Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 20,  στἰχοι 5-38

5 οὑ̃τοι δὲ προελθόντες ἔμενον ἡμα̃ς ἐν Τρω̨άδι
6 ἡμει̃ς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τω̃ν ἀζύμων ἀπò Φιλίππων καὶ ἤλθομεν πρòς αὐτοὺς εἰς τὴν Τρω̨άδα ἄχρι ἡμερω̃ν πέντε ὅπου διετρίψαμεν ἡμέρας ἑπτά
7 ἐν δὲ τη̨̃ μια̨̃ τω̃ν σαββάτων συνηγμένων ἡμω̃ν κλάσαι ἄρτον ὁ Παυ̃λος διελέγετο αὐτοι̃ς μέλλων ἐξιέναι τη̨̃ ἐπαύριον παρέτεινέν τε τòν λόγον μέχρι μεσονυκτίου
8 ἠ̃σαν δὲ λαμπάδες ἱκαναὶ ἐν τω̨̃ ὑπερώ̨ω̨ οὑ̃ ἠ̃μεν συνηγμένοι
9 καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τη̃ς θυρίδος καταφερόμενος ὕπνω̨ βαθει̃ διαλεγομένου του̃ Παύλου ἐπὶ πλει̃ον κατενεχθεὶς ἀπò του̃ ὕπνου ἔπεσεν ἀπò του̃ τριστέγου κάτω καὶ ἤρθη νεκρός
10 καταβὰς δὲ ὁ Παυ̃λος ἐπέπεσεν αὐτω̨̃ καὶ συμπεριλαβὼν εἰ̃πεν μὴ θορυβει̃σθε ἡ γὰρ ψυχὴ αὐτου̃ ἐν αὐτω̨̃ ἐστιν
11 ἀναβὰς δὲ καὶ κλάσας τòν ἄρτον καὶ γευσάμενος ἐφ' ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγη̃ς οὕτως ἐξη̃λθεν
12 ἤγαγον δὲ τòν παι̃δα ζω̃ντα καὶ παρεκλήθησαν οὐ μετρίως
13 ἡμει̃ς δὲ προελθόντες ἐπὶ τò πλοι̃ον ἀνήχθημεν ἐπὶ τὴν ’Α̃σσον ἐκει̃θεν μέλλοντες ἀναλαμβάνειν τòν Παυ̃λον οὕτως γὰρ διατεταγμένος ἠ̃ν μέλλων αὐτòς πεζεύειν
14 ὡς δὲ συνέβαλλεν ἡμι̃ν εἰς τὴν ’Α̃σσον ἀναλαβόντες αὐτòν ἤλθομεν εἰς Μιτυλήνην
15 κἀκει̃θεν ἀποπλεύσαντες τη̨̃ ἐπιούση̨ κατηντήσαμεν ἄντικρυς Χίου τη̨̃ δὲ ἑτέρα̨ παρεβάλομεν εἰς Σάμον τη̨̃ δὲ ἐχομένη̨ ἤλθομεν εἰς Μίλητον
16 κεκρίκει γὰρ ὁ Παυ̃λος παραπλευ̃σαι τὴν ’Έφεσον ὅπως μὴ γένηται αὐτω̨̃ χρονοτριβη̃σαι ἐν τη̨̃ ’Ασία̨ ἔσπευδεν γὰρ εἰ δυνατòν εἴη αὐτω̨̃ τὴν ἡμέραν τη̃ς πεντηκοστη̃ς γενέσθαι εἰς ‘Ιεροσόλυμα
17 ἀπò δὲ τη̃ς Μιλήτου πέμψας εἰς ’Έφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τη̃ς ἐκκλησίας
18 ὡς δὲ παρεγένοντο πρòς αὐτòν εἰ̃πεν αὐτοι̃ς ὑμει̃ς ἐπίστασθε ἀπò πρώτης ἡμέρας ἀφ' ἡ̃ς ἐπέβην εἰς τὴν ’Ασίαν πω̃ς μεθ' ὑμω̃ν τòν πάντα χρόνον ἐγενόμην
19 δουλεύων τω̨̃ κυρίω̨ μετὰ πάσης ταπεινοφροσύνης καὶ δακρύων καὶ πειρασμω̃ν τω̃ν συμβάντων μοι ἐν ται̃ς ἐπιβουλαι̃ς τω̃ν ’Ιουδαίων
20 ὡς οὐδὲν ὑπεστειλάμην τω̃ν συμφερόντων του̃ μὴ ἀναγγει̃λαι ὑμι̃ν καὶ διδάξαι ὑμα̃ς δημοσία̨ καὶ κατ' οἴκους
21 διαμαρτυρόμενος ’Ιουδαίοις τε καὶ ‘Έλλησιν τὴν εἰς θεòν μετάνοιαν καὶ πίστιν εἰς τòν κύριον ἡμω̃ν ’Ιησου̃ν
