Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 1,  στἰχοι 6-19

κύριος ὁ θεὸς ἡμω̃ν ἐλάλησεν ἡμι̃ν ἐν Χωρηβ λέγων ἱκανούσθω ὑμι̃ν κατοικει̃ν ἐν τω̨̃ ὄρει τούτω̨
ἐπιστράφητε καὶ ἀπάρατε ὑμει̃ς καὶ εἰσπορεύεσθε εἰς ὄρος Αμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Αραβα εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν γη̃ν Χαναναίων καὶ 'Αντιλίβανον ἕως του̃ ποταμου̃ του̃ μεγάλου Εὐφράτου
ἴδετε παραδέδωκα ἐνώπιον ὑμω̃ν τὴν γη̃ν εἰσπορευθέντες κληρονομήσατε τὴν γη̃ν ἣν ὤμοσα τοι̃ς πατράσιν ὑμω̃ν τω̨̃ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δου̃ναι αὐτοι̃ς καὶ τω̨̃ σπέρματι αὐτω̃ν μετ' αὐτούς
καὶ εἰ̃πα πρὸς ὑμα̃ς ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγων οὐ δυνήσομαι μόνος φέρειν ὑμα̃ς
10 κύριος ὁ θεὸς ὑμω̃ν ἐπλήθυνεν ὑμα̃ς καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα του̃ οὐρανου̃ τω̨̃ πλήθει
11 κύριος ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν προσθείη ὑμι̃ν ὡς ἐστὲ χιλιοπλασίως καὶ εὐλογήσαι ὑμα̃ς καθότι ἐλάλησεν ὑμι̃ν
12 πω̃ς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμω̃ν καὶ τὴν ὑπόστασιν ὑμω̃ν καὶ τὰς ἀντιλογίας ὑμω̃ν
13 δότε ἑαυτοι̃ς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς τὰς φυλὰς ὑμω̃ν καὶ καταστήσω ἐφ' ὑμω̃ν ἡγουμένους ὑμω̃ν
14 καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε καλὸν τὸ ῥη̃μα ὃ ἐλάλησας ποιη̃σαι
15 καὶ ἔλαβον ἐξ ὑμω̃ν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς καὶ κατέστησα αὐτοὺς ἡγει̃σθαι ἐφ' ὑμω̃ν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους καὶ γραμματοεισαγωγει̃ς τοι̃ς κριται̃ς ὑμω̃ν
16 καὶ ἐνετειλάμην τοι̃ς κριται̃ς ὑμω̃ν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγων διακούετε ἀνὰ μέσον τω̃ν ἀδελφω̃ν ὑμω̃ν καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφου̃ καὶ ἀνὰ μέσον προσηλύτου αὐτου̃
17 οὐκ ἐπιγνώση̨ πρόσωπον ἐν κρίσει κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινει̃ς οὐ μὴ ὑποστείλη̨ πρόσωπον ἀνθρώπου ὅτι ἡ κρίσις του̃ θεου̃ ἐστιν καὶ τὸ ῥη̃μα ὃ ἐὰν σκληρὸν ἠ̨̃ ἀφ' ὑμω̃ν ἀνοίσετε αὐτὸ ἐπ' ἐμέ καὶ ἀκούσομαι αὐτό
18 καὶ ἐνετειλάμην ὑμι̃ν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ πάντας τοὺς λόγους οὓς ποιήσετε
19 καὶ ἀπάραντες ἐκ Χωρηβ ἐπορεύθημεν πα̃σαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἣν εἴδετε ὁδὸν ὄρους του̃ Αμορραίου καθότι ἐνετείλατο κύριος ὁ θεὸς ἡμω̃ν ἡμι̃ν καὶ ἤλθομεν ἕως Καδης Βαρνη
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.