ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 9,
στἰχοι 19-25
19 καὶ λαβὼν τροφὴν ἐνίσχυσεν ἐγένετο δὲ μετὰ τω̃ν ἐν Δαμασκω̨̃ μαθητω̃ν ἡμέρας τινάς |
20 καὶ εὐθέως ἐν ται̃ς συναγωγαι̃ς ἐκήρυσσεν τòν ’Ιησου̃ν ὅτι οὑ̃τός ἐστιν ὁ υἱòς του̃ θεου̃ |
21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον οὐχ οὑ̃τός ἐστιν ὁ πορθήσας εἰς ’Ιερουσαλὴμ τοὺς ἐπικαλουμένους τò ὄνομα του̃το καὶ ὡ̃δε εἰς του̃το ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγη̨ ἐπὶ τοὺς ἀρχιερει̃ς |
22 Σαυ̃λος δὲ μα̃λλον ἐνεδυναμου̃το καὶ συνέχυννεν τοὺς ’Ιουδαίους τοὺς κατοικου̃ντας ἐν Δαμασκω̨̃ συμβιβάζων ὅτι οὑ̃τός ἐστιν ὁ Χριστός |
23 ὡς δὲ ἐπληρου̃ντο ἡμέραι ἱκαναί συνεβουλεύσαντο οἱ ’Ιουδαι̃οι ἀνελει̃ν αὐτόν |
24 ἐγνώσθη δὲ τω̨̃ Σαύλω̨ ἡ ἐπιβουλὴ αὐτω̃ν παρετηρου̃ντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτòς ὅπως αὐτòν ἀνέλωσιν |
25 λαβόντες δὲ οἱ μαθηταὶ αὐτου̃ νυκτòς διὰ του̃ τείχους καθη̃καν αὐτòν χαλάσαντες ἐν σπυρίδι |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.