22 καὶ νυ̃ν ἰδοὺ δεδεμένος ἐγὼ τω̨̃ πνεύματι πορεύομαι εἰς ’Ιερουσαλήμ τὰ ἐν αὐτη̨̃ συναντήσοντά μοι μὴ εἰδώς
23 πλὴν ὅτι τò πνευ̃μα τò ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν
24 ἀλλ' οὐδενòς λόγου ποιου̃μαι τὴν ψυχὴν τιμίαν ἐμαυτω̨̃ ὡς τελειω̃σαι τòν δρόμον μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ του̃ κυρίου ’Ιησου̃ διαμαρτύρασθαι τò εὐαγγέλιον τη̃ς χάριτος του̃ θεου̃
25 καὶ νυ̃ν ἰδοὺ ἐγὼ οἰ̃δα ὅτι οὐκέτι ὄψεσθε τò πρόσωπόν μου ὑμει̃ς πάντες ἐν οἱ̃ς διη̃λθον κηρύσσων τὴν βασιλείαν
26 διότι μαρτύρομαι ὑμι̃ν ἐν τη̨̃ σήμερον ἡμέρα̨ ὅτι καθαρός εἰμι ἀπò του̃ αἵματος πάντων
27 οὐ γὰρ ὑπεστειλάμην του̃ μὴ ἀναγγει̃λαι πα̃σαν τὴν βουλὴν του̃ θεου̃ ὑμι̃ν
28 προσέχετε ἑαυτοι̃ς καὶ παντὶ τω̨̃ ποιμνίω̨ ἐν ὡ̨̃ ὑμα̃ς τò πνευ̃μα τò ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν του̃ θεου̃ ἣν περιεποιήσατο διὰ του̃ αἵματος του̃ ἰδίου
29 ἐγὼ οἰ̃δα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρει̃ς εἰς ὑμα̃ς μὴ φειδόμενοι του̃ ποιμνίου
30 καὶ ἐξ ὑμω̃ν αὐτω̃ν ἀναστήσονται ἄνδρες λαλου̃ντες διεστραμμένα του̃ ἀποσπα̃ν τοὺς μαθητὰς ὀπίσω αὐτω̃ν
31 διò γρηγορει̃τε μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετω̃ν ἕνα ἕκαστον
32 καὶ τὰ νυ̃ν παρατίθεμαι ὑμα̃ς τω̨̃ θεω̨̃ καὶ τω̨̃ λόγω̨ τη̃ς χάριτος αὐτου̃ τω̨̃ δυναμένω̨ οἰκοδομη̃σαι καὶ δου̃ναι τὴν κληρονομίαν ἐν τοι̃ς ἡγιασμένοις πα̃σιν
33 ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμου̃ οὐδενòς ἐπεθύμησα
34 αὐτοὶ γινώσκετε ὅτι ται̃ς χρείαις μου καὶ τοι̃ς οὐ̃σιν μετ' ἐμου̃ ὑπηρέτησαν αἱ χει̃ρες αὑ̃ται
35 πάντα ὑπέδειξα ὑμι̃ν ὅτι οὕτως κοπιω̃ντας δει̃ ἀντιλαμβάνεσθαι τω̃ν ἀσθενούντων μνημονεύειν τε τω̃ν λόγων του̃ κυρίου ’Ιησου̃ ὅτι αὐτòς εἰ̃πεν μακάριόν ἐστιν μα̃λλον διδόναι ἢ λαμβάνειν
36 καὶ ταυ̃τα εἰπὼν θεὶς τὰ γόνατα αὐτου̃ σὺν πα̃σιν αὐτοι̃ς προσηύξατο
37 ἱκανòς δὲ κλαυθμòς ἐγένετο πάντων καὶ ἐπιπεσόντες ἐπὶ τòν τράχηλον του̃ Παύλου κατεφίλουν αὐτόν
38 ὀδυνώμενοι μάλιστα ἐπὶ τω̨̃ λόγω̨ ὡ̨̃ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τò πρόσωπον αὐτου̃ θεωρει̃ν προέπεμπον δὲ αὐτòν εἰς τò πλοι̃ον

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 21,  στἰχοι 1-18

1 ὡς δὲ ἐγένετο ἀναχθη̃ναι ἡμα̃ς ἀποσπασθέντας ἀπ' αὐτω̃ν εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κω̃ τη̨̃ δὲ ἑξη̃ς εἰς τὴν ‘Ρόδον κἀκει̃θεν εἰς Πάταρα
