ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 9,
στἰχοι 10-18
10 ἠ̃ν δέ τις μαθητὴς ἐν Δαμασκω̨̃ ὀνόματι ‘Ανανίας καὶ εἰ̃πεν πρòς αὐτòν ἐν ὁράματι ὁ κύριος ‘Ανανία ὁ δὲ εἰ̃πεν ἰδοὺ ἐγώ κύριε |
11 ὁ δὲ κύριος πρòς αὐτόν ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθει̃αν καὶ ζήτησον ἐν οἰκία̨ ’Ιούδα Σαυ̃λον ὀνόματι Ταρσέα ἰδοὺ γὰρ προσεύχεται |
12 καὶ εἰ̃δεν ἄνδρα ἐν ὁράματι ‘Ανανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτω̨̃ τὰς χει̃ρας ὅπως ἀναβλέψη̨ |
13 ἀπεκρίθη δὲ ‘Ανανίας κύριε ἤκουσα ἀπò πολλω̃ν περὶ του̃ ἀνδρòς τούτου ὅσα κακὰ τοι̃ς ἁγίοις σου ἐποίησεν ἐν ’Ιερουσαλήμ |
14 καὶ ὡ̃δε ἔχει ἐξουσίαν παρὰ τω̃ν ἀρχιερέων δη̃σαι πάντας τοὺς ἐπικαλουμένους τò ὄνομά σου |
15 εἰ̃πεν δὲ πρòς αὐτòν ὁ κύριος πορεύου ὅτι σκευ̃ος ἐκλογη̃ς ἐστίν μοι οὑ̃τος του̃ βαστάσαι τò ὄνομά μου ἐνώπιον ἐθνω̃ν τε καὶ βασιλέων υἱω̃ν τε ’Ισραήλ |
16 ἐγὼ γὰρ ὑποδείξω αὐτω̨̃ ὅσα δει̃ αὐτòν ὑπὲρ του̃ ὀνόματός μου παθει̃ν |
17 ἀπη̃λθεν δὲ ‘Ανανίας καὶ εἰση̃λθεν εἰς τὴν οἰκίαν καὶ ἐπιθεὶς ἐπ' αὐτòν τὰς χει̃ρας εἰ̃πεν Σαοὺλ ἀδελφέ ὁ κύριος ἀπέσταλκέν με ’Ιησου̃ς ὁ ὀφθείς σοι ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἤρχου ὅπως ἀναβλέψη̨ς καὶ πλησθη̨̃ς πνεύματος ἁγίου |
18 καὶ εὐθέως ἀπέπεσαν αὐτου̃ ἀπò τω̃ν ὀφθαλμω̃ν ὡς λεπίδες ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.