Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 6

καὶ ἐγενήθη ἐν τω̨̃ τεσσαρακοστω̨̃ καὶ τετρακοσιοστω̨̃ ἔτει τη̃ς ἐξόδου υἱω̃ν Ισραηλ ἐξ Αἰγύπτου τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ ἐν μηνὶ τω̨̃ δευτέρω̨ βασιλεύοντος του̃ βασιλέως Σαλωμων ἐπὶ Ισραηλ
καὶ ὁ οἰ̃κος ὃν ὠ̨κοδόμησεν ὁ βασιλεὺς Σαλωμων τω̨̃ κυρίω̨ τεσσαράκοντα πήχεων μη̃κος αὐτου̃ καὶ εἴκοσι ἐν πήχει πλάτος αὐτου̃ καὶ πέντε καὶ εἴκοσι ἐν πήχει τὸ ὕψος αὐτου̃
καὶ τὸ αιλαμ κατὰ πρόσωπον του̃ ναου̃ εἴκοσι ἐν πήχει μη̃κος αὐτου̃ εἰς τὸ πλάτος του̃ οἴκου καὶ δέκα ἐν πήχει τὸ πλάτος αὐτου̃ κατὰ πρόσωπον του̃ οἴκου καὶ ὠ̨κοδόμησεν τὸν οἰ̃κον καὶ συνετέλεσεν αὐτόν
καὶ ἐποίησεν τω̨̃ οἴκω̨ θυρίδας παρακυπτομένας κρυπτάς
καὶ ἔδωκεν ἐπὶ τὸν τοι̃χον του̃ οἴκου μέλαθρα κυκλόθεν τω̨̃ ναω̨̃ καὶ τω̨̃ δαβιρ καὶ ἐποίησεν πλευρὰς κυκλόθεν
ἡ πλευρὰ ἡ ὑποκάτω πέντε πήχεων τὸ πλάτος αὐτη̃ς καὶ τὸ μέσον ἕξ καὶ ἡ τρίτη ἑπτὰ ἐν πήχει τὸ πλάτος αὐτη̃ς ὅτι διάστημα ἔδωκεν τω̨̃ οἴκω̨ κυκλόθεν ἔξωθεν του̃ οἴκου ὅπως μὴ ἐπιλαμβάνωνται τω̃ν τοίχων του̃ οἴκου
καὶ ὁ οἰ̃κος ἐν τω̨̃ οἰκοδομει̃σθαι αὐτὸν λίθοις ἀκροτόμοις ἀργοι̃ς ὠ̨κοδομήθη καὶ σφυ̃ρα καὶ πέλεκυς καὶ πα̃ν σκευ̃ος σιδηρου̃ν οὐκ ἠκούσθη ἐν τω̨̃ οἴκω̨ ἐν τω̨̃ οἰκοδομει̃σθαι αὐτόν
καὶ ὁ πυλὼν τη̃ς πλευρα̃ς τη̃ς ὑποκάτωθεν ὑπὸ τὴν ὠμίαν του̃ οἴκου τὴν δεξιάν καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον καὶ ἐκ τη̃ς μέσης ἐπὶ τὰ τριώροφα
καὶ ὠ̨κοδόμησεν τὸν οἰ̃κον καὶ συνετέλεσεν αὐτόν καὶ ἐκοιλοστάθμησεν τὸν οἰ̃κον κέδροις
10 καὶ ὠ̨κοδόμησεν τοὺς ἐνδέσμους δι' ὅλου του̃ οἴκου πέντε ἐν πήχει τὸ ὕψος αὐτου̃ καὶ συνέσχεν τὸν ἔνδεσμον ἐν ξύλοις κεδρίνοις
11 ...
12 ...
13 ...
14 ...
15 καὶ ὠ̨κοδόμησεν τοὺς τοίχους του̃ οἴκου διὰ ξύλων κεδρίνων ἀπὸ του̃ ἐδάφους του̃ οἴκου καὶ ἕως τω̃ν δοκω̃ν καὶ ἕως τω̃ν τοίχων ἐκοιλοστάθμησεν συνεχόμενα ξύλοις ἔσωθεν καὶ περιέσχεν τὸ ἔσω του̃ οἴκου ἐν πλευραι̃ς πευκίναις
16 καὶ ὠ̨κοδόμησεν τοὺς εἴκοσι πήχεις ἀπ' ἄκρου του̃ οἴκου τὸ πλευρὸν τὸ ἓν ἀπὸ του̃ ἐδάφους ἕως τω̃ν δοκω̃ν καὶ ἐποίησεν ἐκ του̃ δαβιρ εἰς τὸ ἅγιον τω̃ν ἁγίων
17 καὶ τεσσαράκοντα πηχω̃ν ἠ̃ν ὁ ναὸς κατὰ πρόσωπον
18 ...
