1 ὡς δὲ ἐκρίθη του̃ ἀποπλει̃ν ἡμα̃ς εἰς τὴν ’Ιταλίαν παρεδίδουν τόν τε Παυ̃λον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχη̨ ὀνόματι ’Ιουλίω̨ σπείρης Σεβαστη̃ς |
2 ἐπιβάντες δὲ πλοίω̨ ’Αδραμυττηνω̨̃ μέλλοντι πλει̃ν εἰς τοὺς κατὰ τὴν ’Ασίαν τόπους ἀνήχθημεν ὄντος σὺν ἡμι̃ν ’Αριστάρχου Μακεδόνος Θεσσαλονικέως |
3 τη̨̃ τε ἑτέρα̨ κατήχθημεν εἰς Σιδω̃να φιλανθρώπως τε ὁ ’Ιούλιος τω̨̃ Παύλω̨ χρησάμενος ἐπέτρεψεν πρòς τοὺς φίλους πορευθέντι ἐπιμελείας τυχει̃ν |
4 κἀκει̃θεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τò τοὺς ἀνέμους εἰ̃ναι ἐναντίους |
5 τό τε πέλαγος τò κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς Μύρα τη̃ς Λυκίας |
6 κἀκει̃ εὑρὼν ὁ ἑκατοντάρχης πλοι̃ον ’Αλεξανδρι̃νον πλέον εἰς τὴν ’Ιταλίαν ἐνεβίβασεν ἡμα̃ς εἰς αὐτό |
7 ἐν ἱκαναι̃ς δὲ ἡμέραις βραδυπλοου̃ντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον μὴ προσεω̃ντος ἡμα̃ς του̃ ἀνέμου ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην |
8 μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας ὡ̨̃ ἐγγὺς πόλις ἠ̃ν Λασαία |
9 ἱκανου̃ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλου̃ς του̃ πλοòς διὰ τò καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι παρή̨νει ὁ Παυ̃λος |
10 λέγων αὐτοι̃ς ἄνδρες θεωρω̃ ὅτι μετὰ ὕβρεως καὶ πολλη̃ς ζημίας οὐ μόνον του̃ φορτίου καὶ του̃ πλοίου ἀλλὰ καὶ τω̃ν ψυχω̃ν ἡμω̃ν μέλλειν ἔσεσθαι τòν πλου̃ν |
11 ὁ δὲ ἑκατοντάρχης τω̨̃ κυβερνήτη̨ καὶ τω̨̃ ναυκλήρω̨ μα̃λλον ἐπείθετο ἢ τοι̃ς ὑπò Παύλου λεγομένοις |
12 ἀνευθέτου δὲ του̃ λιμένος ὑπάρχοντος πρòς παραχειμασίαν οἱ πλείονες ἔθεντο βουλὴν ἀναχθη̃ναι ἐκει̃θεν εἴ πως δύναιντο καταντήσαντες εἰς φοίνικα παραχειμάσαι λιμένα τη̃ς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χω̃ρον |
13 ὑποπνεύσαντος δὲ νότου δόξαντες τη̃ς προθέσεως κεκρατηκέναι ἄραντες ἀ̃σσον παρελέγοντο τὴν Κρήτην |
14 μετ' οὐ πολὺ δὲ ἔβαλεν κατ' αὐτη̃ς ἄνεμος τυφωνικòς ὁ καλούμενος εὐρακύλων |
15 συναρπασθέντος δὲ του̃ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμει̃ν τω̨̃ ἀνέμω̨ ἐπιδόντες ἐφερόμεθα |
16 νησίον δέ τι ὑποδραμόντες καλούμενον Καυ̃δα ἰσχύσαμεν μόλις περικρατει̃ς γενέσθαι τη̃ς σκάφης |
17 ἣν ἄραντες βοηθείαις ἐχρω̃ντο ὑποζωννύντες τò πλοι̃ον φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν χαλάσαντες τò σκευ̃ος οὕτως ἐφέροντο |
18 σφοδρω̃ς δὲ χειμαζομένων ἡμω̃ν τη̨̃ ἑξη̃ς ἐκβολὴν ἐποιου̃ντο |
19 καὶ τη̨̃ τρίτη̨ αὐτόχειρες τὴν σκευὴν του̃ πλοίου ἔρριψαν |
20 μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας χειμω̃νός τε οὐκ ὀλίγου ἐπικειμένου λοιπòν περιη̨ρει̃το ἐλπὶς πα̃σα του̃ σώ̨ζεσθαι ἡμα̃ς |
21 πολλη̃ς τε ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παυ̃λος ἐν μέσω̨ αὐτω̃ν εἰ̃πεν ἔδει μέν ὠ̃ ἄνδρες πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπò τη̃ς Κρήτης κερδη̃σαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν |
