Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 22,  στἰχοι 5-12

καὶ εἰ̃πεν Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ ἐπερωτήσατε δὴ σήμερον τὸν κύριον
καὶ συνήθροισεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς προφήτας ὡς τετρακοσίους ἄνδρας καὶ εἰ̃πεν αὐτοι̃ς ὁ βασιλεύς εἰ πορευθω̃ εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἰ̃παν ἀνάβαινε καὶ διδοὺς δώσει κύριος εἰς χει̃ρας του̃ βασιλέως
καὶ εἰ̃πεν Ιωσαφατ πρὸς βασιλέα Ισραηλ οὐκ ἔστιν ὡ̃δε προφήτης του̃ κυρίου καὶ ἐπερωτήσομεν τὸν κύριον δι' αὐτου̃
καὶ εἰ̃πεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ ἔτι ἔστιν ἀνὴρ εἱ̃ς του̃ ἐπερωτη̃σαι τὸν κύριον δι' αὐτου̃ καὶ ἐγὼ μεμίσηκα αὐτόν ὅτι οὐ λαλει̃ περὶ ἐμου̃ καλά ἀλλ' ἢ κακά Μιχαιας υἱὸς Ιεμλα καὶ εἰ̃πεν Ιωσαφατ βασιλεὺς Ιουδα μὴ λεγέτω ὁ βασιλεὺς οὕτως
καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ εὐνου̃χον ἕνα καὶ εἰ̃πεν τάχος Μιχαιαν υἱὸν Ιεμλα
10 καὶ ὁ βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα ἐκάθηντο ἀνὴρ ἐπὶ του̃ θρόνου αὐτου̃ ἔνοπλοι ἐν ται̃ς πύλαις Σαμαρείας καὶ πάντες οἱ προφη̃ται ἐπροφήτευον ἐνώπιον αὐτω̃ν
11 καὶ ἐποίησεν ἑαυτω̨̃ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρα̃ καὶ εἰ̃πεν τάδε λέγει κύριος ἐν τούτοις κερατιει̃ς τὴν Συρίαν ἕως συντελεσθη̨̃
12 καὶ πάντες οἱ προφη̃ται ἐπροφήτευον οὕτως λέγοντες ἀνάβαινε εἰς Ρεμμαθ Γαλααδ καὶ εὐοδώσει καὶ δώσει κύριος εἰς χει̃ράς σου καὶ τὸν βασιλέα Συρίας
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.