Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 18

καὶ ἐγένετο ἐν ἔτει τρίτω̨ τω̨̃ Ωσηε υἱω̨̃ Ηλα βασιλει̃ Ισραηλ ἐβασίλευσεν Εζεκιας υἱὸς Αχαζ βασιλέως Ιουδα
υἱὸς εἴκοσι καὶ πέντε ἐτω̃ν ἠ̃ν ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Αβου θυγάτηρ Ζαχαριου
καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Δαυιδ ὁ πατὴρ αὐτου̃
αὐτὸς ἐξη̃ρεν τὰ ὑψηλὰ καὶ συνέτριψεν πάσας τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ τὸν ὄφιν τὸν χαλκου̃ν ὃν ἐποίησεν Μωυση̃ς ὅτι ἕως τω̃ν ἡμερω̃ν ἐκείνων ἠ̃σαν οἱ υἱοὶ Ισραηλ θυμιω̃ντες αὐτω̨̃ καὶ ἐκάλεσεν αὐτὸν Νεεσθαν
ἐν κυρίω̨ θεω̨̃ Ισραηλ ἤλπισεν καὶ μετ' αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτω̨̃ ἐν βασιλευ̃σιν Ιουδα καὶ ἐν τοι̃ς γενομένοις ἔμπροσθεν αὐτου̃
καὶ ἐκολλήθη τω̨̃ κυρίω̨ οὐκ ἀπέστη ὄπισθεν αὐτου̃ καὶ ἐφύλαξεν τὰς ἐντολὰς αὐτου̃ ὅσας ἐνετείλατο Μωυση̨̃
καὶ ἠ̃ν κύριος μετ' αὐτου̃ ἐν πα̃σιν οἱ̃ς ἐποίει συνη̃κεν καὶ ἠθέτησεν ἐν τω̨̃ βασιλει̃ 'Ασσυρίων καὶ οὐκ ἐδούλευσεν αὐτω̨̃
αὐτὸς ἐπάταξεν τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίου αὐτη̃ς ἀπὸ πύργου φυλασσόντων καὶ ἕως πόλεως ὀχυρα̃ς
καὶ ἐγένετο ἐν τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ βασιλει̃ Εζεκια αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τω̨̃ Ωσηε υἱω̨̃ Ηλα βασιλει̃ Ισραηλ ἀνέβη Σαλαμανασσαρ βασιλεὺς 'Ασσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ' αὐτήν
10 καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριω̃ν ἐτω̃ν ἐν ἔτει ἕκτω̨ τω̨̃ Εζεκια αὐτὸς ἐνιαυτὸς ἔνατος τω̨̃ Ωσηε βασιλει̃ Ισραηλ καὶ συνελήμφθη Σαμάρεια
11 καὶ ἀπώ̨κισεν βασιλεὺς 'Ασσυρίων τὴν Σαμάρειαν εἰς 'Ασσυρίους καὶ ἔθηκεν αὐτοὺς ἐν Αλαε καὶ ἐν Αβωρ ποταμω̨̃ Γωζαν καὶ Ορη Μήδων
12 ἀνθ' ὡ̃ν ὅτι οὐκ ἤκουσαν τη̃ς φωνη̃ς κυρίου θεου̃ αὐτω̃ν καὶ παρέβησαν τὴν διαθήκην αὐτου̃ πάντα ὅσα ἐνετείλατο Μωυση̃ς ὁ δου̃λος κυρίου καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν
13 καὶ τω̨̃ τεσσαρεσκαιδεκάτω̨ ἔτει βασιλει̃ Εζεκιου ἀνέβη Σενναχηριμ βασιλεὺς 'Ασσυρίων ἐπὶ τὰς πόλεις Ιουδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς
14 καὶ ἀπέστειλεν Εζεκιας βασιλεὺς Ιουδα ἀγγέλους πρὸς βασιλέα 'Ασσυρίων εἰς Λαχις λέγων ἡμάρτηκα ἀποστράφητι ἀπ' ἐμου̃ ὃ ἐὰν ἐπιθη̨̃ς ἐπ' ἐμέ βαστάσω καὶ ἐπέθηκεν ὁ βασιλεὺς 'Ασσυρίων ἐπὶ Εζεκιαν βασιλέα Ιουδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου
15 καὶ ἔδωκεν Εζεκιας πα̃ν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκω̨ κυρίου καὶ ἐν θησαυροι̃ς οἴκου του̃ βασιλέως
16 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ συνέκοψεν Εζεκιας τὰς θύρας ναου̃ κυρίου καὶ τὰ ἐστηριγμένα ἃ ἐχρύσωσεν Εζεκιας βασιλεὺς Ιουδα καὶ ἔδωκεν αὐτὰ βασιλει̃ 'Ασσυρίων
17 καὶ ἀπέστειλεν βασιλεὺς 'Ασσυρίων τὸν Θαρθαν καὶ τὸν Ραφις καὶ τὸν Ραψακην ἐκ Λαχις πρὸς τὸν βασιλέα Εζεκιαν ἐν δυνάμει βαρεία̨ ἐπὶ Ιερουσαλημ καὶ ἀνέβησαν καὶ ἠ̃λθον εἰς Ιερουσαλημ καὶ ἔστησαν ἐν τω̨̃ ὑδραγωγω̨̃ τη̃ς κολυμβήθρας τη̃ς ἄνω ἥ ἐστιν ἐν τη̨̃ ὁδω̨̃ του̃ ἀγρου̃ του̃ γναφέως
18 καὶ ἐβόησαν πρὸς Εζεκιαν καὶ ἐξη̃λθον πρὸς αὐτὸν Ελιακιμ υἱὸς Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωας υἱὸς Ασαφ ὁ ἀναμιμνή̨σκων
19 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ραψακης εἴπατε δὴ πρὸς Εζεκιαν τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς 'Ασσυρίων τίς ἡ πεποίθησις αὕτη ἣν πέποιθας
20 εἰ̃πας πλὴν λόγοι χειλέων βουλὴ καὶ δύναμις εἰς πόλεμον νυ̃ν οὐ̃ν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί
21 νυ̃ν ἰδοὺ πέποιθας σαυτω̨̃ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην ἐπ' Αἴγυπτον ὃς ἂν στηριχθη̨̃ ἀνὴρ ἐπ' αὐτήν καὶ εἰσελεύσεται εἰς τὴν χει̃ρα αὐτου̃ καὶ τρήσει αὐτήν οὕτως Φαραω βασιλεὺς Αἰγύπτου πα̃σιν τοι̃ς πεποιθόσιν ἐπ' αὐτόν
22 καὶ ὅτι εἰ̃πας πρός με ἐπὶ κύριον θεὸν πεποίθαμεν οὐχὶ αὐτὸς οὑ̃τος οὑ̃ ἀπέστησεν Εζεκιας τὰ ὑψηλὰ αὐτου̃ καὶ τὰ θυσιαστήρια αὐτου̃ καὶ εἰ̃πεν τω̨̃ Ιουδα καὶ τη̨̃ Ιερουσαλημ ἐνώπιον του̃ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ιερουσαλημ
23 καὶ νυ̃ν μίχθητε δὴ τω̨̃ κυρίω̨ μου βασιλει̃ 'Ασσυρίων καὶ δώσω σοι δισχιλίους ἵππους εἰ δυνήση̨ δου̃ναι σεαυτω̨̃ ἐπιβάτας ἐπ' αὐτούς
24 καὶ πω̃ς ἀποστρέψεις τὸ πρόσωπον τοπάρχου ἑνὸς τω̃ν δούλων του̃ κυρίου μου τω̃ν ἐλαχίστων καὶ ἤλπισας σαυτω̨̃ ἐπ' Αἴγυπτον εἰς ἅρματα καὶ ἱππει̃ς
25 καὶ νυ̃ν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον του̃τον του̃ διαφθει̃ραι αὐτόν κύριος εἰ̃πεν πρός με ἀνάβηθι ἐπὶ τὴν γη̃ν ταύτην καὶ διάφθειρον αὐτήν