22 καὶ τὰ νυ̃ν παραινω̃ ὑμα̃ς εὐθυμει̃ν ἀποβολὴ γὰρ ψυχη̃ς οὐδεμία ἔσται ἐξ ὑμω̃ν πλὴν του̃ πλοίου |
23 παρέστη γάρ μοι ταύτη̨ τη̨̃ νυκτὶ του̃ θεου̃ οὑ̃ εἰμι ἐγώ ὡ̨̃ καὶ λατρεύω ἄγγελος |
24 λέγων μὴ φοβου̃ Παυ̃λε Καίσαρί σε δει̃ παραστη̃ναι καὶ ἰδοὺ κεχάρισταί σοι ὁ θεòς πάντας τοὺς πλέοντας μετὰ σου̃ |
25 διò εὐθυμει̃τε ἄνδρες πιστεύω γὰρ τω̨̃ θεω̨̃ ὅτι οὕτως ἔσται καθ' ὃν τρόπον λελάληταί μοι |
26 εἰς νη̃σον δέ τινα δει̃ ἡμα̃ς ἐκπεσει̃ν |
27 ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμω̃ν ἐν τω̨̃ ’Αδρία̨ κατὰ μέσον τη̃ς νυκτòς ὑπενόουν οἱ ναυ̃ται προσάγειν τινὰ αὐτοι̃ς χώραν |
28 καὶ βολίσαντες εὑ̃ρον ὀργυιὰς εἴκοσι βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὑ̃ρον ὀργυιὰς δεκαπέντε |
29 φοβούμενοί τε μή που κατὰ τραχει̃ς τόπους ἐκπέσωμεν ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι |
30 τω̃ν δὲ ναυτω̃ν ζητούντων φυγει̃ν ἐκ του̃ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν προφάσει ὡς ἐκ πρώ̨ρης ἀγκύρας μελλόντων ἐκτείνειν |
31 εἰ̃πεν ὁ Παυ̃λος τω̨̃ ἑκατοντάρχη̨ καὶ τοι̃ς στρατιώταις ἐὰν μὴ οὑ̃τοι μείνωσιν ἐν τω̨̃ πλοίω̨ ὑμει̃ς σωθη̃ναι οὐ δύνασθε |
32 τότε ἀπέκοψαν οἱ στρατιω̃ται τὰ σχοινία τη̃ς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσει̃ν |
33 ἄχρι δὲ οὑ̃ ἡμέρα ἤμελλεν γίνεσθαι παρεκάλει ὁ Παυ̃λος ἅπαντας μεταλαβει̃ν τροφη̃ς λέγων τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκω̃ντες ἄσιτοι διατελει̃τε μηθὲν προσλαβόμενοι |
34 διò παρακαλω̃ ὑμα̃ς μεταλαβει̃ν τροφη̃ς του̃το γὰρ πρòς τη̃ς ὑμετέρας σωτηρίας ὑπάρχει οὐδενòς γὰρ ὑμω̃ν θρὶξ ἀπò τη̃ς κεφαλη̃ς ἀπολει̃ται |
35 εἴπας δὲ ταυ̃τα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τω̨̃ θεω̨̃ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν |
36 εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφη̃ς |
37 ἤμεθα δὲ αἱ πα̃σαι ψυχαὶ ἐν τω̨̃ πλοίω̨ διακόσιαι ἑβδομήκοντα ἕξ |
38 κορεσθέντες δὲ τροφη̃ς ἐκούφιζον τò πλοι̃ον ἐκβαλλόμενοι τòν σι̃τον εἰς τὴν θάλασσαν |
39 ὅτε δὲ ἡμέρα ἐγένετο τὴν γη̃ν οὐκ ἐπεγίνωσκον κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλòν εἰς ὃν ἐβουλεύοντο εἰ δύναιντο ἐξω̃σαι τò πλοι̃ον |
40 καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν ἅμα ἀνέντες τὰς ζευκτηρίας τω̃ν πηδαλίων καὶ ἐπάραντες τòν ἀρτέμωνα τη̨̃ πνεούση̨ κατει̃χον εἰς τòν αἰγιαλόν |
41 περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπέκειλαν τὴν ναυ̃ν καὶ ἡ μὲν πρω̨̃ρα ἐρείσασα ἔμεινεν ἀσάλευτος ἡ δὲ πρύμνα ἐλύετο ὑπò τη̃ς βίας τω̃ν κυμάτων |
42 τω̃ν δὲ στρατιωτω̃ν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν μή τις ἐκκολυμβήσας διαφύγη̨ |
43 ὁ δὲ ἑκατοντάρχης βουλόμενος διασω̃σαι τòν Παυ̃λον ἐκώλυσεν αὐτοὺς του̃ βουλήματος ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβα̃ν ἀπορίψαντας πρώτους ἐπὶ τὴν γη̃ν ἐξιέναι |
44 καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν οὓς δὲ ἐπί τινων τω̃ν ἀπò του̃ πλοίου καὶ οὕτως ἐγένετο πάντας διασωθη̃ναι ἐπὶ τὴν γη̃ν |