶ λήμψονται
7 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς πρεσβυτέρους καὶ εἰ̃πεν γνω̃τε δὴ καὶ ἴδετε ὅτι κακίαν οὑ̃τος ζητει̃ ὅτι ἀπέσταλκεν πρός με περὶ τω̃ν γυναικω̃ν μου καὶ περὶ τω̃ν υἱω̃ν μου καὶ περὶ τω̃ν θυγατέρων μου τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ' αὐτου̃
8 καὶ εἰ̃παν αὐτω̨̃ οἱ πρεσβύτεροι καὶ πα̃ς ὁ λαός μὴ ἀκούση̨ς καὶ μὴ θελήση̨ς
9 καὶ εἰ̃πεν τοι̃ς ἀγγέλοις υἱου̃ Αδερ λέγετε τω̨̃ κυρίω̨ ὑμω̃ν πάντα ὅσα ἀπέσταλκας πρὸς τὸν δου̃λόν σου ἐν πρώτοις ποιήσω τὸ δὲ ῥη̃μα του̃το οὐ δυνήσομαι ποιη̃σαι καὶ ἀπη̃ραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτω̨̃ λόγον
10 καὶ ἀνταπέστειλεν πρὸς αὐτὸν υἱὸς Αδερ λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ ἐκποιήσει ὁ χου̃ς Σαμαρείας ται̃ς ἀλώπεξιν παντὶ τω̨̃ λαω̨̃ τοι̃ς πεζοι̃ς μου
11 καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἰ̃πεν ἱκανούσθω μὴ καυχάσθω ὁ κυρτὸς ὡς ὁ ὀρθός
12 καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτω̨̃ τὸν λόγον του̃τον πίνων ἠ̃ν αὐτὸς καὶ πάντες οἱ βασιλει̃ς μετ' αὐτου̃ ἐν σκηναι̃ς καὶ εἰ̃πεν τοι̃ς παισὶν αὐτου̃ οἰκοδομήσατε χάρακα καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν
13 καὶ ἰδοὺ προφήτης εἱ̃ς προση̃λθεν τω̨̃ βασιλει̃ Ισραηλ καὶ εἰ̃πεν τάδε λέγει κύριος εἰ ἑόρακας πάντα τὸν ὄχλον τὸν μέγαν του̃τον ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χει̃ρας σάς καὶ γνώση̨ ὅτι ἐγὼ κύριος
14 καὶ εἰ̃πεν Αχααβ ἐν τίνι καὶ εἰ̃πεν τάδε λέγει κύριος ἐν τοι̃ς παιδαρίοις τω̃ν ἀρχόντων τω̃ν χωρω̃ν καὶ εἰ̃πεν Αχααβ τίς συνάψει τὸν πόλεμον καὶ εἰ̃πεν σύ
15 καὶ ἐπεσκέψατο Αχααβ τὰ παιδάρια τω̃ν ἀρχόντων τω̃ν χωρω̃ν καὶ ἐγένοντο διακόσιοι καὶ τριάκοντα καὶ μετὰ ταυ̃τα ἐπεσκέψατο τὸν λαόν πα̃ν υἱὸν δυνάμεως ἑξήκοντα χιλιάδας
16 καὶ ἐξη̃λθεν μεσημβρίας καὶ υἱὸς Αδερ πίνων μεθύων ἐν Σοκχωθ αὐτὸς καὶ οἱ βασιλει̃ς τριάκοντα καὶ δύο βασιλει̃ς συμβοηθοὶ μετ' αὐτου̃
17 καὶ ἐξη̃λθον παιδάρια ἀρχόντων τω̃ν χωρω̃ν ἐν πρώτοις καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τω̨̃ βασιλει̃ Συρίας λέγοντες ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας
18 καὶ εἰ̃πεν αὐτοι̃ς εἰ εἰς εἰρήνην οὑ̃τοι ἐκπορεύονται συλλάβετε αὐτοὺς ζω̃ντας καὶ εἰ εἰς πόλεμον ζω̃ντας συλλάβετε αὐτούς
19 καὶ μὴ ἐξελθάτωσαν ἐκ τη̃ς πόλεως τὰ παιδάρια ἀρχόντων τω̃ν χωρω̃ν καὶ ἡ δύναμις ὀπίσω αὐτω̃ν
20 ἐπάταξεν ἕκαστος τὸν παρ' αὐτου̃ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ' αὐτου̃ καὶ ἔφυγεν Συρία καὶ κατεδίωξεν αὐτοὺς Ισραηλ καὶ σώ̨ζεται υἱὸς Αδερ βασιλεὺς Συρίας ἐφ' ἵππου ἱππέως
