1 ἐὰν δέ τις λάβη̨ γυναι̃κα καὶ συνοικήση̨ αὐτη̨̃ καὶ ἔσται ἐὰν μὴ εὕρη̨ χάριν ἐναντίον αὐτου̃ ὅτι εὑ̃ρεν ἐν αὐτη̨̃ ἄσχημον πρα̃γμα καὶ γράψει αὐτη̨̃ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς χει̃ρας αὐτη̃ς καὶ ἐξαποστελει̃ αὐτὴν ἐκ τη̃ς οἰκίας αὐτου̃ |
2 καὶ ἀπελθου̃σα γένηται ἀνδρὶ ἑτέρω̨ |
3 καὶ μισήση̨ αὐτὴν ὁ ἀνὴρ ὁ ἔσχατος καὶ γράψει αὐτη̨̃ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς χει̃ρας αὐτη̃ς καὶ ἐξαποστελει̃ αὐτὴν ἐκ τη̃ς οἰκίας αὐτου̃ ἢ ἀποθάνη̨ ὁ ἀνὴρ ὁ ἔσχατος ὃς ἔλαβεν αὐτὴν ἑαυτω̨̃ γυναι̃κα |
4 οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερος ὁ ἐξαποστείλας αὐτὴν ἐπαναστρέψας λαβει̃ν αὐτὴν ἑαυτω̨̃ γυναι̃κα μετὰ τὸ μιανθη̃ναι αὐτήν ὅτι βδέλυγμά ἐστιν ἐναντίον κυρίου του̃ θεου̃ σου καὶ οὐ μιανει̃τε τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ὑμω̃ν δίδωσιν ὑμι̃ν ἐν κλήρω̨ |
5 ἐὰν δέ τις λάβη̨ γυναι̃κα προσφάτως οὐκ ἐξελεύσεται εἰς τὸν πόλεμον καὶ οὐκ ἐπιβληθήσεται αὐτω̨̃ οὐδὲν πρα̃γμα ἀθω̨̃ος ἔσται ἐν τη̨̃ οἰκία̨ αὐτου̃ ἐνιαυτὸν ἕνα εὐφρανει̃ τὴν γυναι̃κα αὐτου̃ ἣν ἔλαβεν |
6 οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον ὅτι ψυχὴν οὑ̃τος ἐνεχυράζει |
7 ἐὰν δὲ ἁλω̨̃ ἄνθρωπος κλέπτων ψυχὴν τω̃ν ἀδελφω̃ν αὐτου̃ τω̃ν υἱω̃ν Ισραηλ καὶ καταδυναστεύσας αὐτὸν ἀποδω̃ται ἀποθανει̃ται ὁ κλέπτης ἐκει̃νος καὶ ἐξαρει̃ς τὸν πονηρὸν ἐξ ὑμω̃ν αὐτω̃ν |
8 πρόσεχε σεαυτω̨̃ ἐν τη̨̃ ἁφη̨̃ τη̃ς λέπρας φυλάξη̨ σφόδρα ποιει̃ν κατὰ πάντα τὸν νόμον ὃν ἐὰν ἀναγγείλωσιν ὑμι̃ν οἱ ἱερει̃ς οἱ Λευι̃ται ὃν τρόπον ἐνετειλάμην ὑμι̃ν φυλάξασθε ποιει̃ν |
9 μνήσθητι ὅσα ἐποίησεν κύριος ὁ θεός σου τη̨̃ Μαριαμ ἐν τη̨̃ ὁδω̨̃ ἐκπορευομένων ὑμω̃ν ἐξ Αἰγύπτου |
10 ἐὰν ὀφείλημα ἠ̨̃ ἐν τω̨̃ πλησίον σου ὀφείλημα ὁτιου̃ν οὐκ εἰσελεύση̨ εἰς τὴν οἰκίαν αὐτου̃ ἐνεχυράσαι τὸ ἐνέχυρον |
