1 οὐκ ἔσται τοι̃ς ἱερευ̃σιν τοι̃ς Λευίταις ὅλη̨ φυλη̨̃ Λευι μερὶς οὐδὲ κλη̃ρος μετὰ Ισραηλ καρπώματα κυρίου ὁ κλη̃ρος αὐτω̃ν φάγονται αὐτά |
2 κλη̃ρος δὲ οὐκ ἔσται αὐτοι̃ς ἐν τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν κύριος αὐτὸς κλη̃ρος αὐτου̃ καθότι εἰ̃πεν αὐτω̨̃ |
3 καὶ αὕτη ἡ κρίσις τω̃ν ἱερέων τὰ παρὰ του̃ λαου̃ παρὰ τω̃ν θυόντων τὰ θύματα ἐάν τε μόσχον ἐάν τε πρόβατον καὶ δώσει τω̨̃ ἱερει̃ τὸν βραχίονα καὶ τὰ σιαγόνια καὶ τὸ ἔνυστρον |
4 καὶ τὰς ἀπαρχὰς του̃ σίτου σου καὶ του̃ οἴνου σου καὶ του̃ ἐλαίου σου καὶ τὴν ἀπαρχὴν τω̃ν κουρω̃ν τω̃ν προβάτων σου δώσεις αὐτω̨̃ |
5 ὅτι αὐτὸν ἐξελέξατο κύριος ὁ θεός σου ἐκ πασω̃ν τω̃ν φυλω̃ν σου παρεστάναι ἔναντι κυρίου του̃ θεου̃ σου λειτουργει̃ν καὶ εὐλογει̃ν ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ αὐτὸς καὶ οἱ υἱοὶ αὐτου̃ ἐν τοι̃ς υἱοι̃ς Ισραηλ |
6 ἐὰν δὲ παραγένηται ὁ Λευίτης ἐκ μια̃ς τω̃ν πόλεων ὑμω̃ν ἐκ πάντων τω̃ν υἱω̃ν Ισραηλ οὑ̃ αὐτὸς παροικει̃ καθότι ἐπιθυμει̃ ἡ ψυχὴ αὐτου̃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος |
7 καὶ λειτουργήσει τω̨̃ ὀνόματι κυρίου του̃ θεου̃ αὐτου̃ ὥσπερ πάντες οἱ ἀδελφοὶ αὐτου̃ οἱ Λευι̃ται οἱ παρεστηκότες ἐκει̃ ἔναντι κυρίου |
8 μερίδα μεμερισμένην φάγεται πλὴν τη̃ς πράσεως τη̃ς κατὰ πατριάν |
9 ἐὰν δὲ εἰσέλθη̨ς εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι οὐ μαθήση̨ ποιει̃ν κατὰ τὰ βδελύγματα τω̃ν ἐθνω̃ν ἐκείνων |
10 οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτου̃ ἢ τὴν θυγατέρα αὐτου̃ ἐν πυρί μαντευόμενος μαντείαν κληδονιζόμενος καὶ οἰωνιζόμενος φαρμακός |
11 ἐπαείδων ἐπαοιδήν ἐγγαστρίμυθος καὶ τερατοσκόπος ἐπερωτω̃ν τοὺς νεκρούς |
12 ἔστιν γὰρ βδέλυγμα κυρίω̨ τω̨̃ θεω̨̃ σου πα̃ς ποιω̃ν ταυ̃τα ἕνεκεν γὰρ τω̃ν βδελυγμάτων τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ σου̃ |
13 τέλειος ἔση̨ ἐναντίον κυρίου του̃ θεου̃ σου |
14 τὰ γὰρ ἔθνη ταυ̃τα οὓς σὺ κατακληρονομει̃ς αὐτούς οὑ̃τοι κληδόνων καὶ μαντειω̃ν ἀκούσονται σοὶ δὲ οὐχ οὕτως ἔδωκεν κύριος ὁ θεός σου |
15 προφήτην ἐκ τω̃ν ἀδελφω̃ν σου ὡς ἐμὲ ἀναστήσει σοι κύριος ὁ θεός σου αὐτου̃ ἀκούσεσθε |
16 κατὰ πάντα ὅσα ἠ̨τήσω παρὰ κυρίου του̃ θεου̃ σου ἐν Χωρηβ τη̨̃ ἡμέρα̨ τη̃ς ἐκκλησίας λέγοντες οὐ προσθήσομεν ἀκου̃σαι τὴν φωνὴν κυρίου του̃ θεου̃ ἡμω̃ν καὶ τὸ πυ̃ρ τὸ μέγα του̃το οὐκ ὀψόμεθα ἔτι οὐδὲ μὴ ἀποθάνωμεν |
17 καὶ εἰ̃πεν κύριος πρός με ὀρθω̃ς πάντα ὅσα ἐλάλησαν |
18 προφήτην ἀναστήσω αὐτοι̃ς ἐκ τω̃ν ἀδελφω̃ν αὐτω̃ν ὥσπερ σὲ καὶ δώσω τὸ ῥη̃μά μου ἐν τω̨̃ στόματι αὐτου̃ καὶ λαλήσει αὐτοι̃ς καθότι ἂν ἐντείλωμαι αὐτω̨̃ |
19 καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούση̨ ὅσα ἐὰν λαλήση̨ ὁ προφήτης ἐπὶ τω̨̃ ὀνόματί μου ἐγὼ ἐκδικήσω ἐξ αὐτου̃ |
20 πλὴν ὁ προφήτης ὃς ἂν ἀσεβήση̨ λαλη̃σαι ἐπὶ τω̨̃ ὀνόματί μου ῥη̃μα ὃ οὐ προσέταξα λαλη̃σαι καὶ ὃς ἂν λαλήση̨ ἐπ' ὀνόματι θεω̃ν ἑτέρων ἀποθανει̃ται ὁ προφήτης ἐκει̃νος |
21 ἐὰν δὲ εἴπη̨ς ἐν τη̨̃ καρδία̨ σου πω̃ς γνωσόμεθα τὸ ῥη̃μα ὃ οὐκ ἐλάλησεν κύριος |
22 ὅσα ἐὰν λαλήση̨ ὁ προφήτης ἐπὶ τω̨̃ ὀνόματι κυρίου καὶ μὴ γένηται τὸ ῥη̃μα καὶ μὴ συμβη̨̃ του̃το τὸ ῥη̃μα ὃ οὐκ ἐλάλησεν κύριος ἐν ἀσεβεία̨ ἐλάλησεν ὁ προφήτης ἐκει̃νος οὐκ ἀφέξεσθε αὐτου̃ |