1 κατήντησεν δὲ καὶ εἰς Δέρβην καὶ εἰς Λύστραν καὶ ἰδοὺ μαθητής τις ἠ̃ν ἐκει̃ ὀνόματι Τιμόθεος υἱòς γυναικòς ’Ιουδαίας πιστη̃ς πατρòς δὲ ‘Έλληνος |
2 ὃς ἐμαρτυρει̃το ὑπò τω̃ν ἐν Λύστροις καὶ ’Ικονίω̨ ἀδελφω̃ν |
3 του̃τον ἠθέλησεν ὁ Παυ̃λος σὺν αὐτω̨̃ ἐξελθει̃ν καὶ λαβὼν περιέτεμεν αὐτòν διὰ τοὺς ’Ιουδαίους τοὺς ὄντας ἐν τοι̃ς τόποις ἐκείνοις ἤ̨δεισαν γὰρ ἅπαντες ὅτι ‘Έλλην ὁ πατὴρ αὐτου̃ ὑπη̃ρχεν |
4 ὡς δὲ διεπορεύοντο τὰς πόλεις παρεδίδοσαν αὐτοι̃ς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπò τω̃ν ἀποστόλων καὶ πρεσβυτέρων τω̃ν ἐν ‘Ιεροσολύμοις |
5 αἱ μὲν οὐ̃ν ἐκκλησίαι ἐστερεου̃ντο τη̨̃ πίστει καὶ ἐπερίσσευον τω̨̃ ἀριθμω̨̃ καθ' ἡμέραν |
6 διη̃λθον δὲ τὴν φρυγίαν καὶ Γαλατικὴν χώραν κωλυθέντες ὑπò του̃ ἁγίου πνεύματος λαλη̃σαι τòν λόγον ἐν τη̨̃ ’Ασία̨ |
7 ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθη̃ναι καὶ οὐκ εἴασεν αὐτοὺς τò πνευ̃μα ’Ιησου̃ |
8 παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρω̨άδα |
9 καὶ ὅραμα διὰ τη̃ς νυκτòς τω̨̃ Παύλω̨ ὤφθη ἀνὴρ Μακεδών τις ἠ̃ν ἑστὼς καὶ παρακαλω̃ν αὐτòν καὶ λέγων διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμι̃ν |
10 ὡς δὲ τò ὅραμα εἰ̃δεν εὐθέως ἐζητήσαμεν ἐξελθει̃ν εἰς Μακεδονίαν συμβιβάζοντες ὅτι προσκέκληται ἡμα̃ς ὁ θεòς εὐαγγελίσασθαι αὐτούς |
11 ἀναχθέντες δὲ ἀπò Τρω̨άδος εὐθυδρομήσαμεν εἰς Σαμοθρά̨κην τη̨̃ δὲ ἐπιούση̨ εἰς Νέαν Πόλιν |
12 κἀκει̃θεν εἰς Φιλίππους ἥτις ἐστὶν πρώτης μερίδος τη̃ς Μακεδονίας πόλις κολωνία ἠ̃μεν δὲ ἐν ταύτη̨ τη̨̃ πόλει διατρίβοντες ἡμέρας τινάς |
13 τη̨̃ τε ἡμέρα̨ τω̃ν σαββάτων ἐξήλθομεν ἔξω τη̃ς πύλης παρὰ ποταμòν οὑ̃ ἐνομίζομεν προσευχὴν εἰ̃ναι καὶ καθίσαντες ἐλαλου̃μεν ται̃ς συνελθούσαις γυναιξίν |
14 καί τις γυνὴ ὀνόματι Λυδία πορφυρόπωλις πόλεως θυατείρων σεβομένη τòν θεόν ἤκουεν ἡ̃ς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοι̃ς λαλουμένοις ὑπò του̃ Παύλου |
15 ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἰ̃κος αὐτη̃ς παρεκάλεσεν λέγουσα εἰ κεκρίκατέ με πιστὴν τω̨̃ κυρίω̨ εἰ̃ναι εἰσελθόντες εἰς τòν οἰ̃κόν μου μένετε καὶ παρεβιάσατο ἡμα̃ς |
16 ἐγένετο δὲ πορευομένων ἡμω̃ν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνευ̃μα πύθωνα ὑπαντη̃σαι ἡμι̃ν ἥτις ἐργασίαν πολλὴν παρει̃χεν τοι̃ς κυρίοις αὐτη̃ς μαντευομένη |
17 αὕτη κατακολουθου̃σα τω̨̃ Παύλω̨ καὶ ἡμι̃ν ἔκραζεν λέγουσα οὑ̃τοι οἱ ἄνθρωποι δου̃λοι του̃ θεου̃ του̃ ὑψίστου εἰσίν οἵτινες καταγγέλλουσιν ὑμι̃ν ὁδòν σωτηρίας |
18 του̃το δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας διαπονηθεὶς δὲ Παυ̃λος καὶ ἐπιστρέψας τω̨̃ πνεύματι εἰ̃πεν παραγγέλλω σοι ἐν ὀνόματι ’Ιησου̃ Χριστου̃ ἐξελθει̃ν ἀπ' αὐτη̃ς καὶ ἐξη̃λθεν αὐτη̨̃ τη̨̃ ὥρα̨ |
19 ἰδόντες δὲ οἱ κύριοι αὐτη̃ς ὅτι ἐξη̃λθεν ἡ ἐλπὶς τη̃ς ἐργασίας αὐτω̃ν ἐπιλαβόμενοι τòν Παυ̃λον καὶ τòν Σιλα̃ν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας |
