19 καὶ νυ̃ν ἀπόστειλον συνάθροισον πρός με πάντα Ισραηλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τη̃ς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τω̃ν ἀλσω̃ν τετρακοσίους ἐσθίοντας τράπεζαν Ιεζαβελ |
20 καὶ ἀπέστειλεν Αχααβ εἰς πάντα Ισραηλ καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον |
21 καὶ προσήγαγεν Ηλιου πρὸς πάντας καὶ εἰ̃πεν αὐτοι̃ς Ηλιου ἕως πότε ὑμει̃ς χωλανει̃τε ἐπ' ἀμφοτέραις ται̃ς ἰγνύαις εἰ ἔστιν κύριος ὁ θεός πορεύεσθε ὀπίσω αὐτου̃ εἰ δὲ ὁ Βααλ αὐτός πορεύεσθε ὀπίσω αὐτου̃ καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον |
22 καὶ εἰ̃πεν Ηλιου πρὸς τὸν λαόν ἐγὼ ὑπολέλειμμαι προφήτης του̃ κυρίου μονώτατος καὶ οἱ προφη̃ται του̃ Βααλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες καὶ οἱ προφη̃ται του̃ ἄλσους τετρακόσιοι |
23 δότωσαν ἡμι̃ν δύο βόας καὶ ἐκλεξάσθωσαν ἑαυτοι̃ς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τω̃ν ξύλων καὶ πυ̃ρ μὴ ἐπιθέτωσαν καὶ ἐγὼ ποιήσω τὸν βου̃ν τὸν ἄλλον καὶ πυ̃ρ οὐ μὴ ἐπιθω̃ |
24 καὶ βοα̃τε ἐν ὀνόματι θεω̃ν ὑμω̃ν καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι κυρίου του̃ θεου̃ μου καὶ ἔσται ὁ θεός ὃς ἐὰν ἐπακούση̨ ἐν πυρί οὑ̃τος θεός καὶ ἀπεκρίθησαν πα̃ς ὁ λαὸς καὶ εἰ̃πον καλὸν τὸ ῥη̃μα ὃ ἐλάλησας |
25 καὶ εἰ̃πεν Ηλιου τοι̃ς προφήταις τη̃ς αἰσχύνης ἐκλέξασθε ἑαυτοι̃ς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρω̃τοι ὅτι πολλοὶ ὑμει̃ς καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεου̃ ὑμω̃ν καὶ πυ̃ρ μὴ ἐπιθη̃τε |
26 καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλου̃ντο ἐν ὀνόματι του̃ Βααλ ἐκ πρωίθεν ἕως μεσημβρίας καὶ εἰ̃πον ἐπάκουσον ἡμω̃ν ὁ Βααλ ἐπάκουσον ἡμω̃ν καὶ οὐκ ἠ̃ν φωνὴ καὶ οὐκ ἠ̃ν ἀκρόασις καὶ διέτρεχον ἐπὶ του̃ θυσιαστηρίου οὑ̃ ἐποίησαν |
27 καὶ ἐγένετο μεσημβρία̨ καὶ ἐμυκτήρισεν αὐτοὺς Ηλιου ὁ Θεσβίτης καὶ εἰ̃πεν ἐπικαλει̃σθε ἐν φωνη̨̃ μεγάλη̨ ὅτι θεός ἐστιν ὅτι ἀδολεσχία αὐτω̨̃ ἐστιν καὶ ἅμα μήποτε χρηματίζει αὐτός ἢ μήποτε καθεύδει αὐτός καὶ ἐξαναστήσεται |
28 καὶ ἐπεκαλου̃ντο ἐν φωνη̨̃ μεγάλη̨ καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτω̃ν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ' αὐτούς |
29 καὶ ἐπροφήτευον ἕως οὑ̃ παρη̃λθεν τὸ δειλινόν καὶ ἐγένετο ὡς ὁ καιρὸς του̃ ἀναβη̃ναι τὴν θυσίαν καὶ οὐκ ἠ̃ν φωνή καὶ ἐλάλησεν Ηλιου ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τω̃ν προσοχθισμάτων λέγων μετάστητε ἀπὸ του̃ νυ̃ν καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου καὶ μετέστησαν καὶ ἀπη̃λθον |
30 καὶ εἰ̃πεν Ηλιου πρὸς τὸν λαόν προσαγάγετε πρός με καὶ προσήγαγεν πα̃ς ὁ λαὸς πρὸς αὐτόν |
31 καὶ ἔλαβεν Ηλιου δώδεκα λίθους κατ' ἀριθμὸν φυλω̃ν του̃ Ισραηλ ὡς ἐλάλησεν κύριος πρὸς αὐτὸν λέγων Ισραηλ ἔσται τὸ ὄνομά σου |
32 καὶ ὠ̨κοδόμησεν τοὺς λίθους ἐν ὀνόματι κυρίου καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον καὶ ἐποίησεν θααλα χωρου̃σαν δύο μετρητὰς σπέρματος κυκλόθεν του̃ θυσιαστηρίου |
33 καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν καὶ ἐμέλισεν τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον |
34 καὶ εἰ̃πεν λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας καὶ ἐποίησαν οὕτως καὶ εἰ̃πεν δευτερώσατε καὶ ἐδευτέρωσαν καὶ εἰ̃πεν τρισσώσατε καὶ ἐτρίσσευσαν |
35 καὶ διεπορεύετο τὸ ὕδωρ κύκλω̨ του̃ θυσιαστηρίου καὶ τὴν θααλα ἔπλησαν ὕδατος |
36 καὶ ἀνεβόησεν Ηλιου εἰς τὸν οὐρανὸν καὶ εἰ̃πεν κύριε ὁ θεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου σήμερον ἐν πυρί καὶ γνώτωσαν πα̃ς ὁ λαὸς οὑ̃τος ὅτι σὺ εἰ̃ κύριος ὁ θεὸς Ισραηλ κἀγὼ δου̃λός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταυ̃τα |
37 ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου ἐν πυρί καὶ γνώτω ὁ λαὸς οὑ̃τος ὅτι σὺ εἰ̃ κύριος ὁ θεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν του̃ λαου̃ τούτου ὀπίσω |
38 καὶ ἔπεσεν πυ̃ρ παρὰ κυρίου ἐκ του̃ οὐρανου̃ καὶ κατέφαγεν τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τη̨̃ θααλα καὶ τοὺς λίθους καὶ τὸν χου̃ν ἐξέλιξεν τὸ πυ̃ρ |
39 καὶ ἔπεσεν πα̃ς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτω̃ν καὶ εἰ̃πον ἀληθω̃ς κύριός ἐστιν ὁ θεός αὐτὸς ὁ θεός |
40 καὶ εἰ̃πεν Ηλιου πρὸς τὸν λαόν συλλάβετε τοὺς προφήτας του̃ Βααλ μηθεὶς σωθήτω ἐξ αὐτω̃ν καὶ συνέλαβον αὐτούς καὶ κατάγει αὐτοὺς Ηλιου εἰς τὸν χειμάρρουν Κισων καὶ ἔσφαξεν αὐτοὺς ἐκει̃ |