ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 17,
στἰχοι 22-31
22 σταθεὶς δὲ ὁ Παυ̃λος ἐν μέσω̨ του̃ ’Αρείου Πάγου ἔφη ἄνδρες ’Αθηναι̃οι κατὰ πάντα ὡς δεισιδαιμονεστέρου ὑμα̃ς θεωρω̃ |
23 διερχόμενος γὰρ καὶ ἀναθεωρω̃ν τὰ σεβάσματα ὑμω̃ν εὑ̃ρον καὶ βωμòν ἐν ὡ̨̃ ἐπεγέγραπτο ἀγνώστω̨ θεω̨̃ ὃ οὐ̃ν ἀγνοου̃ντες εὐσεβει̃τε του̃το ἐγὼ καταγγέλλω ὑμι̃ν |
24 ὁ θεòς ὁ ποιήσας τòν κόσμον καὶ πάντα τὰ ἐν αὐτω̨̃ οὑ̃τος οὐρανου̃ καὶ γη̃ς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοι̃ς κατοικει̃ |
25 οὐδὲ ὑπò χειρω̃ν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος αὐτòς διδοὺς πα̃σι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα |
26 ἐποίησέν τε ἐξ ἑνòς πα̃ν ἔθνος ἀνθρώπων κατοικει̃ν ἐπὶ παντòς προσώπου τη̃ς γη̃ς ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τη̃ς κατοικίας αὐτω̃ν |
27 ζητει̃ν τòν θεòν εἰ ἄρα γε ψηλαφήσειαν αὐτòν καὶ εὕροιεν καί γε οὐ μακρὰν ἀπò ἑνòς ἑκάστου ἡμω̃ν ὑπάρχοντα |
28 ἐν αὐτω̨̃ γὰρ ζω̃μεν καὶ κινούμεθα καὶ ἐσμέν ὡς καί τινες τω̃ν καθ' ὑμα̃ς ποιητω̃ν εἰρήκασιν του̃ γὰρ καὶ γένος ἐσμέν |
29 γένος οὐ̃ν ὑπάρχοντες του̃ θεου̃ οὐκ ὀφείλομεν νομίζειν χρυσω̨̃ ἢ ἀργύρω̨ ἢ λίθω̨ χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου τò θει̃ον εἰ̃ναι ὅμοιον |
30 τοὺς μὲν οὐ̃ν χρόνους τη̃ς ἀγνοίας ὑπεριδὼν ὁ θεòς τὰ νυ̃ν παραγγέλλει τοι̃ς ἀνθρώποις πάντας πανταχου̃ μετανοει̃ν |
31 καθότι ἔστησεν ἡμέραν ἐν ἡ̨̃ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνη̨ ἐν ἀνδρὶ ὡ̨̃ ὥρισεν πίστιν παρασχὼν πα̃σιν ἀναστήσας αὐτòν ἐκ νεκρω̃ν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.