20 καὶ προσαγαγόντες αὐτοὺς τοι̃ς στρατηγοι̃ς εἰ̃παν οὑ̃τοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμω̃ν τὴν πόλιν ’Ιουδαι̃οι ὑπάρχοντες |
21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμι̃ν παραδέχεσθαι οὐδὲ ποιει̃ν ‘Ρωμαίοις οὐ̃σιν |
22 καὶ συνεπέστη ὁ ὄχλος κατ' αὐτω̃ν καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτω̃ν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν |
23 πολλάς τε ἐπιθέντες αὐτοι̃ς πληγὰς ἔβαλον εἰς φυλακήν παραγγείλαντες τω̨̃ δεσμοφύλακι ἀσφαλω̃ς τηρει̃ν αὐτούς |
24 ὃς παραγγελίαν τοιαύτην λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτω̃ν εἰς τò ξύλον |
25 κατὰ δὲ τò μεσονύκτιον Παυ̃λος καὶ Σιλα̃ς προσευχόμενοι ὕμνουν τòν θεόν ἐπηκροω̃ντο δὲ αὐτω̃ν οἱ δέσμιοι |
26 ἄφνω δὲ σεισμòς ἐγένετο μέγας ὥστε σαλευθη̃ναι τὰ θεμέλια του̃ δεσμωτηρίου ἠνεώ̨χθησαν δὲ παραχρη̃μα αἱ θύραι πα̃σαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη |
27 ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεω̨γμένας τὰς θύρας τη̃ς φυλακη̃ς σπασάμενος τὴν μάχαιραν ἤμελλεν ἑαυτòν ἀναιρει̃ν νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους |
28 ἐφώνησεν δὲ μεγάλη̨ φωνη̨̃ ὁ Παυ̃λος λέγων μηδὲν πράξη̨ς σεαυτω̨̃ κακόν ἅπαντες γάρ ἐσμεν ἐνθάδε |
29 αἰτήσας δὲ φω̃τα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τω̨̃ Παύλω̨ καὶ τω̨̃ Σιλα̨̃ |
30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη κύριοι τί με δει̃ ποιει̃ν ἵνα σωθω̃ |
31 οἱ δὲ εἰ̃παν πίστευσον ἐπὶ τòν κύριον ’Ιησου̃ν καὶ σωθήση̨ σὺ καὶ ὁ οἰ̃κός σου |
32 καὶ ἐλάλησαν αὐτω̨̃ τòν λόγον του̃ κυρίου σὺν πα̃σιν τοι̃ς ἐν τη̨̃ οἰκία̨ αὐτου̃ |
33 καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνη̨ τη̨̃ ὥρα̨ τη̃ς νυκτòς ἔλουσεν ἀπò τω̃ν πληγω̃ν καὶ ἐβαπτίσθη αὐτòς καὶ οἱ αὐτου̃ πάντες παραχρη̃μα |
34 ἀναγαγών τε αὐτοὺς εἰς τòν οἰ̃κον παρέθηκεν τράπεζαν καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τω̨̃ θεω̨̃ |
35 ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους |
36 ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρòς τòν Παυ̃λον ὅτι ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθη̃τε νυ̃ν οὐ̃ν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνη̨ |
37 ὁ δὲ Παυ̃λος ἔφη πρòς αὐτούς δείραντες ἡμα̃ς δημοσία̨ ἀκατακρίτους ἀνθρώπους ‘Ρωμαίους ὑπάρχοντας ἔβαλαν εἰς φυλακήν καὶ νυ̃ν λάθρα̨ ἡμα̃ς ἐκβάλλουσιν οὐ γάρ ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμα̃ς ἐξαγαγέτωσαν |
38 ἀπήγγειλαν δὲ τοι̃ς στρατηγοι̃ς οἱ ῥαβδου̃χοι τὰ ῥήματα ταυ̃τα ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι ‘Ρωμαι̃οί εἰσιν |
39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθει̃ν ἀπò τη̃ς πόλεως |
40 ἐξελθόντες δὲ ἀπò τη̃ς φυλακη̃ς εἰση̃λθον πρòς τὴν Λυδίαν καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξη̃λθαν |