Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 8

καὶ Ελισαιε ἐλάλησεν πρὸς τὴν γυναι̃κα ἡ̃ς ἐζωπύρησεν τὸν υἱόν λέγων ἀνάστηθι καὶ δευ̃ρο σὺ καὶ ὁ οἰ̃κός σου καὶ παροίκει οὑ̃ ἐὰν παροικήση̨ς ὅτι κέκληκεν κύριος λιμὸν ἐπὶ τὴν γη̃ν καί γε ἠ̃λθεν ἐπὶ τὴν γη̃ν ἑπτὰ ἔτη
καὶ ἀνέστη ἡ γυνὴ καὶ ἐποίησεν κατὰ τὸ ῥη̃μα Ελισαιε καὶ ἐπορεύθη αὐτὴ καὶ ὁ οἰ̃κος αὐτη̃ς καὶ παρώ̨κει ἐν γη̨̃ ἀλλοφύλων ἑπτὰ ἔτη
καὶ ἐγένετο μετὰ τὸ τέλος τω̃ν ἑπτὰ ἐτω̃ν καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γη̃ς ἀλλοφύλων εἰς τὴν πόλιν καὶ ἠ̃λθεν βοη̃σαι πρὸς τὸν βασιλέα περὶ του̃ οἴκου ἑαυτη̃ς καὶ περὶ τω̃ν ἀγρω̃ν ἑαυτη̃ς
καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς Γιεζι τὸ παιδάριον Ελισαιε του̃ ἀνθρώπου του̃ θεου̃ λέγων διήγησαι δή μοι πάντα τὰ μεγάλα ἃ ἐποίησεν Ελισαιε
καὶ ἐγένετο αὐτου̃ ἐξηγουμένου τω̨̃ βασιλει̃ ὡς ἐζωπύρησεν υἱὸν τεθνηκότα καὶ ἰδοὺ ἡ γυνή ἡ̃ς ἐζωπύρησεν τὸν υἱὸν αὐτη̃ς Ελισαιε βοω̃σα πρὸς τὸν βασιλέα περὶ του̃ οἴκου ἑαυτη̃ς καὶ περὶ τω̃ν ἀγρω̃ν ἑαυτη̃ς καὶ εἰ̃πεν Γιεζι κύριε βασιλευ̃ αὕτη ἡ γυνή καὶ οὑ̃τος ὁ υἱὸς αὐτη̃ς ὃν ἐζωπύρησεν Ελισαιε
καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναι̃κα καὶ διηγήσατο αὐτω̨̃ καὶ ἔδωκεν αὐτη̨̃ ὁ βασιλεὺς εὐνου̃χον ἕνα λέγων ἐπίστρεψον πάντα τὰ αὐτη̃ς καὶ πάντα τὰ γενήματα του̃ ἀγρου̃ αὐτη̃ς ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς κατέλιπεν τὴν γη̃ν ἕως του̃ νυ̃ν
καὶ ἠ̃λθεν Ελισαιε εἰς Δαμασκόν καὶ υἱὸς Αδερ βασιλεὺς Συρίας ἠρρώστει καὶ ἀνήγγειλαν αὐτω̨̃ λέγοντες ἥκει ὁ ἄνθρωπος του̃ θεου̃ ἕως ὡ̃δε
καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Αζαηλ λαβὲ ἐν τη̨̃ χειρί σου μαναα καὶ δευ̃ρο εἰς ἀπαντὴν τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ καὶ ἐπιζήτησον τὸν κύριον παρ' αὐτου̃ λέγων εἰ ζήσομαι ἐκ τη̃ς ἀρρωστίας μου ταύτης
καὶ ἐπορεύθη Αζαηλ εἰς ἀπαντὴν αὐτου̃ καὶ ἔλαβεν μαναα ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκου̃ ἄρσιν τεσσαράκοντα καμήλων καὶ ἠ̃λθεν καὶ ἔστη ἐνώπιον αὐτου̃ καὶ εἰ̃πεν πρὸς Ελισαιε ὁ υἱός σου υἱὸς Αδερ βασιλεὺς Συρίας ἀπέστειλέν με πρὸς σὲ λέγων εἰ ζήσομαι ἐκ τη̃ς ἀρρωστίας μου ταύτης
10 καὶ εἰ̃πεν Ελισαιε δευ̃ρο εἰπὸν αὐτω̨̃ ζωη̨̃ ζήση̨ καὶ ἔδειξέν μοι κύριος ὅτι θανάτω̨ ἀποθανη̨̃
11 καὶ παρέστη τω̨̃ προσώπω̨ αὐτου̃ καὶ ἔθηκεν ἕως αἰσχύνης καὶ ἔκλαυσεν ὁ ἄνθρωπος του̃ θεου̃
12 καὶ εἰ̃πεν Αζαηλ τί ὅτι ὁ κύριός μου κλαίει καὶ εἰ̃πεν ὅτι οἰ̃δα ὅσα ποιήσεις τοι̃ς υἱοι̃ς Ισραηλ κακά τὰ ὀχυρώματα αὐτω̃ν ἐξαποστελει̃ς ἐν πυρὶ καὶ τοὺς ἐκλεκτοὺς αὐτω̃ν ἐν ῥομφαία̨ ἀποκτενει̃ς καὶ τὰ νήπια αὐτω̃ν ἐνσείσεις καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτω̃ν ἀναρρήξεις