21 καὶ ἐξη̃λθεν βασιλεὺς Ισραηλ καὶ ἔλαβεν πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξεν πληγὴν μεγάλην ἐν Συρία̨
22 καὶ προση̃λθεν ὁ προφήτης πρὸς βασιλέα Ισραηλ καὶ εἰ̃πεν κραταιου̃ καὶ γνω̃θι καὶ ἰδὲ τί ποιήσεις ὅτι ἐπιστρέφοντος του̃ ἐνιαυτου̃ υἱὸς Αδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ
23 καὶ οἱ παι̃δες βασιλέως Συρίας εἰ̃πον θεὸς ὀρέων θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων διὰ του̃το ἐκραταίωσεν ὑπὲρ ἡμα̃ς ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ' εὐθύ εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς
24 καὶ τὸ ῥη̃μα του̃το ποίησον ἀπόστησον τοὺς βασιλει̃ς ἕκαστον εἰς τὸν τόπον αὐτω̃ν καὶ θου̃ ἀντ' αὐτω̃ν σατράπας
25 καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσου̃σαν ἀπὸ σου̃ καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ' εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς καὶ ἤκουσεν τη̃ς φωνη̃ς αὐτω̃ν καὶ ἐποίησεν οὕτως
26 καὶ ἐγένετο ἐπιστρέψαντος του̃ ἐνιαυτου̃ καὶ ἐπεσκέψατο υἱὸς Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς Αφεκα εἰς πόλεμον ἐπὶ Ισραηλ
27 καὶ οἱ υἱοὶ Ισραηλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτω̃ν καὶ παρενέβαλεν Ισραηλ ἐξ ἐναντίας αὐτω̃ν ὡσεὶ δύο ποίμνια αἰγω̃ν καὶ Συρία ἔπλησεν τὴν γη̃ν
28 καὶ προση̃λθεν ὁ ἄνθρωπος του̃ θεου̃ καὶ εἰ̃πεν τω̨̃ βασιλει̃ Ισραηλ τάδε λέγει κύριος ἀνθ' ὡ̃ν εἰ̃πεν Συρία θεὸς ὀρέων κύριος ὁ θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων αὐτός καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χει̃ρα σήν καὶ γνώση̨ ὅτι ἐγὼ κύριος
29 καὶ παρεμβάλλουσιν οὑ̃τοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ προσήγαγεν ὁ πόλεμος καὶ ἐπάταξεν Ισραηλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζω̃ν μια̨̃ ἡμέρα̨
30 καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Αφεκα εἰς τὴν πόλιν καὶ ἔπεσεν τὸ τει̃χος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρω̃ν τω̃ν καταλοίπων καὶ υἱὸς Αδερ ἔφυγεν καὶ εἰση̃λθεν εἰς τὸν οἰ̃κον του̃ κοιτω̃νος εἰς τὸ ταμίειον
31 καὶ εἰ̃πεν τοι̃ς παισὶν αὐτου̃ οἰ̃δα ὅτι βασιλει̃ς Ισραηλ βασιλει̃ς ἐλέους εἰσίν ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμω̃ν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμω̃ν καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ισραηλ εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμω̃ν