2 καὶ εὑρόντες πλοι̃ον διαπερω̃ν εἰς φοινίκην ἐπιβάντες ἀνήχθημεν
3 ἀναφάναντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν καὶ κατήλθομεν εἰς Τύρον ἐκει̃σε γὰρ τò πλοι̃ον ἠ̃ν ἀποφορτιζόμενον τòν γόμον
4 ἀνευρόντες δὲ τοὺς μαθητὰς ἐπεμείναμεν αὐτου̃ ἡμέρας ἑπτά οἵτινες τω̨̃ Παύλω̨ ἔλεγον διὰ του̃ πνεύματος μὴ ἐπιβαίνειν εἰς ‘Ιεροσόλυμα
5 ὅτε δὲ ἐγένετο ἡμα̃ς ἐξαρτίσαι τὰς ἡμέρας ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμα̃ς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τη̃ς πόλεως καὶ θέντες τὰ γόνατα ἐπὶ τòν αἰγιαλòν προσευξάμενοι
6 ἀπησπασάμεθα ἀλλήλους καὶ ἀνέβημεν εἰς τò πλοι̃ον ἐκει̃νοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια
7 ἡμει̃ς δὲ τòν πλου̃ν διανύσαντες ἀπò Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ' αὐτοι̃ς
8 τη̨̃ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς Καισάρειαν καὶ εἰσελθόντες εἰς τòν οἰ̃κον Φιλίππου του̃ εὐαγγελιστου̃ ὄντος ἐκ τω̃ν ἑπτὰ ἐμείναμεν παρ' αὐτω̨̃
9 τούτω̨ δὲ ἠ̃σαν θυγατέρες τέσσαρες παρθένοι προφητεύουσαι
10 ἐπιμενόντων δὲ ἡμέρας πλείους κατη̃λθέν τις ἀπò τη̃ς ’Ιουδαίας προφήτης ὀνόματι ‘Άγαβος
11 καὶ ἐλθὼν πρòς ἡμα̃ς καὶ ἄρας τὴν ζώνην του̃ Παύλου δήσας ἑαυτου̃ τοὺς πόδας καὶ τὰς χει̃ρας εἰ̃πεν τάδε λέγει τò πνευ̃μα τò ἅγιον τòν ἄνδρα οὑ̃ ἐστιν ἡ ζώνη αὕτη οὕτως δήσουσιν ἐν ’Ιερουσαλὴμ οἱ ’Ιουδαι̃οι καὶ παραδώσουσιν εἰς χει̃ρας ἐθνω̃ν
12 ὡς δὲ ἠκούσαμεν ταυ̃τα παρεκαλου̃μεν ἡμει̃ς τε καὶ οἱ ἐντόπιοι του̃ μὴ ἀναβαίνειν αὐτòν εἰς ’Ιερουσαλήμ
13 τότε ἀπεκρίθη ὁ Παυ̃λος τί ποιει̃τε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν ἐγὼ γὰρ οὐ μόνον δεθη̃ναι ἀλλὰ καὶ ἀποθανει̃ν εἰς ’Ιερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ του̃ ὀνόματος του̃ κυρίου ’Ιησου̃
14 μὴ πειθομένου δὲ αὐτου̃ ἡσυχάσαμεν εἰπόντες του̃ κυρίου τò θέλημα γινέσθω
15 μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς ‘Ιεροσόλυμα
16 συνη̃λθον δὲ καὶ τω̃ν μαθητω̃ν ἀπò Καισαρείας σὺν ἡμι̃ν ἄγοντες παρ' ὡ̨̃ ξενισθω̃μεν Μνάσωνί τινι Κυπρίω̨ ἀρχαίω̨ μαθητη̨̃
17 γενομένων δὲ ἡμω̃ν εἰς ‘Ιεροσόλυμα ἀσμένως ἀπεδέξαντο ἡμα̃ς οἱ ἀδελφοί
18 τη̨̃ δὲ ἐπιούση̨ εἰσή̨ει ὁ Παυ̃λος σὺν ἡμι̃ν πρòς ’Ιάκωβον πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.