1 τòν μὲν πρω̃τον λόγον ἐποιησάμην περὶ πάντων ὠ̃ Θεόφιλε ὡ̃ν ἤρξατο ὁ ’Ιησου̃ς ποιει̃ν τε καὶ διδάσκειν |
2 ἄχρι ἡ̃ς ἡμέρας ἐντειλάμενος τοι̃ς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη |
3 οἱ̃ς καὶ παρέστησεν ἑαυτòν ζω̃ντα μετὰ τò παθει̃ν αὐτòν ἐν πολλοι̃ς τεκμηρίοις δι' ἡμερω̃ν τεσσεράκοντα ὀπτανόμενος αὐτοι̃ς καὶ λέγων τὰ περὶ τη̃ς βασιλείας του̃ θεου̃ |
4 καὶ συναλιζόμενος παρήγγειλεν αὐτοι̃ς ἀπò ‘Ιεροσολύμων μὴ χωρίζεσθαι ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν του̃ πατρòς ἣν ἠκούσατέ μου |
5 ὅτι ’Ιωάννης μὲν ἐβάπτισεν ὕδατι ὑμει̃ς δὲ ἐν πνεύματι βαπτισθήσεσθε ἁγίω̨ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας |
6 οἱ μὲν οὐ̃ν συνελθόντες ἠρώτων αὐτòν λέγοντες κύριε εἰ ἐν τω̨̃ χρόνω̨ τούτω̨ ἀποκαθιστάνεις τὴν βασιλείαν τω̨̃ ’Ισραήλ |
7 εἰ̃πεν δὲ πρòς αὐτούς οὐχ ὑμω̃ν ἐστιν γνω̃ναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τη̨̃ ἰδία̨ ἐξουσία̨ |
8 ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος του̃ ἁγίου πνεύματος ἐφ' ὑμα̃ς καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε ’Ιερουσαλὴμ καὶ ἐν πάση̨ τη̨̃ ’Ιουδαία̨ καὶ Σαμαρεία̨ καὶ ἕως ἐσχάτου τη̃ς γη̃ς |
9 καὶ ταυ̃τα εἰπὼν βλεπόντων αὐτω̃ν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτòν ἀπò τω̃ν ὀφθαλμω̃ν αὐτω̃ν |
10 καὶ ὡς ἀτενίζοντες ἠ̃σαν εἰς τòν οὐρανòν πορευομένου αὐτου̃ καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοι̃ς ἐν ἐσθήσεσι λευκαι̃ς |
11 οἳ καὶ εἰ̃παν ἄνδρες Γαλιλαι̃οι τί ἑστήκατε ἐμβλέποντες εἰς τòν οὐρανόν οὑ̃τος ὁ ’Ιησου̃ς ὁ ἀναλημφθεὶς ἀφ' ὑμω̃ν εἰς τòν οὐρανòν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτòν πορευόμενον εἰς τòν οὐρανόν |
12 τότε ὑπέστρεψαν εἰς ’Ιερουσαλὴμ ἀπò ὄρους του̃ καλουμένου ἐλαιω̃νος ὅ ἐστιν ἐγγὺς ’Ιερουσαλὴμ σαββάτου ἔχον ὁδόν |
13 καὶ ὅτε εἰση̃λθον εἰς τò ὑπερω̨̃ον ἀνέβησαν οὑ̃ ἠ̃σαν καταμένοντες ὅ τε Πέτρος καὶ ’Ιωάννης καὶ ’Ιάκωβος καὶ ’Ανδρέας Φίλιππος καὶ Θωμα̃ς Βαρθολομαι̃ος καὶ Μαθθαι̃ος ’Ιάκωβος ‘Αλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ ’Ιούδας ’Ιακώβου |
14 οὑ̃τοι πάντες ἠ̃σαν προσκαρτερου̃ντες ὁμοθυμαδòν τη̨̃ προσευχη̨̃ σὺν γυναιξὶν καὶ Μαριὰμ τη̨̃ μητρὶ του̃ ’Ιησου̃ καὶ τοι̃ς ἀδελφοι̃ς αὐτου̃ |
15 καὶ ἐν ται̃ς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν εἰ̃πεν ἠ̃ν τε ὄχλος ὀνομάτων ἐπὶ τò αὐτò ὡσεὶ ἑκατòν εἴκοσι |
16 ἄνδρες ἀδελφοί ἔδει πληρωθη̃ναι τὴν γραφὴν ἣν προει̃πεν τò πνευ̃μα τò ἅγιον διὰ στόματος Δαυὶδ περὶ ’Ιούδα του̃ γενομένου ὁδηγου̃ τοι̃ς συλλαβου̃σιν ’Ιησου̃ν |
17 ὅτι κατηριθμημένος ἠ̃ν ἐν ἡμι̃ν καὶ ἔλαχεν τòν κλη̃ρον τη̃ς διακονίας ταύτης |
18 οὑ̃τος μὲν οὐ̃ν ἐκτήσατο χωρίον ἐκ μισθου̃ τη̃ς ἀδικίας καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτου̃ |
19 καὶ γνωστòν ἐγένετο πα̃σι τοι̃ς κατοικου̃σιν ’Ιερουσαλήμ ὥστε κληθη̃ναι τò χωρίον ἐκει̃νο τη̨̃ ἰδία̨ διαλέκτω̨ αὐτω̃ν ‘Ακελδαμάχ του̃τ' ἔστιν χωρίον αἵματος |
20 γέγραπται γὰρ ἐν βίβλω̨ ψαλμω̃ν γενηθήτω ἡ ἔπαυλις αὐτου̃ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικω̃ν ἐν αὐτη̨̃ καί τὴν ἐπισκοπὴν αὐτου̃ λαβέτω ἕτερος |
21 δει̃ οὐ̃ν τω̃ν συνελθόντων ἡμι̃ν ἀνδρω̃ν ἐν παντὶ χρόνω̨ ὡ̨̃ εἰση̃λθεν καὶ ἐξη̃λθεν ἐφ' ἡμα̃ς ὁ κύριος ’Ιησου̃ς |
22 ἀρξάμενος ἀπò του̃ βαπτίσματος ’Ιωάννου ἕως τη̃ς ἡμέρας ἡ̃ς ἀνελήμφθη ἀφ' ἡμω̃ν μάρτυρα τη̃ς ἀναστάσεως αὐτου̃ σὺν ἡμι̃ν γενέσθαι ἕνα τούτων |
23 καὶ ἔστησαν δύο ’Ιωσὴφ τòν καλούμενον Βαρσαββα̃ν ὃς ἐπεκλήθη ’Ιου̃στος καὶ Μαθθίαν |
24 καὶ προσευξάμενοι εἰ̃παν σὺ κύριε καρδιογνω̃στα πάντων ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τω̃ν δύο ἕνα |
25 λαβει̃ν τòν τόπον τη̃ς διακονίας ταύτης καὶ ἀποστολη̃ς ἀφ' ἡ̃ς παρέβη ’Ιούδας πορευθη̃ναι εἰς τòν τόπον τòν ἴδιον |
26 καὶ ἔδωκαν κλήρους αὐτοι̃ς καὶ ἔπεσεν ὁ κλη̃ρος ἐπὶ Μαθθίαν καὶ συγκατεψηφίσθη μετὰ τω̃ν ἕνδεκα ἀποστόλων |