32 καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτω̃ν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν καὶ εἰ̃πον τω̨̃ βασιλει̃ Ισραηλ δου̃λός σου υἱὸς Αδερ λέγει ζησάτω δὴ ἡ ψυχή μου καὶ εἰ̃πεν εἰ ἔτι ζη̨̃ ἀδελφός μού ἐστιν
33 καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ του̃ στόματος αὐτου̃ καὶ εἰ̃πον ἀδελφός σου υἱὸς Αδερ καὶ εἰ̃πεν εἰσέλθατε καὶ λάβετε αὐτόν καὶ ἐξη̃λθεν πρὸς αὐτὸν υἱὸς Αδερ καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα
34 καὶ εἰ̃πεν πρὸς αὐτόν τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ του̃ πατρός σου ἀποδώσω σοι καὶ ἐξόδους θήσεις σαυτω̨̃ ἐν Δαμασκω̨̃ καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρεία̨ καὶ ἐγὼ ἐν διαθήκη̨ ἐξαποστελω̃ σε καὶ διέθετο αὐτω̨̃ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν
35 καὶ ἄνθρωπος εἱ̃ς ἐκ τω̃ν υἱω̃ν τω̃ν προφητω̃ν εἰ̃πεν πρὸς τὸν πλησίον αὐτου̃ ἐν λόγω̨ κυρίου πάταξον δή με καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν
36 καὶ εἰ̃πεν πρὸς αὐτόν ἀνθ' ὡ̃ν οὐκ ἤκουσας τη̃ς φωνη̃ς κυρίου ἰδοὺ σὺ ἀποτρέχεις ἀπ' ἐμου̃ καὶ πατάξει σε λέων καὶ ἀπη̃λθεν ἀπ' αὐτου̃ καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν
37 καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἰ̃πεν πάταξόν με δή καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας καὶ συνέτριψεν
38 καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τω̨̃ βασιλει̃ Ισραηλ ἐπὶ τη̃ς ὁδου̃ καὶ κατεδήσατο τελαμω̃νι τοὺς ὀφθαλμοὺς αὐτου̃
39 καὶ ἐγένετο ὡς ὁ βασιλεὺς παρεπορεύετο καὶ οὑ̃τος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἰ̃πεν ὁ δου̃λός σου ἐξη̃λθεν ἐπὶ τὴν στρατιὰν του̃ πολέμου καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν πρός με ἄνδρα καὶ εἰ̃πεν πρός με φύλαξον του̃τον τὸν ἄνδρα ἐὰν δὲ ἐκπηδω̃ν ἐκπηδήση̨ καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τη̃ς ψυχη̃ς αὐτου̃ ἢ τάλαντον ἀργυρίου στήσεις
40 καὶ ἐγενήθη περιεβλέψατο ὁ δου̃λός σου ὡ̃δε καὶ ὡ̃δε καὶ οὑ̃τος οὐκ ἠ̃ν καὶ εἰ̃πεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ισραηλ ἰδοὺ καὶ τὰ ἔνεδρα παρ' ἐμοὶ ἐφόνευσας
41 καὶ ἔσπευσεν καὶ ἀφει̃λεν τὸν τελαμω̃να ἀπὸ τω̃ν ὀφθαλμω̃ν αὐτου̃ καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ισραηλ ὅτι ἐκ τω̃ν προφητω̃ν οὑ̃τος
42 καὶ εἰ̃πεν πρὸς αὐτόν τάδε λέγει κύριος διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τη̃ς ψυχη̃ς αὐτου̃ καὶ ὁ λαός σου ἀντὶ του̃ λαου̃ αὐτου̃
43 καὶ ἀπη̃λθεν ὁ βασιλεὺς Ισραηλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 21

1 καὶ ἀμπελὼν εἱ̃ς ἠ̃ν τω̨̃ Ναβουθαι τω̨̃ Ιεζραηλίτη̨ παρὰ τω̨̃ ἅλω̨ Αχααβ βασιλέως Σαμαρείας
