Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 3

1 ...
2 πλὴν ὁ λαὸς ἠ̃σαν θυμιω̃ντες ἐπὶ τοι̃ς ὑψηλοι̃ς ὅτι οὐκ ὠ̨κοδομήθη οἰ̃κος τω̨̃ ὀνόματι κυρίου ἕως νυ̃ν
3 καὶ ἠγάπησεν Σαλωμων τὸν κύριον πορεύεσθαι ἐν τοι̃ς προστάγμασιν Δαυιδ του̃ πατρὸς αὐτου̃ πλὴν ἐν τοι̃ς ὑψηλοι̃ς ἔθυεν καὶ ἐθυμία
4 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Γαβαων θυ̃σαι ἐκει̃ ὅτι αὐτὴ ὑψηλοτάτη καὶ μεγάλη χιλίαν ὁλοκαύτωσιν ἀνήνεγκεν Σαλωμων ἐπὶ τὸ θυσιαστήριον ἐν Γαβαων
5 καὶ ὤφθη κύριος τω̨̃ Σαλωμων ἐν ὕπνω̨ τὴν νύκτα καὶ εἰ̃πεν κύριος πρὸς Σαλωμων αἴτησαί τι αἴτημα σαυτω̨̃
6 καὶ εἰ̃πεν Σαλωμων σὺ ἐποίησας μετὰ του̃ δούλου σου Δαυιδ του̃ πατρός μου ἔλεος μέγα καθὼς διη̃λθεν ἐνώπιόν σου ἐν ἀληθεία̨ καὶ ἐν δικαιοσύνη̨ καὶ ἐν εὐθύτητι καρδίας μετὰ σου̃ καὶ ἐφύλαξας αὐτω̨̃ τὸ ἔλεος τὸ μέγα του̃το δου̃ναι τὸν υἱὸν αὐτου̃ ἐπὶ του̃ θρόνου αὐτου̃ ὡς ἡ ἡμέρα αὕτη
7 καὶ νυ̃ν κύριε ὁ θεός μου σὺ ἔδωκας τὸν δου̃λόν σου ἀντὶ Δαυιδ του̃ πατρός μου καὶ ἐγώ εἰμι παιδάριον μικρὸν καὶ οὐκ οἰ̃δα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου
8 ὁ δὲ δου̃λός σου ἐν μέσω̨ του̃ λαου̃ σου ὃν ἐξελέξω λαὸν πολύν ὃς οὐκ ἀριθμηθήσεται
9 καὶ δώσεις τω̨̃ δούλω̨ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνη̨ του̃ συνίειν ἀνὰ μέσον ἀγαθου̃ καὶ κακου̃ ὅτι τίς δυνήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν του̃τον
10 καὶ ἤρεσεν ἐνώπιον κυρίου ὅτι ἠ̨τήσατο Σαλωμων τὸ ῥη̃μα του̃το
11 καὶ εἰ̃πεν κύριος πρὸς αὐτόν ἀνθ' ὡ̃ν ἠ̨τήσω παρ' ἐμου̃ τὸ ῥη̃μα του̃το καὶ οὐκ ἠ̨τήσω σαυτω̨̃ ἡμέρας πολλὰς καὶ οὐκ ἠ̨τήσω πλου̃τον οὐδὲ ἠ̨τήσω ψυχὰς ἐχθρω̃ν σου ἀλλ' ἠ̨τήσω σαυτω̨̃ σύνεσιν του̃ εἰσακούειν κρίμα
12 ἰδοὺ πεποίηκα κατὰ τὸ ῥη̃μά σου ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν ὡς σὺ οὐ γέγονεν ἔμπροσθέν σου καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι
13 καὶ ἃ οὐκ ἠ̨τήσω δέδωκά σοι καὶ πλου̃τον καὶ δόξαν ὡς οὐ γέγονεν ἀνὴρ ὅμοιός σοι ἐν βασιλευ̃σιν
14 καὶ ἐὰν πορευθη̨̃ς ἐν τη̨̃ ὁδω̨̃ μου φυλάσσειν τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ὡς ἐπορεύθη Δαυιδ ὁ πατήρ σου καὶ πληθυνω̃ τὰς ἡμέρας σου