13 καὶ εἰ̃πεν Αζαηλ τίς ἐστιν ὁ δου̃λός σου ὁ κύων ὁ τεθνηκώς ὅτι ποιήσει τὸ ῥη̃μα του̃το καὶ εἰ̃πεν Ελισαιε ἔδειξέν μοι κύριός σε βασιλεύοντα ἐπὶ Συρίαν
14 καὶ ἀπη̃λθεν ἀπὸ Ελισαιε καὶ εἰση̃λθεν πρὸς τὸν κύριον αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ τί εἰ̃πέν σοι Ελισαιε καὶ εἰ̃πεν εἰ̃πέν μοι ζωη̨̃ ζήση̨
15 καὶ ἐγένετο τη̨̃ ἐπαύριον καὶ ἔλαβεν τὸ μαχμα καὶ ἔβαψεν ἐν τω̨̃ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτου̃ καὶ ἀπέθανεν καὶ ἐβασίλευσεν Αζαηλ ἀντ' αὐτου̃
16 ἐν ἔτει πέμπτω̨ τω̨̃ Ιωραμ υἱω̨̃ Αχααβ βασιλει̃ Ισραηλ ἐβασίλευσεν Ιωραμ υἱὸς Ιωσαφατ βασιλεὺς Ιουδα
17 υἱὸς τριάκοντα καὶ δύο ἐτω̃ν ἠ̃ν ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ
18 καὶ ἐπορεύθη ἐν ὁδω̨̃ βασιλέων Ισραηλ καθὼς ἐποίησεν οἰ̃κος Αχααβ ὅτι θυγάτηρ Αχααβ ἠ̃ν αὐτω̨̃ εἰς γυναι̃κα καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου
19 καὶ οὐκ ἠθέλησεν κύριος διαφθει̃ραι τὸν Ιουδαν διὰ Δαυιδ τὸν δου̃λον αὐτου̃ καθὼς εἰ̃πεν δου̃ναι αὐτω̨̃ λύχνον καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ πάσας τὰς ἡμέρας
20 ἐν ται̃ς ἡμέραις αὐτου̃ ἠθέτησεν Εδωμ ὑποκάτωθεν χειρὸς Ιουδα καὶ ἐβασίλευσαν ἐφ' ἑαυτοὺς βασιλέα
21 καὶ ἀνέβη Ιωραμ εἰς Σιωρ καὶ πάντα τὰ ἅρματα μετ' αὐτου̃ καὶ ἐγένετο αὐτου̃ ἀναστάντος καὶ ἐπάταξεν τὸν Εδωμ τὸν κυκλώσαντα ἐπ' αὐτὸν καὶ τοὺς ἄρχοντας τω̃ν ἁρμάτων καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτω̃ν
22 καὶ ἠθέτησεν Εδωμ ὑποκάτωθεν χειρὸς Ιουδα ἕως τη̃ς ἡμέρας ταύτης τότε ἠθέτησεν Λοβενα ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨
23 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωραμ καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γέγραπται ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα
24 καὶ ἐκοιμήθη Ιωραμ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
25 ἐν ἔτει δωδεκάτω̨ τω̨̃ Ιωραμ υἱω̨̃ Αχααβ βασιλει̃ Ισραηλ ἐβασίλευσεν Οχοζιας υἱὸς Ιωραμ
26 υἱὸς εἴκοσι καὶ δύο ἐτω̃ν Οχοζιας ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Γοθολια θυγάτηρ Αμβρι βασιλέως Ισραηλ
27 καὶ ἐπορεύθη ἐν ὁδω̨̃ οἴκου Αχααβ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καθὼς ὁ οἰ̃κος Αχααβ
28 καὶ ἐπορεύθη μετὰ Ιωραμ υἱου̃ Αχααβ εἰς πόλεμον μετὰ Αζαηλ βασιλέως ἀλλοφύλων ἐν Ρεμμωθ Γαλααδ καὶ ἐπάταξαν οἱ Σύροι τὸν Ιωραμ
29 καὶ ἐπέστρεψεν ὁ βασιλεὺς Ιωραμ του̃ ἰατρευθη̃ναι ἐν Ιεζραελ ἀπὸ τω̃ν πληγω̃ν ὡ̃ν ἐπάταξαν αὐτὸν ἐν Ρεμμωθ ἐν τω̨̃ πολεμει̃ν αὐτὸν μετὰ Αζαηλ βασιλέως Συρίας καὶ Οχοζιας υἱὸς Ιωραμ κατέβη του̃ ἰδει̃ν τὸν Ιωραμ υἱὸν Αχααβ ἐν Ιεζραελ ὅτι ἠρρώστει αὐτός
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.