2 καὶ ἐλάλησεν Αχααβ πρὸς Ναβουθαι λέγων δός μοι τὸν ἀμπελω̃νά σου καὶ ἔσται μοι εἰς κη̃πον λαχάνων ὅτι ἐγγίων οὑ̃τος τω̨̃ οἴκω̨ μου καὶ δώσω σοι ἀμπελω̃να ἄλλον ἀγαθὸν ὑπὲρ αὐτόν εἰ δὲ ἀρέσκει ἐνώπιόν σου δώσω σοι ἀργύριον ἀντάλλαγμα του̃ ἀμπελω̃νός σου τούτου καὶ ἔσται μοι εἰς κη̃πον λαχάνων
3 καὶ εἰ̃πεν Ναβουθαι πρὸς Αχααβ μή μοι γένοιτο παρὰ θεου̃ μου δου̃ναι κληρονομίαν πατέρων μου σοί
4 καὶ ἐγένετο τὸ πνευ̃μα Αχααβ τεταραγμένον καὶ ἐκοιμήθη ἐπὶ τη̃ς κλίνης αὐτου̃ καὶ συνεκάλυψεν τὸ πρώσωπον αὐτου̃ καὶ οὐκ ἔφαγεν ἄρτον
5 καὶ εἰση̃λθεν Ιεζαβελ ἡ γυνὴ αὐτου̃ πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς αὐτόν τί τὸ πνευ̃μά σου τεταραγμένον καὶ οὐκ εἰ̃ σὺ ἐσθίων ἄρτον
6 καὶ εἰ̃πεν πρὸς αὐτήν ὅτι ἐλάλησα πρὸς Ναβουθαι τὸν Ιεζραηλίτην λέγων δός μοι τὸν ἀμπελω̃νά σου ἀργυρίου εἰ δὲ βούλει δώσω σοι ἀμπελω̃να ἄλλον ἀντ' αὐτου̃ καὶ εἰ̃πεν οὐ δώσω σοι κληρονομίαν πατέρων μου
7 καὶ εἰ̃πεν πρὸς αὐτὸν Ιεζαβελ ἡ γυνὴ αὐτου̃ σὺ νυ̃ν οὕτως ποιει̃ς βασιλέα ἐπὶ Ισραηλ ἀνάστηθι φάγε ἄρτον καὶ σαυτου̃ γενου̃ ἐγὼ δώσω σοι τὸν ἀμπελω̃να Ναβουθαι του̃ Ιεζραηλίτου
8 καὶ ἔγραψεν βιβλίον ἐπὶ τω̨̃ ὀνόματι Αχααβ καὶ ἐσφραγίσατο τη̨̃ σφραγι̃δι αὐτου̃ καὶ ἀπέστειλεν τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικου̃ντας μετὰ Ναβουθαι
9 καὶ ἐγέγραπτο ἐν τοι̃ς βιβλίοις λέγων νηστεύσατε νηστείαν καὶ καθίσατε τὸν Ναβουθαι ἐν ἀρχη̨̃ του̃ λαου̃
10 καὶ ἐγκαθίσατε δύο ἄνδρας υἱοὺς παρανόμων ἐξ ἐναντίας αὐτου̃ καὶ καταμαρτυρησάτωσαν αὐτου̃ λέγοντες ηὐλόγησεν θεὸν καὶ βασιλέα καὶ ἐξαγαγέτωσαν αὐτὸν καὶ λιθοβολησάτωσαν αὐτόν καὶ ἀποθανέτω
11 καὶ ἐποίησαν οἱ ἄνδρες τη̃ς πόλεως αὐτου̃ οἱ πρεσβύτεροι καὶ οἱ ἐλεύθεροι οἱ κατοικου̃ντες ἐν τη̨̃ πόλει αὐτου̃ καθὰ ἀπέστειλεν πρὸς αὐτοὺς Ιεζαβελ καθὰ γέγραπται ἐν τοι̃ς βιβλίοις οἱ̃ς ἀπέστειλεν πρὸς αὐτούς
12 ἐκάλεσαν νηστείαν καὶ ἐκάθισαν τὸν Ναβουθαι ἐν ἀρχη̨̃ του̃ λαου̃
13 καὶ ἠ̃λθον δύο ἄνδρες υἱοὶ παρανόμων καὶ ἐκάθισαν ἐξ ἐναντίας αὐτου̃ καὶ κατεμαρτύρησαν αὐτου̃ λέγοντες ηὐλόγηκας θεὸν καὶ βασιλέα καὶ ἐξήγαγον αὐτὸν ἔξω τη̃ς πόλεως καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις καὶ ἀπέθανεν
14 καὶ ἀπέστειλαν πρὸς Ιεζαβελ λέγοντες λελιθοβόληται Ναβουθαι καὶ τέθνηκεν
15 καὶ ἐγένετο ὡς ἤκουσεν Ιεζαβελ καὶ εἰ̃πεν πρὸς Αχααβ ἀνάστα κληρονόμει τὸν ἀμπελω̃να Ναβουθαι του̃ Ιεζραηλίτου ὃς οὐκ ἔδωκέν σοι ἀργυρίου ὅτι οὐκ ἔστιν Ναβουθαι ζω̃ν ὅτι τέθνηκεν