15 καὶ ἐξυπνίσθη Σαλωμων καὶ ἰδοὺ ἐνύπνιον καὶ ἀνέστη καὶ παραγίνεται εἰς Ιερουσαλημ καὶ ἔστη κατὰ πρόσωπον του̃ θυσιαστηρίου του̃ κατὰ πρόσωπον κιβωτου̃ διαθήκης κυρίου ἐν Σιων καὶ ἀνήγαγεν ὁλοκαυτώσεις καὶ ἐποίησεν εἰρηνικὰς καὶ ἐποίησεν πότον μέγαν ἑαυτω̨̃ καὶ πα̃σιν τοι̃ς παισὶν αὐτου̃
16 τότε ὤφθησαν δύο γυναι̃κες πόρναι τω̨̃ βασιλει̃ καὶ ἔστησαν ἐνώπιον αὐτου̃
17 καὶ εἰ̃πεν ἡ γυνὴ ἡ μία ἐν ἐμοί κύριε ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκου̃μεν ἐν οἴκω̨ ἑνὶ καὶ ἐτέκομεν ἐν τω̨̃ οἴκω̨
18 καὶ ἐγενήθη ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ τεκούσης μου καὶ ἔτεκεν καὶ ἡ γυνὴ αὕτη καὶ ἡμει̃ς κατὰ τὸ αὐτό καὶ οὐκ ἔστιν οὐθεὶς μεθ' ἡμω̃ν πάρεξ ἀμφοτέρων ἡμω̃ν ἐν τω̨̃ οἴκω̨
19 καὶ ἀπέθανεν ὁ υἱὸς τη̃ς γυναικὸς ταύτης τὴν νύκτα ὡς ἐπεκοιμήθη ἐπ' αὐτόν
20 καὶ ἀνέστη μέσης τη̃ς νυκτὸς καὶ ἔλαβεν τὸν υἱόν μου ἐκ τω̃ν ἀγκαλω̃ν μου καὶ ἐκοίμισεν αὐτὸν ἐν τω̨̃ κόλπω̨ αὐτη̃ς καὶ τὸν υἱὸν αὐτη̃ς τὸν τεθνηκότα ἐκοίμισεν ἐν τω̨̃ κόλπω̨ μου
21 καὶ ἀνέστην τὸ πρωὶ θηλάσαι τὸν υἱόν μου καὶ ἐκει̃νος ἠ̃ν τεθνηκώς καὶ ἰδοὺ κατενόησα αὐτὸν πρωί καὶ ἰδοὺ οὐκ ἠ̃ν ὁ υἱός μου ὃν ἔτεκον
22 καὶ εἰ̃πεν ἡ γυνὴ ἡ ἑτέρα οὐχί ἀλλὰ ὁ υἱός μου ὁ ζω̃ν ὁ δὲ υἱός σου ὁ τεθνηκώς καὶ ἐλάλησαν ἐνώπιον του̃ βασιλέως
23 καὶ εἰ̃πεν ὁ βασιλεὺς αὐται̃ς σὺ λέγεις οὑ̃τος ὁ υἱός μου ὁ ζω̃ν καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς καὶ σὺ λέγεις οὐχί ἀλλὰ ὁ υἱός μου ὁ ζω̃ν καὶ ὁ υἱός σου ὁ τεθνηκώς
24 καὶ εἰ̃πεν ὁ βασιλεύς λάβετέ μοι μάχαιραν καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον του̃ βασιλέως
25 καὶ εἰ̃πεν ὁ βασιλεύς διέλετε τὸ παιδίον τὸ θηλάζον τὸ ζω̃ν εἰς δύο καὶ δότε τὸ ἥμισυ αὐτου̃ ταύτη̨ καὶ τὸ ἥμισυ αὐτου̃ ταύτη̨
26 καὶ ἀπεκρίθη ἡ γυνή ἡ̃ς ἠ̃ν ὁ υἱὸς ὁ ζω̃ν καὶ εἰ̃πεν πρὸς τὸν βασιλέα ὅτι ἐταράχθη ἡ μήτρα αὐτη̃ς ἐπὶ τω̨̃ υἱω̨̃ αὐτη̃ς καὶ εἰ̃πεν ἐν ἐμοί κύριε δότε αὐτη̨̃ τὸ παιδίον καὶ θανάτω̨ μὴ θανατώσητε αὐτόν καὶ αὕτη εἰ̃πεν μήτε ἐμοὶ μήτε αὐτη̨̃ ἔστω διέλετε
27 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἰ̃πεν δότε τὸ παιδίον τη̨̃ εἰπούση̨ δότε αὐτη̨̃ αὐτὸ καὶ θανάτω̨ μὴ θανατώσητε αὐτόν αὐτὴ ἡ μήτηρ αὐτου̃
28 καὶ ἤκουσαν πα̃ς Ισραηλ τὸ κρίμα του̃το ὃ ἔκρινεν ὁ βασιλεύς καὶ ἐφοβήθησαν ἀπὸ προσώπου του̃ βασιλέως ὅτι εἰ̃δον ὅτι φρόνησις θεου̃ ἐν αὐτω̨̃ του̃ ποιει̃ν δικαίωμα
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.