19 του̃ δαβιρ ἐν μέσω̨ του̃ οἴκου ἔσωθεν δου̃ναι ἐκει̃ τὴν κιβωτὸν διαθήκης κυρίου
20 εἴκοσι πήχεις μη̃κος καὶ εἴκοσι πήχεις πλάτος καὶ εἴκοσι πήχεις τὸ ὕψος αὐτου̃ καὶ περιέσχεν αὐτὸν χρυσίω̨ συγκεκλεισμένω̨ καὶ ἐποίησεν θυσιαστήριον
21 κατὰ πρόσωπον του̃ δαβιρ καὶ περιέσχεν αὐτὸ χρυσίω̨
22 καὶ ὅλον τὸν οἰ̃κον περιέσχεν χρυσίω̨ ἕως συντελείας παντὸς του̃ οἴκου
23 καὶ ἐποίησεν ἐν τω̨̃ δαβιρ δύο χερουβιν δέκα πήχεων μέγεθος ἐσταθμωμένον
24 καὶ πέντε πήχεων πτερύγιον του̃ χερουβ του̃ ἑνός καὶ πέντε πήχεων πτερύγιον αὐτου̃ τὸ δεύτερον ἐν πήχει δέκα ἀπὸ μέρους πτερυγίου αὐτου̃ εἰς μέρος πτερυγίου αὐτου̃
25 οὕτως τω̨̃ χερουβ τω̨̃ δευτέρω̨ ἐν μέτρω̨ ἑνὶ συντέλεια μία ἀμφοτέροις
26 καὶ τὸ ὕψος του̃ χερουβ του̃ ἑνὸς δέκα ἐν πήχει καὶ οὕτως τὸ χερουβ τὸ δεύτερον
27 καὶ ἀμφότερα τὰ χερουβιν ἐν μέσω̨ του̃ οἴκου του̃ ἐσωτάτου καὶ διεπέτασεν τὰς πτέρυγας αὐτω̃ν καὶ ἥπτετο πτέρυξ μία του̃ τοίχου καὶ πτέρυξ ἥπτετο του̃ τοίχου του̃ δευτέρου καὶ αἱ πτέρυγες αὐτω̃ν αἱ ἐν μέσω̨ του̃ οἴκου ἥπτοντο πτέρυξ πτέρυγος
28 καὶ περιέσχεν τὰ χερουβιν χρυσίω̨
29 καὶ πάντας τοὺς τοίχους του̃ οἴκου κύκλω̨ ἐγκολαπτὰ ἔγραψεν γραφίδι χερουβιν καὶ φοίνικες τω̨̃ ἐσωτέρω̨ καὶ τω̨̃ ἐξωτέρω̨
30 καὶ τὸ ἔδαφος του̃ οἴκου περιέσχεν χρυσίω̨ του̃ ἐσωτάτου καὶ του̃ ἐξωτάτου
31 καὶ τω̨̃ θυρώματι του̃ δαβιρ ἐποίησεν θύρας ξύλων ἀρκευθίνων καὶ φλιὰς πενταπλα̃ς
32 καὶ δύο θύρας ξύλων πευκίνων καὶ ἐγκολαπτὰ ἐπ' αὐτω̃ν ἐγκεκολαμμένα χερουβιν καὶ φοίνικας καὶ πέταλα διαπεπετασμένα καὶ περιέσχεν χρυσίω̨ καὶ κατέβαινεν ἐπὶ τὰ χερουβιν καὶ ἐπὶ τοὺς φοίνικας τὸ χρυσίον
33 καὶ οὕτως ἐποίησεν τω̨̃ πυλω̃νι του̃ ναου̃ φλιαὶ ξύλων ἀρκευθίνων στοαὶ τετραπλω̃ς
34 καὶ ἐν ἀμφοτέραις ται̃ς θύραις ξύλα πεύκινα δύο πτυχαὶ ἡ θύρα ἡ μία καὶ στροφει̃ς αὐτω̃ν καὶ δύο πτυχαὶ ἡ θύρα ἡ δευτέρα στρεφόμενα
35 ἐγκεκολαμμένα χερουβιν καὶ φοίνικες καὶ διαπεπετασμένα πέταλα καὶ περιεχόμενα χρυσίω̨ καταγομένω̨ ἐπὶ τὴν ἐκτύπωσιν
36 καὶ ὠ̨κοδόμησεν τὴν αὐλὴν τὴν ἐσωτάτην τρει̃ς στίχους ἀπελεκήτων καὶ στίχος κατειργασμένης κέδρου κυκλόθεν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.