11 ἔξω στήση̨ καὶ ὁ ἄνθρωπος οὑ̃ τὸ δάνειόν σού ἐστιν ἐν αὐτω̨̃ ἐξοίσει σοι τὸ ἐνέχυρον ἔξω |
12 ἐὰν δὲ ὁ ἄνθρωπος πένηται οὐ κοιμηθήση̨ ἐν τω̨̃ ἐνεχύρω̨ αὐτου̃ |
13 ἀποδόσει ἀποδώσεις τὸ ἐνέχυρον αὐτου̃ περὶ δυσμὰς ἡλίου καὶ κοιμηθήσεται ἐν τω̨̃ ἱματίω̨ αὐτου̃ καὶ εὐλογήσει σε καὶ ἔσται σοι ἐλεημοσύνη ἐναντίον κυρίου του̃ θεου̃ σου |
14 οὐκ ἀπαδικήσεις μισθὸν πένητος καὶ ἐνδεου̃ς ἐκ τω̃ν ἀδελφω̃ν σου ἢ ἐκ τω̃ν προσηλύτων τω̃ν ἐν ται̃ς πόλεσίν σου |
15 αὐθημερὸν ἀποδώσεις τὸν μισθὸν αὐτου̃ οὐκ ἐπιδύσεται ὁ ἥλιος ἐπ' αὐτω̨̃ ὅτι πένης ἐστὶν καὶ ἐν αὐτω̨̃ ἔχει τὴν ἐλπίδα καὶ οὐ καταβοήσεται κατὰ σου̃ πρὸς κύριον καὶ ἔσται ἐν σοὶ ἁμαρτία |
16 οὐκ ἀποθανου̃νται πατέρες ὑπὲρ τέκνων καὶ υἱοὶ οὐκ ἀποθανου̃νται ὑπὲρ πατέρων ἕκαστος τη̨̃ ἑαυτου̃ ἁμαρτία̨ ἀποθανει̃ται |
17 οὐκ ἐκκλινει̃ς κρίσιν προσηλύτου καὶ ὀρφανου̃ καὶ χήρας καὶ οὐκ ἐνεχυράσεις ἱμάτιον χήρας |
18 καὶ μνησθήση̨ ὅτι οἰκέτης ἠ̃σθα ἐν γη̨̃ Αἰγύπτω̨ καὶ ἐλυτρώσατό σε κύριος ὁ θεός σου ἐκει̃θεν διὰ του̃το ἐγώ σοι ἐντέλλομαι ποιει̃ν τὸ ῥη̃μα του̃το |
19 ἐὰν δὲ ἀμήση̨ς ἀμητὸν ἐν τω̨̃ ἀγρω̨̃ σου καὶ ἐπιλάθη̨ δράγμα ἐν τω̨̃ ἀγρω̨̃ σου οὐκ ἐπαναστραφήση̨ λαβει̃ν αὐτό τω̨̃ πτωχω̨̃ καὶ τω̨̃ προσηλύτω̨ καὶ τω̨̃ ὀρφανω̨̃ καὶ τη̨̃ χήρα̨ ἔσται ἵνα εὐλογήση̨ σε κύριος ὁ θεός σου ἐν πα̃σι τοι̃ς ἔργοις τω̃ν χειρω̃ν σου |
20 ἐὰν δὲ ἐλαιαλογήση̨ς οὐκ ἐπαναστρέψεις καλαμήσασθαι τὰ ὀπίσω σου τω̨̃ προσηλύτω̨ καὶ τω̨̃ ὀρφανω̨̃ καὶ τη̨̃ χήρα̨ ἔσται καὶ μνησθήση̨ ὅτι οἰκέτης ἠ̃σθα ἐν γη̨̃ Αἰγύπτω̨ διὰ του̃το ἐγώ σοι ἐντέλλομαι ποιει̃ν τὸ ῥη̃μα του̃το |
21 ἐὰν δὲ τρυγήση̨ς τὸν ἀμπελω̃νά σου οὐκ ἐπανατρυγήσεις αὐτὸν τὰ ὀπίσω σου τω̨̃ προσηλύτω̨ καὶ τω̨̃ ὀρφανω̨̃ καὶ τη̨̃ χήρα̨ ἔσται |
22 καὶ μνησθήση̨ ὅτι οἰκέτης ἠ̃σθα ἐν γη̨̃ Αἰγύπτω̨ διὰ του̃το ἐγώ σοι ἐντέλλομαι ποιει̃ν τὸ ῥη̃μα του̃το |