26 καὶ εἰ̃πεν Ελιακιμ υἱὸς Χελκιου καὶ Σομνας καὶ Ιωας πρὸς Ραψακην λάλησον δὴ πρὸς τοὺς παι̃δάς σου Συριστί ὅτι ἀκούομεν ἡμει̃ς καὶ οὐ λαλήσεις μεθ' ἡμω̃ν Ιουδαϊστί καὶ ἵνα τί λαλει̃ς ἐν τοι̃ς ὠσὶν του̃ λαου̃ του̃ ἐπὶ του̃ τείχους
27 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ραψακης μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέν με ὁ κύριός μου λαλη̃σαι τοὺς λόγους τούτους οὐχὶ ἐπὶ τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ του̃ τείχους του̃ φαγει̃ν τὴν κόπρον αὐτω̃ν καὶ πιει̃ν τὸ οὐ̃ρον αὐτω̃ν μεθ' ὑμω̃ν ἅμα
28 καὶ ἔστη Ραψακης καὶ ἐβόησεν φωνη̨̃ μεγάλη̨ Ιουδαϊστὶ καὶ ἐλάλησεν καὶ εἰ̃πεν ἀκούσατε τοὺς λόγους του̃ μεγάλου βασιλέως 'Ασσυρίων
29 τάδε λέγει ὁ βασιλεύς μὴ ἐπαιρέτω ὑμα̃ς Εζεκιας λόγοις ὅτι οὐ μὴ δύνηται ὑμα̃ς ἐξελέσθαι ἐκ χειρός μου
30 καὶ μὴ ἐπελπιζέτω ὑμα̃ς Εζεκιας πρὸς κύριον λέγων ἐξαιρούμενος ἐξελει̃ται ἡμα̃ς κύριος οὐ μὴ παραδοθη̨̃ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως 'Ασσυρίων
31 μὴ ἀκούετε Εζεκιου ὅτι τάδε λέγει ὁ βασιλεὺς 'Ασσυρίων ποιήσατε μετ' ἐμου̃ εὐλογίαν καὶ ἐξέλθατε πρός με καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτου̃ καὶ ἀνὴρ τὴν συκη̃ν αὐτου̃ φάγεται καὶ πίεται ὕδωρ του̃ λάκκου αὐτου̃
32 ἕως ἔλθω καὶ λάβω ὑμα̃ς εἰς γη̃ν ὡς γη̃ ὑμω̃ν γη̃ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων γη̃ ἐλαίας ἐλαίου καὶ μέλιτος καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε καὶ μὴ ἀκούετε Εζεκιου ὅτι ἀπατα̨̃ ὑμα̃ς λέγων κύριος ῥύσεται ἡμα̃ς
33 μὴ ῥυόμενοι ἐρρύσαντο οἱ θεοὶ τω̃ν ἐθνω̃ν ἕκαστος τὴν ἑαυτου̃ χώραν ἐκ χειρὸς βασιλέως 'Ασσυρίων
34 που̃ ἐστιν ὁ θεὸς Αιμαθ καὶ Αρφαδ που̃ ἐστιν ὁ θεὸς Σεπφαρουαιν καὶ ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου
35 τίς ἐν πα̃σιν τοι̃ς θεοι̃ς τω̃ν γαιω̃ν οἳ ἐξείλαντο τὰς γα̃ς αὐτω̃ν ἐκ χειρός μου ὅτι ἐξελει̃ται κύριος τὴν Ιερουσαλημ ἐκ χειρός μου
36 καὶ ἐκώφευσαν καὶ οὐκ ἀπεκρίθησαν αὐτω̨̃ λόγον ὅτι ἐντολὴ του̃ βασιλέως λέγων οὐκ ἀποκριθήσεσθε αὐτω̨̃
37 καὶ εἰση̃λθεν Ελιακιμ υἱὸς Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωας υἱὸς Ασαφ ὁ ἀναμιμνή̨σκων πρὸς Εζεκιαν διερρηχότες τὰ ἱμάτια καὶ ἀνήγγειλαν αὐτω̨̃ τοὺς λόγους Ραψακου
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.