16 καὶ ἐγένετο ὡς ἤκουσεν Αχααβ ὅτι τέθνηκεν Ναβουθαι ὁ Ιεζραηλίτης καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτου̃ καὶ περιεβάλετο σάκκον καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἀνέστη καὶ κατέβη Αχααβ εἰς τὸν ἀμπελω̃να Ναβουθαι του̃ Ιεζραηλίτου κληρονομη̃σαι αὐτόν
17 καὶ εἰ̃πεν κύριος πρὸς Ηλιου τὸν Θεσβίτην λέγων
18 ἀνάστηθι καὶ κατάβηθι εἰς ἀπαντὴν Αχααβ βασιλέως Ισραηλ του̃ ἐν Σαμαρεία̨ ἰδοὺ οὑ̃τος ἐν ἀμπελω̃νι Ναβουθαι ὅτι καταβέβηκεν ἐκει̃ κληρονομη̃σαι αὐτόν
19 καὶ λαλήσεις πρὸς αὐτὸν λέγων τάδε λέγει κύριος ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας διὰ του̃το τάδε λέγει κύριος ἐν παντὶ τόπω̨ ὡ̨̃ ἔλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἱ̃μα Ναβουθαι ἐκει̃ λείξουσιν οἱ κύνες τὸ αἱ̃μά σου καὶ αἱ πόρναι λούσονται ἐν τω̨̃ αἵματί σου
20 καὶ εἰ̃πεν Αχααβ πρὸς Ηλιου εἰ εὕρηκάς με ὁ ἐχθρός μου καὶ εἰ̃πεν εὕρηκα διότι μάτην πέπρασαι ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου παροργίσαι αὐτόν
21 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακὰ καὶ ἐκκαύσω ὀπίσω σου καὶ ἐξολεθρεύσω του̃ Αχααβ οὐρου̃ντα πρὸς τοι̃χον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ
22 καὶ δώσω τὸν οἰ̃κόν σου ὡς τὸν οἰ̃κον Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ὡς τὸν οἰ̃κον Βαασα υἱου̃ Αχια περὶ τω̃ν παροργισμάτων ὡ̃ν παρώργισας καὶ ἐξήμαρτες τὸν Ισραηλ
23 καὶ τη̨̃ Ιεζαβελ ἐλάλησεν κύριος λέγων οἱ κύνες καταφάγονται αὐτὴν ἐν τω̨̃ προτειχίσματι Ιεζραελ
24 τὸν τεθνηκότα του̃ Αχααβ ἐν τη̨̃ πόλει φάγονται οἱ κύνες καὶ τὸν τεθνηκότα αὐτου̃ ἐν τω̨̃ πεδίω̨ φάγονται τὰ πετεινὰ του̃ οὐρανου̃
25 πλὴν ματαίως Αχααβ ὡς ἐπράθη ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου ὡς μετέθηκεν αὐτὸν Ιεζαβελ ἡ γυνὴ αὐτου̃
26 καὶ ἐβδελύχθη σφόδρα πορεύεσθαι ὀπίσω τω̃ν βδελυγμάτων κατὰ πάντα ἃ ἐποίησεν ὁ Αμορραι̃ος ὃν ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου υἱω̃ν Ισραηλ
27 καὶ ὑπὲρ του̃ λόγου ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου του̃ κυρίου καὶ ἐπορεύετο κλαίων καὶ διέρρηξεν τὸν χιτω̃να αὐτου̃ καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σω̃μα αὐτου̃ καὶ ἐνήστευσεν καὶ περιεβάλετο σάκκον ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐπάταξεν Ναβουθαι τὸν Ιεζραηλίτην
28 καὶ ἐγένετο ῥη̃μα κυρίου ἐν χειρὶ δούλου αὐτου̃ Ηλιου περὶ Αχααβ καὶ εἰ̃πεν κύριος
29 ἑώρακας ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου μου οὐκ ἐπάξω τὴν κακίαν ἐν ται̃ς ἡμέραις αὐτου̃ ἀλλ' ἐν ται̃ς ἡμέραις του̃ υἱου̃ αὐτου̃ ἐπάξω τὴν κακίαν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.