Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΑΜΏΣ, κεφαλίς 4

1 ἀκούσατε τὸν λόγον του̃τον δαμάλεις τη̃ς Βασανίτιδος αἱ ἐν τω̨̃ ὄρει τη̃ς Σαμαρείας αἱ καταδυναστεύουσαι πτωχοὺς καὶ καταπατου̃σαι πένητας αἱ λέγουσαι τοι̃ς κυρίοις αὐτω̃ν ἐπίδοτε ἡμι̃ν ὅπως πίωμεν
2 ὀμνύει κύριος κατὰ τω̃ν ἁγίων αὐτου̃ διότι ἰδοὺ ἡμέραι ἔρχονται ἐφ' ὑμα̃ς καὶ λήμψονται ὑμα̃ς ἐν ὅπλοις καὶ τοὺς μεθ' ὑμω̃ν εἰς λέβητας ὑποκαιομένους ἐμβαλου̃σιν ἔμπυροι λοιμοί
3 καὶ ἐξενεχθήσεσθε γυμναὶ κατέναντι ἀλλήλων καὶ ἀπορριφήσεσθε εἰς τὸ ὄρος τὸ Ρεμμαν λέγει κύριος ὁ θεός
4 εἰσήλθατε εἰς Βαιθηλ καὶ ἠνομήσατε καὶ εἰς Γαλγαλα ἐπληθύνατε του̃ ἀσεβη̃σαι καὶ ἠνέγκατε εἰς τὸ πρωὶ θυσίας ὑμω̃ν εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα ὑμω̃ν
5 καὶ ἀνέγνωσαν ἔξω νόμον καὶ ἐπεκαλέσαντο ὁμολογίας ἀπαγγείλατε ὅτι ταυ̃τα ἠγάπησαν οἱ υἱοὶ Ισραηλ λέγει κύριος ὁ θεός
6 καὶ ἐγὼ δώσω ὑμι̃ν γομφιασμὸν ὀδόντων ἐν πάσαις ται̃ς πόλεσιν ὑμω̃ν καὶ ἔνδειαν ἄρτων ἐν πα̃σι τοι̃ς τόποις ὑμω̃ν καὶ οὐκ ἐπεστρέψατε πρός με λέγει κύριος
7 καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμω̃ν τὸν ὑετὸν πρὸ τριω̃ν μηνω̃ν του̃ τρυγήτου καὶ βρέξω ἐπὶ πόλιν μίαν ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω μερὶς μία βραχήσεται καὶ μερίς ἐφ' ἣν οὐ βρέξω ἐπ' αὐτήν ξηρανθήσεται
8 καὶ συναθροισθήσονται δύο καὶ τρει̃ς πόλεις εἰς πόλιν μίαν του̃ πιει̃ν ὕδωρ καὶ οὐ μὴ ἐμπλησθω̃σιν καὶ οὐκ ἐπεστρέψατε πρός με λέγει κύριος
9 ἐπάταξα ὑμα̃ς ἐν πυρώσει καὶ ἐν ἰκτέρω̨ ἐπληθύνατε κήπους ὑμω̃ν ἀμπελω̃νας ὑμω̃ν καὶ συκω̃νας ὑμω̃ν καὶ ἐλαιω̃νας ὑμω̃ν κατέφαγεν ἡ κάμπη καὶ οὐδ' ὡ̃ς ἐπεστρέψατε πρός με λέγει κύριος
10 ἐξαπέστειλα εἰς ὑμα̃ς θάνατον ἐν ὁδω̨̃ Αἰγύπτου καὶ ἀπέκτεινα ἐν ῥομφαία̨ τοὺς νεανίσκους ὑμω̃ν μετὰ αἰχμαλωσίας ἵππων σου καὶ ἀνήγαγον ἐν πυρὶ τὰς παρεμβολὰς ὑμω̃ν ἐν τη̨̃ ὀργη̨̃ μου καὶ οὐδ' ὡ̃ς ἐπεστρέψατε πρός με λέγει κύριος
11 κατέστρεψα ὑμα̃ς καθὼς κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός καὶ οὐδ' ὡ̃ς ἐπεστρέψατε πρός με λέγει κύριος
12 διὰ του̃το οὕτως ποιήσω σοι Ισραηλ πλὴν ὅτι οὕτως ποιήσω σοι ἑτοιμάζου του̃ ἐπικαλει̃σθαι τὸν θεόν σου Ισραηλ
13 διότι ἰδοὺ ἐγὼ στερεω̃ν βροντὴν καὶ κτίζων πνευ̃μα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτου̃ ποιω̃ν ὄρθρον καὶ ὁμίχλην καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τη̃ς γη̃ς κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτω̨̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.